1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

17

εἶναι φάσκουσι. Συνεχώρησε δέ, φησίν, ὁ ἀγαθὸς θεὸς μέρος ἑαυτοῦ ὑπ' αὐτῆς ἁρπασθὲν αἰχμάλωτον γενέσθαι, ὅπως αὐτὴν περιγράψῃ καὶ περιορίσῃ τοῦ μὴ περαιτέρω προβαίνειν εἰς τὰ ἑαυτοῦ ὅρια. Εἰ ἄναρχος, ἀγένητος, ἀσώματος, ἄποιος, ἀόρατος ἡ ὕλη, ὁμοίως καὶ ὁ ἀγαθὸς θεός, ἐκ δὲ τῆς οὐσίας αὐτῶν τὰ πάντα, πῶς ὁρῶνται τὰ ἐξ αὐτῶν γενόμενα; Τὸ γὰρ ἐξ ἀσωμάτου καὶ ἀοράτου οὐσίας προερχόμενον ἀσώματον πάντως ἔσται καὶ ἀόρατον. Καὶ πρὸ τούτου, εἰ καὶ αἱ δύο οὐσίαι ἄναρχοι καὶ ἀγένητοι καὶ ἀίδιοι, ἐξ αὐτῶν δέ ἐσμεν ἡμεῖς οὐκ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι ὑπ' αὐτῶν παραχθέντες, ἀλλ' ἐκ τῆς οὐσίας αὐτῶν, ἄναρχοι καὶ ἀίδιοί ἐσμεν ἡμεῖς· ἑκάστης γὰρ οὐσίας γέννημα ὁμοούσιον τῇ γεννησάσῃ οὐσίᾳ· ἀιδίου ἀίδιον, ἀγεννήτου ἀγέννητον, ἀνάρχου ἄναρχον. Καὶ πάλιν· Εἰ ἐκ τῆς οὐσίας τοῦ ἀγαθοῦ καὶ τοῦ πονηροῦ ἡ σύστασις ἡμῶν, οὐ κτίσματα, ἀλλὰ τέκνα ἐσμέν, καὶ οὐκ ἔστι κτίσις ἐν κόσμῳ. Καὶ πάλιν· Εἰ ἀδύνατον τραπῆναι τὴν οὐσίαν τοῦ ἀγαθοῦ εἰς πονηρὸν καὶ ὅλως λογίσασθαι ἢ πρᾶξαι πονηρὸν καὶ ἀδύνατον τὸν πονηρὸν τραπῆναι καὶ λογίσασθαι ἢ πρᾶξαί τι ἀγαθόν· -ἡ δὲ ψυχὴ ἡμῶν τοῦ ἀγαθοῦ-, ἀδύνατόν ἐστι τὴν ψυχὴν ἡμῶν λογίσασθαι φαῦλόν τι καὶ τὸ σῶμα ἡμῶν πρᾶξαι ἀγαθόν. Ἀλλ' ὁρῶμεν πολλὰς ψυχὰς λογιζομένας πονηρὰ ὡς τὰς τῶν Μανιχαίων καὶ πολλὰ σώματα ποιοῦντα ἀγαθὰ ὡς τὰ τῶν ἁγίων. Καὶ πάλιν· Εἰ καὶ ὁ πονηρὸς σύνθετός ἐστιν ἐξ ἀσωμάτου καὶ σώματος καὶ ὁ ἀγαθὸς ὁμοίως καὶ ἡ μὲν ψυχὴ ἡμῶν τῆς οὐσίας τοῦ ἀγαθοῦ ἐστι, τὸ δὲ σῶμα τοῦ πονηροῦ, καὶ ἡ ψυχὴ ἡμῶν σύνθετος ἔσται ἐξ ἀσωμάτου καὶ σώματος καὶ τὸ σῶμα ἡμῶν. Καὶ πάλιν· Εἰ ἄναρχος ἡ ὕλη, εἰ μὲν ἀσώματος, πῶς ἐξ ἀσωμάτου οὐσίας προῆλθε; Τὸ γὰρ ἄναρχον, πάντως ἄτρεπτον· τὰ φύσει ἁπλᾶ οὐ πέφυκεν ἑνοῦσθαι. Πῶς οὖν ἐγένετο σύγκρασις; Καὶ πάλιν· Εἰ σύνθετος ἡ ὕλη ἐξ ἀσωμάτου καὶ σώματος, τὸ δὲ σῶμα ἐναντίον τῷ ἀσωμάτῳ, τίς ὁ ἑνώσας