Fragmenta in epistulam ad Romanos
περὶ ἡμᾶς αὐτοῦ σχέσεως, ἣν διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ποιησάμενος ἐνεδείξατο.
ἵνα εἴπῃ τὰ καὶ ὑπὲρ νοῦν ἀνθρώπινον καὶ εὐχήν, ταῦτα ἡμῖν ἡ δεδομένη τοῦ πνεύματος χάρις ἀπορρήτως εἰσπράττεται, καὶ δίδωσιν ἡ ἀπαρχὴ θαρρεῖν περὶ τοῦ παντός. ὥσπερ γὰρ οἱ ἐπὶ τῶν γάμων ἀρραβῶνες οὓς ἀλλήλοις οἱ γαμοῦντες διδόασιν, ἐγγυῶνται τὰ μετὰ ταῦτα, καὶ προφερόμενοι τὰς ἐφ' οἷς δέδονται συνθήκας ἐπὶ πέρας ἀχθῆναι καταναγκάζουσιν, οὕτως οἶμαι καὶ ἡ ἀπαρχὴ τοῦ πνεύματος, τοῦτ' ἔστι τὸ μερικὸν τοῦ πνεύματος χάρισμα, ὅ ἐστιν ἀρραβὼν τῆς κληρονομίας ἡμῶν, τὴν ἐπὶ καιροῦ δοθησο μένην καθόλου χάριν ἡμῖν βεβαιοῖ. δεὸν οὖν ἄρα τοὺς ὑπὲρ αὐτῆς πόνους μὴ ἀποφεύγειν. τὸ δὲ ἐντυγχάνει μεταφορικῶς εἶπεν ἀπὸ τοῦ καὶ ἡμῶν τὰς χρείας ταῖς πρὸς ἀλλήλους ἐντυχίαις ἀνύεσθαι. {Rom 8,27} Οὐκ ἄγνοιαν ἀλλὰ τὴν ἀκριβῆ τοῦ θεοῦ γνῶσιν τῶν καθ' ἡμᾶς διὰ τῆς ἐρευνῶν ἐσήμανε λέξεως, ἐπειδὴ καὶ ἡμεῖς ἐρευνῆς ταῦτα καὶ πλείονος ἀξιοῦμεν ζητήσεως, ἅπερ ἂν ἀκριβῶς μαθεῖν βουληθείημεν. τούτῳ προσέοικε κἀκεῖνο· τὸ πνεῦμα πάντα ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ θεοῦ, καὶ τὸ παρὰ τῷ προφήτῃ Σοφονίᾳ· ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει τις, ἐξερευνήσω τὴν Ἰερουσαλὴμ μετὰ λύχνου. θεὸς οὖν, φησίν, ὁ σαφῶς πάντα τὰ τῶν ἀνθρώπων εἰδώς, οὐδὲ τὸν σκοπὸν τοῦ πνεύματος ἡμῶν ἀγνοεῖ, ἀλλ' οἶδεν ὅτι κατὰ τὸ αὐτοῦ βούλημα ἐφ' ᾧ δέδωκεν αὐτότοῦτο γάρ ἐστι τὸ κατὰ θεόν πρὸς αὐτὸν ποιεῖται τὴν ἔντευξιν, ὥστε τυχεῖν οὓς ἀγαπᾷ ὁλοκλήρου τῆς ἁγιότητος, τοῦτ' ἔστιν ὥστε αὐτοὺς διὰ τῆς ἀναστάσεως εἰς ἀθάνατον καὶ ἀπαθῆ καὶ παντελῶς ἀνόλεθρον μεταστῆναι ζωήν. εἰδὼς δὲ τοῦτο καὶ πληρώσει τὴν δωρεάν. 383 {Rom 8,28} Ἀλλὰ μὴν καὶ τοῦτο ἡμῖν, φησί που, πάντως ἀνωμολόγηται, ὅτι ὁ θεὸς οὐκ ἐγκαταλείπει τοὺς ἀγαπῶντας αὐτόν, ἀλλὰ πάντα αὐτοῖς τὰ περὶ αὐτοὺς συμβαίνοντα γίνεσθαι παρασκευάζει πρὸς ἀγαθόν, ἅτε καὶ κατὰ τὴν ἀγαθῶν αὐτῶν πρόθεσιν προσκεκλημένος αὐτούς. ἐντεῦθεν μέντοι καὶ τὴν ἀπολογίαν τὴν ὑπὲρ τῆς τῶν