17
12.1 Ἔγραφες ἡμῖν πρότερον μὲν ὀλίγα, νῦν δὲ οὐδ' ὀλίγα, καὶ ἔοικεν ἡ
βραχυλογία προϊοῦσα τῷ χρόνῳ παντελὴς γίνεσθαι ἀφωνία. Ἐπάνελθε τοίνυν ἐπὶ τὸ ἔθος, ὡς οὐκ ἔτι σοι μεμψόμεθα λακωνίζοντι πρὸς ἡμᾶς διὰ γραμμάτων, ἀλλὰ καὶ τὰ μικρὰ γράμματα, σύμβολα ὄντα τῆς μεγάλης σου διαθέσεως, πολλοῦ ἄξια ποιησόμεθα. Μόνον ἐπίστελλε ἡμῖν.
13.τ ΟΛΥΜΠΙΩ
13.1 Ὥσπερ τῶν ἄλλων ὡρίμων ἕκαστον ἐν τῇ οἰκείᾳ ὥρᾳ ἀπαντᾷ, ἐν ἦρι μὲν
τὰ ἄνθη, ἐν θέρει δὲ οἱ ἀστάχυες, τῷ δὲ μετοπώρῳ τὸ μῆλον, οὕτω χειμῶνος καρπός εἰσιν οἱ λόγοι.
14.τ ΓΡΗΓΟΡΙΩ ΕΤΑΙΡΩ
14.1 Ἐγὼ τοῦ ἀδελφοῦ μοι ἐπιστείλαντος Γρηγορίου πάλαι βούλεσθαι ἡμῖν συντυχεῖν, προσθέντος δὲ ὅτι καὶ σοὶ αὐτὸ τοῦτο δεδογμένον ἐστί, τὸ μέν τι καὶ διὰ τὸ πολλάκις ἀπατηθῆναι ὀκνηροτέρως ἔχων πρὸς τὸ πιστεύειν, τὸ δέ τι καὶ ὑπὸ ἀσχολιῶν περισπώμενος, ἐπιμεῖναι οὐκ ἠδυνή θην. ∆εῖ γάρ με ἤδη ἀπελαύνειν ἐπὶ τὸν Πόντον, ἐν ᾧ τάχα ποτέ, τοῦ Θεοῦ βουληθέντος, τῆς πλάνης λήξομεν. Μόλις γὰρ ἀπογνοὺς τῶν ματαίων ἐλπίδων ἃς ἐπὶ σοὶ εἶχόν ποτε, μᾶλλον δὲ τῶν ὀνείρων, εἰ δεῖ ἀληθέστερον εἰπεῖν (ἐπαινῶ γὰρ τὸν εἰπόντα τὰς ἐλπίδας εἶναι γρηγο ρούντων ἐνύπνια), κατὰ βίου ζήτησιν ἐπὶ τὸν Πόντον ἀπῆλθον. Ἔνθα δή μοι ὁ Θεὸς χωρίον ὑπέδειξεν ἀκριβῶς συμβαῖνον τῷ ἐμῷ τρόπῳ, ὥστε, οἷον πολλάκις εἰώθειμεν ἀργοῦντες ἅμα καὶ παίζοντες τῇ διανοίᾳ συμπλάττειν, τοιοῦτον ἐπὶ τῆς ἀληθείας καθορᾶν. 14.2 Ὄρος γάρ ἐστιν ὑψηλὸν βαθείᾳ ὕλῃ κεκαλυμμένον, ψυχροῖς ὕδασι καὶ διαφανέσιν εἰς τὸ κατ' ἄρκτον κατάρ ρυτον. Τούτου ταῖς ὑπωρείαις πεδίον ὕπτιον ὑπεστόρεσ ται, ταῖς ἐκ τοῦ ὄρους νοτίσι διηνεκῶς πιαινόμενον. Ὕλη δὲ τούτῳ αὐτομάτως περιφυεῖσα ποικίλων καὶ παντοδα