170 Ps 101,3 Ὅμοιον δυνάμει τὸ λεγόμενον τῇ Σαλομῶνος εὐχῇ
291 Ps 140,2 Εἰ πρωῒ τὸν ἐπιόντα βίον συνίεμεν τὸν ἐν ἀναπαύσει καὶ δόξῃ
(οὐχ ὁ κύκλῳ περιάγων αὐτόν) καὶ διατείνας αὐτὸν ὡς σκηνὴν κατοικεῖν (οὐχ ὡς κύκλον περιελίττεσθαι)· καὶ Ἀπ' ἄκρου θεμελίου οὐρανοῦ φησιν Ἡσαΐας ἔρχεσθαι τοὺς ἐκ γῆς πόρρωθεν ἐρχομένους, ὥστε τεθεμελιωμένου τοῦ οὐρανοῦ καὶ ἑστῶτος ἀλλ' οὐχὶ κύκλῳ περιθέοντος. ἀλλὰ ταῦτα μὲν βραχείας ὑπομνήσεως χάριν πρὸς τὸ μὴ ἐκφέρεσθαι ἡμᾶς πρὸς τὰ Ἑλλήνων πλάσματα τῶν θείων ἀμελοῦντας γραφῶν. 124 Ps 76,20.21 Τὴν θείαν ὁδὸν λέγει μηδὲν ἴχνος ἔχειν θεωρητὸν ὥσπερ τὴν ἀνθρωπίνην· διὸ καὶ πορείαν αὐτὴν εἶπεν Ἐν θαλάσσῃ καὶ ὕδασιν, ἐπεὶ μηδὲ τρίβους νηὸς ποντοπορούσης ὁ Σολομὼν ἐπιγινώσκεσθαι λέγει ὥστε παραβολικὸν τὸ λεγόμενον. καὶ οὐκέτι πορεία τις θεῷ μεταβατική· οὐδὲ γὰρ διὰ θαλάσσης ἐβάδιζον οἱ Ἑβραῖοι, ἵνα καὶ διὰ ταύτης αὐτοῖς καθηγήσαιτο, ἀλλὰ βραχὺ μὲν αὐτοῖς τὸ τῆς ἐρυθρᾶς ἐγένετο κατὰ τὴν πορείαν, πολὺ δὲ καὶ πολυχρόνιον τὸ διὰ γῆς. Ὡδήγησας ὡς πρόβατα τὸν λαόν σου ἐν χειρὶ Μωυσῆ καὶ Ἀαρών. Πλὴν καίτοιγε ἀθεάτου τῆς σῆς πορείας οὔσης, τοῦτο γνώριμον καὶ ἐμφανὲς ἀνθρώποις ἐγένετο ὅτι καθηγήσω τῷ λαῷ τὴν ἀπ' Αἰγύπτου πορείαν ὡς προβάτοις ὑπὸ Μωυσῆ καὶ Ἀαρὼν ἀγομένοις. οὕτω δὴ παράγγελμα ὁ ψαλμὸς ... συμφοραῖς διαπρ... *
125 Ps 77,1 [Ἄλλοι δὲ ταῦτα οὕτως ἐξηγήσαντο·] κατέληξε μὲν εἰς σιωπὴν ὁ
προειρημένος ψαλμὸς οὔτε ἀναζητήσας οὔτε ἐξειπὼν τὰς αἰτίας δι' ἃς ὁ λαὸς ἐπὶ τοσοῦτον ὑπερώφθη παρὰ τῷ κηδεμόνι θεῷ, οὗτος δὲ ἄνωθεν τῆς ἀποστροφῆς τοῦ θεοῦ τὴν αἰτίαν ὑποδείκνυσιν ἥνπερ καὶ μετὰ ταῦτα διὰ τοῦ Ἡσαΐου θεὸς ἐξέφηνε λέγων· Μὴ οὐκ ἰσχύει ἡ χεὶρ κυρίου τοῦ σῶσαι; ἢ ἐβάρυνε τὸ οὖς τοῦ εἰσακοῦσαι· ἀλλὰ τὰ ἁμαρτήματα ὑμῶν διϊστῶσιν ἀνὰ μέσον ὑμῶν καὶ τοῦ θεοῦ, καὶ διὰ τὰς ἁμαρτίας ὑμῶν ἀπέστρεψε τὸ πρόσωπον αὐτοῦ ἀφ' ὑμῶν