Ἰουδαίων ἀποβολῆς ἤρξατο προκατασκευάζειν. {Rom 8,29} Ἢ συμμόρφους, φησί, τῆς εἰκόνος τοῦ υἱοῦ αὐτοῦ, ἀντὶ τοῦ τῆς υἱότητος τοῦ σώματος αὐτοῦ. διὸ καὶ ἐπήγαγεν· εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον, εἰ γὰρ καὶ μετέδωκε τῆς υἱοθεσίας καὶ ἄλλοις, οὐδὲν ἐντεῦθεν τὸν υἱὸν ἐζημίωσεν, ἔχει γὰρ καὶ οὕτως ἐκεῖνος τὴν κατὰ πάντων ὑπεροχὴν καὶ πλεονεκτεῖ τοῖς πρωτοτόκοις τῶν ἀδελφῶν. {Rom 8,31-32} Θεοῦ τοίνυν, φησίν, ὄντος ὑπὲρ ἡμῶν, ἡμεῖς ἄλλον τινὰ τῶν πάντων φοβηθησόμεθα; καὶ τὸν ἴδιον υἱὸν οὕτως ὑπὲρ ἡμῶν ὁ δοὺς ἀφειδῶς, οὗτος εἰς ἡμᾶς περὶ τῶν ὑπολοίπων σμικρολογήσεται; οὐκ ἔστι πάντα δεύτερα θεῷ τῆς ἀγάπης αὐτοῦ τῆς περὶ ἡμᾶς; εὔκαιρον τοῦτο νῦν ἐπισχεῖν ὅτι ἐνταῦθα τὸν υἱὸν παρὰ τοῦ πατρὸς ὑπὲρ ἡμῶν παραδεδόσθαι λέγων, ὁ Παῦλος ἐν τῇ πρὸς Ἐφεσίους αὐτὸν παρ' ἑαυτοῦ λέγει τὸν υἱὸν τοῦτο πεποιηκέναι· ὁ Χριστὸς γάρ, φησίν, ἠγάπησεν ἡμᾶς καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν, τί διδάσκων ἡμᾶς ἕτερον ἢ ἓν εἶναι πατρὶ καὶ υἱῷ τῆς ἀνθρώπου σωτηρίας τὸ βούλημα; 384 {Rom 8,33-34a } Ἐγκαλούντων τοιγαροῦν οἱ βουλόμενοι καὶ κατηγορούντων ἡμᾶς οὐ γὰρ ἰσχύουσιν ἡμῖν μήνασθαι τὸ παράπαν τῆς θεοῦ ψήφου μεθ' ἡμῶν τε καὶ ὑπὲρ ἡμῶν τεταγμένης ... βούλεται εἰπεῖν ὅτι μηδενὶ δυνατὸν ταῦτα ἡμῶν ἀφελέσθαι, ἃ προλαβὼν ὁ θεὸς ἡμῖν ἐχαρίσατο. οὔτε οὖν ἐκλεξαμένου ἡμᾶς τοῦ θεοῦ ἐπὶ τῇ τῶν μελλόντων ἀπολαύσει ἀνατραπῆναι ὑπό τινος τὴν ἐκλογὴν ἡμῶν δυνατόν, οὔτε παρέχοντος ἡμῖν τὰ προσδοκώμενα, καὶ πρό γε πάντων τὴν ἀληθινὴν ἐκείνην δικαίωσιν ἐν ᾗ καταστησόμεθα, ἁμαρτεῖν οὐκ ἐπιδεχόμενοι τότε, ἔσται τις ὁ μεταβολὴν τῶν καθ' ἡμῶν ποιῆσαι δυνάμενος. ὥστε οὐ προσῆκε δεδιέναι τοὺς διώκοντας· ἀφελέσθαι γὰρ τὰ ἀγαθὰ παρ' ἡμῶν δύνανται οὐδαμῶς, ἅπερ ἐπὶ τοῦ μέλλοντος ἡμῖν αἰῶνος προσέσεσθαι ἐλπίζομεν. διὸ εἶπε τὴν ἐκλογὴν καὶ τὴν δικαίωσιν· διὰ μὲν τῆς ἐκλογῆς τὸ πρὸς τοῦτο ἐντεῦθεν ἤδη ἀφωρίσθαι, σημαίνων δὲ διὰ τῆς δικαιώσεως τὸ εἶναι αὐτῶν ἐν ἀπολαύσει τότε, δικαίωσιν τὸ ἁμαρτίαν μὴ ἐπιδέχεσθαι καλῶναὕτη γὰρ ἀληθὴς δικαίωσιςἀπὸ δὲ