16
Ἡρακλέα. τοῦτον οὖν αὐτὸν μετὰ τὸ ὑποστρέφειν ἐκ τῆς Τροίας, ὅταν μετὰ Τελαμῶνος ἐπόρθησεν αὐτήν, διετάραξε καὶ ἐχείμασεν ἐν τῇ θαλάσσῃ, τοῖς μὲν ἀνέμοις προστάξασα ταράξαι τὸ σκάφος τοῦ Ἡρακλέους, τῷ δὲ Ὕπνῳ παρακελευσαμένη προσελθεῖν τῷ ∆ιὶ καὶ ἐφυπνῶσαι αὐτόν, ἵνα μὴ ἐγρηγορὼς βοηθήσῃ χειμαζομένῳ τῷ Ἡρακλεῖ. μαθὼν δὲ μετὰ τὸν ὕπνον ὁ Ζεὺς τὸ κατασκεύασμα τῆς Ἥρας, τιμωρεῖται αὐτὴν οὕτω· δύο ἄκμονας δήσας αὐτῇ περὶ τοὺς πόδας, περὶ δὲ τὰς χεῖρας πέδας ἀδιαλύτους, ἐκρέμασεν αὐτὴν ἀπὸ τοῦ οὐρανοῦ, τιμωρούμενος αὐτήν. 4.83 Ὀγδοηκοστὴ τρίτη ἐστὶν ἱστορία, πῶς ἦν φόβος τοῖς θεοῖς μήπως, σαλπίζοντος οὐρανοῦ, ἡ τῆς γῆς ἕδρα ἀναρραγῇ καὶ δημοσιευθῇ ὁ Ἅιδης. ἔστι δὲ καὶ αὕτη παρ' Ὁμήρῳ, εἰς τὴν υʹ ῥαψωδίαν. ἔστι δὲ αὕτη. Τοῦ Ἀχιλλέως κατὰ κράτος ἀριστεύοντος, φόβος ἔλαβε τὸν ∆ία μήπως παρὰ τὸ εἱμαρμένον ὁ Ἀχιλλεὺς πορθήσῃ τὸ Ἴλιον.τοῦτο δὲ φοβούμενος ἐπιτρέπει τοῖς θεοῖς τὸν βουλόμενον ᾧ βούλεται ἀπελθεῖν καὶ βοηθῆσαι, ἵνα οἱ μὲν τοῖς Τρωσίν, οἱ δὲ τοῖς Ἕλλησι βοηθήσωσι. τούτων ἐπιτραπέντων, ὁ μὲν Ζεὺς ἐβρόντησεν ἐκ τοῦ οὐρανοῦ, ὁ δὲ Ποσειδῶν σείει τὴν θάλασσαν. ὁ δὲ Ἅιδης, σεισθέντων τῆς τε θαλάσσης καὶ τοῦ οὐρανοῦ, ἐφοβήθη μήπως σεισθείσης τῆς γῆς ἀνάρρηξις γενήται τῶν καταχθονίων, καὶ δημοσιευθῇ τὰ κατ' αὐτόν. ἔστι δὲ τὰ ἔπη ταῦτα· ∆είσας δ' ἐκ θρόνου ἆλτο καὶ ἴαχε, μή οἱ ὕπερθε γαῖαν ἀναρρήξειε Ποσειδάων ἐνοσίχθων. 4.84 Ὀγδοηκοστὴ τετάρτη ἐστὶν ἱστορία ἡ σύννευσις τῶν ὀφρύων καὶ ἡ συγκίνησις τῶν τριχῶν. ἔστι δὲ αὕτη. Ὅμηρος εἰσφέρει τὸν ∆ία μετὰ τὴν τῆς Θέτιδος ἱκετείαν τὴν περὶ τοῦ Ἀχιλλέως ὑποσχόμενον, κεκινηκότα αὐτὸν τὰς ὀφρῦς ἐπὶ τῇ ὑποσχέσει, σείσαντα δὲ τὰς τρίχας ἐπὶ τῇ κατανεύσει τῆς κεφαλῆς, καὶ συγκινήσαντα ὅλον τὸν οὐρανὸν τῶν τριχῶν αὐτοῦ κινηθεισῶν. ἀμβροσίας δὲ τὰς τρίχας εἶπεν, οἷον ἃς οὐδεὶς βροτὸς δύναται ἔχειν. 