πῶν δένδρων μικροῦ δεῖν ἀντὶ ἕρκους αὐτῷ γίνεται, ὡς μικρὰν εἶναι πρὸς τοῦτο καὶ τὴν Καλυψοῦς νῆσον, ἣν δὴ πασῶν πλέον Ὅμηρος εἰς κάλλος θαυμάσας φαίνεται. Καὶ γὰρ οὐδὲ πολὺ ἀποδεῖ τοῦ νῆσος εἶναι, ἕνεκά γε τοῦ παν ταχόθεν ἐρύμασι περιείργεσθαι. Φάραγγες μὲν γὰρ αὐτῷ βαθεῖαι κατὰ δύο μέρη περιερρώγασι· κατὰ πλευρὰν δὲ ἀπὸ κρημνοῦ ὁ ποταμὸς ὑπορρέων τεῖχός ἐστι καὶ αὐτὸς διηνεκὲς καὶ δυσέμβατον· ἐκ δὲ τοῦ ἐπὶ θάτερα τεταμένον τὸ ὄρος, δι' ἀγκώνων μηνοειδῶν ταῖς φάραγξιν ἐπιζευγνύ μενον, τὰ βάσιμα τῆς ὑπωρείας ἀποτειχίζει. Μία δέ τις εἴσοδος ἐπ' αὐτῆς, ἧς ἡμεῖς ἐσμεν κύριοι. Τήν γε μὴν οἴκησιν αὐχήν τις ἕτερος ὑποδέχεται, ὑψηλόν τινα ἐπὶ τῆς ἄκρας ἀνέχων τένοντα, ὥστε τὸ πεδίον τοῦτο ὑφη πλῶσθαι ταῖς ὄψεσι καὶ ἐκ τοῦ μετεώρου ἐξεῖναι καὶ τὸν ποταμὸν περιρρέοντα καθορᾶν, οὐκ ἐλάττονα τέρψιν, ἔμοιγε δοκεῖν, παρεχόμενον ἢ τοῖς ἐκ τῆς Ἀμφιπόλεως τὸν Στρύμονα καταμανθάνουσιν. Ὃ μὲν γὰρ σχολαίῳ τῷ ῥεύματι περιλιμνάζων, μικροῦ δεῖν καὶ τὸ ποταμὸς εἶναι ὑπὸ τῆς ἡσυχίας ἀφῄρηται· ὃ δὲ ὀξύτατα ὧν ἐγὼ οἶδα ποτα μῶν ῥέων, βραχύ τι τῇ γείτονι πέτρᾳ περιτραχύνεται, ὑφ' ἧς ἀναχεόμενος εἰς δίνην βαθεῖαν περιειλεῖται· ὄψιν τε ἡδί στην ἐμοὶ καὶ παντὶ θεατῇ παρεχόμενος καὶ χρείαν τοῖς ἐπιχωρίοις αὐταρκεστάτην, ἰχθύων τε πλῆθος ἀμύθητον ταῖς δίναις ἐντρέφων. Τί δεῖ λέγειν τὰς ἐκ τῆς γῆς ἀναπνοὰς ἢ τὰς ἐκ τοῦ ποταμοῦ αὔρας; Τό γε μὴν τῶν ἀνθῶν πλῆθος ἢ τῶν ᾠδικῶν ὀρνίθων ἄλλος μὲν ἄν τις θαυμάσειεν, ἐμοὶ δὲ οὐ σχολὴ τούτοις προσέχειν τὸν νοῦν. Ὃ δὲ μέγιστον ἔχομεν εἰπεῖν τοῦ χωρίου, ὅτι, πρὸς πᾶσαν ὑπάρχον καρπῶν φορὰν ἐπιτήδειον δι' εὐκαιρίαν τῆς θέσεως, ἥδισ τον ἐμοὶ πάντων