τοῦ μὴ ἐλεῆσαι, καὶ τὰ ἑξῆς. μνήμη τοίνυν ἐν τῷ ψαλμῷ γίνεται τῆς ἐν ἐρήμῳ δυσπιστίας καὶ ἀντιλογίας τοῦ Ἰσραήλ, ὅσον εἰς τὸ δεῖξαι τοὺς ἀφισταμένους θεοῦ τῶν κακῶν αἰτίους ἑαυτοῖς γινομένους αὐτοῦ τὰ πράγματα διηγουμένου σαφῶς τοῦ ∆αυίδ. καὶ ἄρχεταί γε βασιλικῶς εὐθὺς λαὸν τὸν ἑαυτοῦ κελεύων προσέχειν τῷ οἰκείῳ νόμῳ, ἢ ταῖς ἰδίαις ὑποδείξεσιν ὡς Σύμμαχος ἑρμηνεύει· οἷον γάρ τινα νόμον, φησί, τὴν προκειμένην προσφέρω παραίνεσιν. 126 Ps 77,38-39 Καὶ εἴ γέ φησιν μὴ φιλανθρωπία καὶ οἶκτος θεοῦ καὶ πολὺς ἱλασμὸς διεφύλαξεν αὐτῶν τὴν διαδοχὴν ἀλλ' ὅλῳ θυμῷ μετῆλθεν αὐτούς, ἀπώλοντο ἂν καὶ ἀνώνυμοι κατέστησαν, τὴν μὲν προαίρεσιν οὐκ ἀποδεξαμένου αὐτῶν τοῦ θεοῦ, τὴν δὲ ἀσθένειαν αὐτῶν οἰκτείραντος ὡς ἐπὶ σαρκῶν φθειρομένων καὶ πνεύματος ἐξιόντος.
127a Ps 78 arg. [∆ιαφόρως τὴν ὑπόθεσιν τοῦδε τοῦ ψαλμοῦ οἱ ἑρμηνεύσαντες
ἐκδεδώκασιν. ὁ μὲν γάρ φησιν ἀποδύρεσθαι τὸν προφήτην ἁπλῶς αἰχμαλωσίαν καὶ τὰ ἐπ' αὐτῇ γεγενημένα τῇ Ἱερουσαλήμ, μὴ διορίσας ποίαν· ὁ δὲ τὴν ὑπὸ Ῥωμαίων φησὶ δηλοῦσθαι τὴν γενομένην μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ προδοσίαν· ἄλλοι δὲ τὴν ἐπὶ Ἀντιόχου τοῦ ἐπίκλην Ἐπιφανοῦς. διὸ ταύτην ἐάσαντές τινα τῶν ῥητῶν ἐξετάσωμεν.] 128 Ps 78,1b-3 Κατὰ τῶν ἐθνῶν ἡ ἔντευξις ὅτι δὴ δυσσεβήσαντες καὶ ἀκάθαρτοι γῆν ἁγίαν ἔχραναν καὶ ναὸν ἱερὸν ἐμόλυναν, ὑπὲρ δὲ τῆς Ἱερουσαλὴμ ἡ παρά κλησις ὅτι πόλις ἁγία κληθεῖσα θεοῦ χῶμα γέγονε καὶ λίθων σωρὸς ὅπερ Θεοδοτίων φησὶν Εἰς λιθολογίαν. Ἀνάμνησις δὲ ταῦτα δύναται τῆς ἐκλογῆς τῆς περὶ Ἱερουσαλὴμ γεγονυίας. ἔτι δὲ καὶ περὶ τῶν οἰκητόρων αὐτῶν λέγει τὸ ἐλεεινόν, ὅτι καὶ μετὰ θάνατον ἄταφοι καὶ πτηνοῖς ἐξετέθησαν βορά, πολὺ καὶ ὠμὸν ἀποδεικνὺς τὸ τῶν πολεμίων ἐπὶ τοῖς ἡλωκόσι καὶ δούλους θεοῦ καλῶν τοὺς ταῦτα πεπονθότας, ὅπερ οἰκείωσιν πρὸς θεὸν καὶ παράκλησιν δύναται πρὸς τὸν
17