τὰ ἐναντία; Οὐκ ἂν γὰρ τὰ ἐναντία τοῖς ἐναντίοις ὡμίλει φιλικῶς συναπτόμενα εἰς ἓν ὕφος καὶ μίαν ὑπόστασιν, εἰ μὴ ἡ τοῦ δημιουργοῦ δύναμις εἰς ἓν αὐτὰ συνεβίβασεν. Ἡ ὕλη ἄρα σύνθετος οὖσα ὑπὸ θείου λόγου τὸ εἶναι εἴληφε. Καὶ πάλιν· Ἡ ὕλη φθορά ἐστιν ἢ φθαρτή; Ἡ μὲν γὰρ φθορὰ φθείρει καὶ οὐ φθείρεται, τὸ δὲ φθαρτὸν φθείρεται ὑπὸ τῆς φθορᾶς· καὶ τὸ μὲν φθαρτόν, τουτέστιν τὸ φθειρόμενον, ἡ ὕλη. 62 Τί ἐστι φθεῖρον ἢ φθορὰ ἢ φθαρτή; Φθορὰ μὲν γάρ ἐστιν ἡ τῶν συντεθέντων διάλυσις. Φθείρει δὲ ὁ τὴν φθορὰν ἐπάγων, φθείρεται δὲ τὸ διαλυόμενον σύνθετον. Καὶ τὸ μὲν φθεῖρον καὶ φθειρόμενον οὐσίαι εἰσίν, ἡ δὲ φθορὰ συμβεβηκὸς ἐν τῷ λύεσθαι τὰ συντεθέντα θεωρουμένη καὶ οὔτε προϋπάρχουσα οὔτε μετὰ τὸ λυθῆναι διαμένουσα. 63 Τί οὖν ἐστιν ἡ ὕλη, φθείρουσα ἢ φθορὰ ἢ φθαρτή; Καὶ εἰ μὲν εἴπητε, ὅτι φθείρουσα, εἴπατε, τί φθείρει εἰ μὴ τὸν ἀγαθόν; Οὐδὲν γὰρ λέγετε ἕτερον εἰ μὴ τὴν ὕλην καὶ τὸν ἀγαθόν. Εἰ οὖν δύο ἦσαν, φθείρει ἡ ὕλη, γενεσιουργεῖ δὲ ὁ ἀγαθός, ἢ ἡ μὲν ὕλη συνίσταται, φθείρεται δὲ καὶ ἀπόλλυται ὁ ἀγαθός. Εἰ δὲ ἑαυτὴν φθείρει, γνῶτε, ὡς οὐδὲν ἑαυτοῦ ἐστιν φθαρτικόν· εἰ δὲ καὶ ἑαυτὸ ἔφθειρεν, ἀνάλωσεν ἂν ἑαυτὸ καὶ εἰς ἀνυπαρξίαν ἤλασε. Πῶς δὲ καὶ τὸ φθειρόμενον ἄναρχον; Εἰ δὲ φθαρτή, ὑπὸ τίνος φθείρεται εἰ μὴ ὑπὸ τοῦ ἀγαθοῦ, καὶ ἔσται ὁ ἀγαθὸς φθορεύς. Εἰ δὲ φθορά ἐστιν, ὑπὸ τίνος ἐνεργεῖται καὶ ἔστιν; Ἡ γὰρ φθορὰ διάλυσίς ἐστιν, ὡς εἴπομεν. Τίς οὖν ὁ διαλύων καὶ τί τὸ διαλυόμενον; Ὅτι δὲ οὐ δύναται ἡ ὕλη φθορὰ εἶναι καὶ φθαρτὴ οὐσία, ἐντεῦθεν γνωστόν· ἡ μὲν γὰρ φθαρτὴ οὐσία προηγεῖται καὶ προϋφίσταται ὡς συντεθεῖσα ὑπόστασις. Ἡ δὲ φθορὰ ἐπιγίνεται μετὰ τὴν σύνθεσιν λύουσα τὰ συντεθειμένα. Πῶς δὲ καὶ ἦν ἡ οὐσία τῆς ὕλης σύνδρομον καὶ συνουσιωμένην ἔχουσα τὴν φθοράν; Ἀλλ' ἴσως ἐρεῖτε, ὅτι ἦν ποτε οὐκ ἐνεργείᾳ φθορά, ἀλλὰ δυνάμει, ὁμοίως καὶ φθαρτόν. Ἀλλὰ γνῶτε, ὅτι τὸ μὲν εἶναι φθαρτικὸν ἢ δημιουργικόν, μήπω δὲ ἐνεργεῖν τὴν φθορὰν ἢ τὴν