17
πρὸς Θεὸν μεταφέροντες, ὥστε δύνασθαι λέγειν· Κύριε, ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου· καὶ, Ἡμέραν ἀνθρώπου οὐκ ἐπ εθύμησα. ∆εῖ γὰρ γενέσθαι ἄνδρα ἐπιθυμιῶν τῶν τοῦ Πνεύματος. Οὕτως ἂν ἡμῖν καὶ ὁ τὸ πλεῖστον τῆς ἰσχύος ἐπὶ τοῦ ὀμφαλοῦ καὶ τῆς ὀσφύος φέρων δράκων καταλυθείη, τῆς περὶ ταῦτα δυναστείας αὐτῷ νεκρωθείσης. Μὴ θαυμάσῃς δὲ, εἰ καὶ τοῖς ἀσχήμοσιν ἡμῶν, τιμὴν περισσοτέραν τίθημι, λόγῳ νεκρῶν ταῦτα καὶ σωφρονίζων, καὶ κατὰ τῆς ὕλης ἱστάμενος. Πάντα δῶμεν Θεῷ τὰ μέλη ἐπὶ τῆς γῆς, πάντα καθιερώσωμεν. Μὴ λοβὸν ἥπατος, μηδὲ νεφροὺς μετὰ τῆς πιμελῆς, μηδὲ τὸ μέρος τοῦ σώματος, μηδὲ τὸ καὶ τό. ∆ιὰ τί γὰρ τὰ ἄλλα ἡμῖν ἀτιμαστέα; Ὅλους δὲ 36.417 ἡμᾶς αὐτοὺς ἀνενέγκωμεν· γενώμεθα ὁλοκαυτώματα λογικὰ, θύματα τέλεια· μηδὲ τὸν βραχίονα μόνον, μηδὲ τὸ στηθύνιον μόνον, ἀφαίρεμα ἱερατικὸν ποιώμεθα (μικρὸν γὰρ τοῦτο)· ἀλλ' ὅλους δι δόντες ἡμᾶς αὐτοὺς, ὅλους ἀντιλαμβάνωμεν· ἐπειδὴ τοῦτό ἐστι λαβεῖν καθαρῶς, τὸ τῷ Θεῷ δοθῆναι, καὶ ἱερουργῆσαι τὴν ἡμῶν αὐτῶν σωτηρίαν.
ΜΑʹ. Ἐπὶ πᾶσι, καὶ πρὸ πάντων, φύλασσέ μοι τὴν καλὴν παρακαταθήκην, ᾗ ζῶ καὶ πολιτεύομαι, ἣν καὶ συνέκδημον λάβοιμι, μεθ' ἧς καὶ ἀλγεινὰ πάντα φέρω, καὶ τερπνὸν ἅπαν διαπτύω, τὴν εἰς Πατέρα, καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα ὁμολογίαν. Ταύτην πιστεύω σοι σήμερον· ταύτῃ καὶ συμβαπτίσω καὶ συνανάξω σε. Ταύτην δίδωμι παντὸς τοῦ βίου κοινωνὸν καὶ προστάτιν, τὴν μίαν θεότητά τε καὶ δύναμιν ἐν τοῖς τρισὶν εὑρισκομένην ἑνικῶς, καὶ τὰ τρία συλλαμβάνουσαν μεριστῶς· οὔτε ἀν ώμαλον οὐσίαις ἢ φύσεσιν, οὔτε αὐξομένην, ἢ μειουμένην ὑπερβολαῖς καὶ ὑφέσεσι, πάντοθεν ἴσην, τὴν αὐτὴν πάντοθεν, ὡς ἓν οὐρανοῦ κάλλος καὶ μέγε θος· τριῶν ἀπείρων ἄπειρον συμφυΐαν, Θεὸν ἕκαστον καθ' ἑαυτὸ θεωρούμενον, ὡς Πατέρα καὶ Υἱὸν, ὡς Υἱὸν καὶ τὸ ἅγιον Πνεῦμα, φυλασσομένης ἑκάστῳ τῆς ἰδιότητος. Θεὸν τὰ τρία σὺν ἀλλήλοις νοούμενα, ἐκεῖνο διὰ τὴν ὁμοουσιότητα, τοῦτο διὰ τὴν μοναρ χίαν. Οὐ φθάνω τὸ ἓν νοῆσαι, καὶ τοῖς τρισὶ περι λάμπομαι· οὐ φθάνω τὰ τρία διελεῖν, καὶ εἰς τὸ ἓν ἀναφέρομαι. Ὅταν ἕν τι τῶν τριῶν φαντασθῶ, τοῦτο νομίζω τὸ πᾶν, καὶ τὴν ὄψιν πεπλήρωμαι, καὶ τὸ πλεῖον διέφυγεν. Οὐκ ἔχω τὸ μέγεθος τούτου καταλαβεῖν, ἵνα δῶ τὸ πλεῖον τῷ λειπομένῳ. Ὅταν τὰ τρία συνέλω τῇ θεωρίᾳ, μίαν ὁρῶ λαμ πάδα, οὐκ ἔχων διελεῖν ἢ μετρῆσαι τὸ φῶς ἑνιζόμενον.