4.85 Ὀγδοηκοστὴ πέμπτη ἐστὶν ἱστορία πῶς τιτρώσκεται ὁ Ἄρης καὶ πῶς χαλκῷ κεράμῳ κατακλείεται. Τὸ μὲν τετρῶσθαι αὐτὸν λέγει ὁ ποιητὴς ὅτι ἐτρώθη παρὰ τοῦ ∆ιομήδους· ταῦτα λέγει ἐν τῇ πέμπτῃ ῥαψῳδίᾳ. ἐδέθη δὲ παρὰ τοῦ Ὤτου καὶ τοῦ Ἐφιάλτου. οὗτοι δὲ ἦσαν υἱοὶ μὲν Ἀλωέως,τύραννοι δὲ τὴν φύσιν. ἐγένοντο δὲ περὶ Θετταλίαν. οὗτοι ἀνταρσίαν ἐμελέτησαν κατὰ τῶν θεῶν. ὁ οὖν Ἄρης πρῶτος ἐπῆλθε κατ' αὐτῶν, εἶτα ἡττηθεὶς ὑπ' αὐτῶν, ἐδέθη ἐν χαλκῷ κεράμῳ. χαλκὸς δὲ κέραμος ἢ πόλις ἐστὶν οὕτω καλουμένη, ἢ εἶδός ἐστι δεσμοῦ δυσχεροῦς καὶ δυσλύτου. λέγονται δὲ οἱ περὶ Ὦτον καὶ Ἐφιάλτην ἐννεαέτεις ὄντες εἶναι ἐννεαόργυιοι κατὰ τὸ μῆκος, κατὰ δὲ τὸ πλάτος ἐννεαπήχεις. 4.86 Ὀγδοηκοστὴ ἕκτη ἐστὶν ἱστορία ἡ περὶ τοῦ ἐραστοῦ τῆς Ἀφροδίτης. ἔστι δὲ αὕτη. Ἀφροδίτη γυνὴ ἦν τοῦ Ἡφαίστου. ταύτης ἠράσθη ὁ Ἄρης, καὶ ἐμοίχευσεν αὐτήν. ὁ δὲ Ἥφαιστος μαθὼν τοῦτο, καὶ χαλκεὺς ὢν τὴν τέχνην, πάγας τίθησι τῷ Ἄρει ἐρχομένῳ ἐπὶ τῇ μοιχείᾳ τῆς Ἀφροδίτης. καὶ ἐμπίπτει εἰς τὰς πάγας καὶ κατέχεται, καὶ φωρᾶται μοιχεύων τὴν Ἀφροδίτην. καὶ οὐκ ἔλυσεν αὐτοὺς ὁ Ἥφαιστος ἕως οὗ ἐκάλεσε τοὺς θεοὺς καὶ ἐδημοσίευσεν αὐτούς. καὶ τότε οἱ θεοὶ ἐλθόντες καὶ ἰδόντες, πολὺν ἐγέλασαν ἐπ' αὐτοῖς γέλωτα. καὶ τότε λύεται ὁ Ἄρης, μικρά τινα λύτρα δούς. Ἀμφιγύην δὲ τὸν Ἥφαιστον καλεῖ ὡς χωλόν. 4.87 Ὀγδοηκοστὴ ἑβδόμη ἐστὶν ἱστορία ἡ περὶ τῶν πολέμων. ἔστι δὲ αὕτη. Ἀθηνᾶ μὲν καὶ Ἥρα φροντίζουσαι τῶν Ἑλλήνων ἐπολέμουν πρὸς Ἀφροδίτην καὶ Ἄρεα φροντίζοντας τῶν Τρώων. εἴποις δὲ πολέμους καὶ τοὺς ἀπὸ τῶν Γιγάντων πρὸς τοὺς θεοὺς καὶ τοὺς ἀπὸ τῶν Τιτάνων πρὸς τὸν ∆ιόνυσον. 4.88 Ὀγδοηκοστὴ ὀγδόη ἐστὶν ἱστορία ἡ περὶ τοῦ Κρόνου καὶ τῆς ἐκτομῆς τοῦ Οὐρανοῦ. ἔστι δὲ αὕτη. Οὐρανὸς γίνεται Κρόνου πατήρ. ὁ Κρόνος οὖν μὴ βουλόμενος γενέσθαι αὐτῷ ἕτερον παῖδα, λαβὼν δρέπανον ἐκτέμνει τὰ αἰδοῖα τοῦ πατρός, καὶ ῥίπτει τὰ αἰδοῖα εἰς τὴν θάλασσαν. καὶ ἀφροῦ γενομένου ἐγεννήθη ἡ Ἀφροδίτη ἐκ τοῦ ἀφροῦ· ἔνθεν καὶ Ἀφροδίτη ὠνομάσθη ὡς ἐκ τοῦ ἀφροῦ. 4.89 Ὀγδοηκοστὴ ἐνάτη ἐστὶν ἱστορία ἡ τοῦ ∆ιὸς πρὸς Κρόνον ἐπανάστασις. ἔστι δὲ αὕτη. Ὁ Ζεὺς μαθὼν ὅτι