ΜΒʹ. Φοβῇ σὺ γέννησιν, ἵνα μή τι πάθῃ Θεὸς, ὁ μὴ πάσχων; Ἐγὼ φοβοῦμαι τὴν κτίσιν, ἵνα μὴ Θεὸν ἀπολέσω διὰ τῆς ὕβρεως, καὶ τῆς ἀδίκου κατατομῆς, ἢ τὸν Υἱὸν τέμνων ἀπὸ τοῦ Πα τρὸς, ἢ ἀπὸ τοῦ Υἱοῦ τὴν οὐσίαν τοῦ Πνεύμα τος. Τὸ γὰρ παράδοξον, ὅτι μὴ κτίσις ἐπάγεται μόνον Θεῷ παρὰ τοῖς κακῶς θεότητα ταλαντεύου σιν, ἀλλὰ καὶ αὐτὴ πάλιν ἡ κτίσις εἰς ἑαυτὴν τέμνε 36.420 ται. Ὥσπερ τοῦ Πατρὸς ὑποστέλλεται ὁ Υἱὸς τοῖς ταπεινοῖς καὶ κάτω κειμένοις, οὕτως ὑποστελ λομένης πάλιν καὶ ἀπὸ τοῦ Υἱοῦ τῆς ἀξίας τοῦ Πνεύματος· ὡς ἂν καὶ Θεὸς, καὶ κτίσις ὑβρίζηται τῇ καινῇ ταύτῃ θεολογίᾳ. Οὐδὲν τῆς Τριάδος, ὦ οὗτοι, δοῦλον, οὐδὲ κτιστὸν, οὐδὲ ἐπείσακτον, ἤκουσα τῶν σοφῶν τινος λέγοντος. Εἰ ἔτι ἀνθρώποις ἤρεσκον, Χριστοῦ δοῦλος οὐκ ἂν ἤμην, φησὶν ὁ θεῖος ἀπόστολος. Εἰ ἔτι κτίσματι προσεκύνουν, ἢ εἰς κτίσμα ἐβαπτιζόμην, οὐκ ἂν ἐθεούμην, οὐδὲ τὴν πρώτην μετεποιούμην γέννησιν. Τί φήσω πρὸς τοὺς τὴν Ἀστάρτην προσκυνοῦντας, ἢ τὸ Χαμὼς βδέλυγμα Σιδωνίων, ἢ τοῦ ἄστρου τὸν τύπον, τοῦ μικρὸν ὑπὲρ ταῦτα Θεοῦ τοῖς εἰδωλολά τραις, πλὴν κτίσματος καὶ ποιήματος· αὐτὸς, ἢ μὴ προσκυνῶν τὰ δύο, εἰς ἃ συμβεβάπτισμαι, ἢ προσκυ νῶν τὰ ὁμόδουλα; Ὁμόδουλα γὰρ, καὶ εἰ μι κρὸν τιμιώτερα· ἐπεὶ καὶ ἐν ὁμοδούλοις ἐστί τις δια φορὰ καὶ προτίμησις.
ΜΓʹ. Θέλω τὸν Πατέρα μείζω εἰπεῖν, ἐξ οὗ καὶ τὸ ἴσοις εἶναι, τοῖς ἴσοις ἐστὶ, καὶ τὸ εἶναι. Τοῦτο γὰρ παρὰ πάντων δοθήσεται. Καὶ δέδοικα τὴν ἀρχὴν, μὴ ἐλαττόνων ἀρχὴν ποιήσω, καὶ καθυβρίσω διὰ τῆς προτιμήσεως· οὐ γὰρ δόξα τῷ ἐξ