1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

17

τοιοῦτός ἐστιν ὁ Κρόνος τεκνοφάγος, ἐπανίσταται αὐτῷ, καὶ ἀποσπᾷ ἀπ' αὐτοῦ τὴν βασιλείαν, καὶ ποιεῖ ἐκπεσεῖν τῆς ἀρχῆς τὸν Κρόνον τὸν ἴδιον πατέρα. Κατὰ μίμησιν δὲ εἶπε τοῦ πατρὸς ὅτι καὶ ὁ Κρόνος ἐπανέστη τῷ Οὐρανῷ, καὶ ἐξέτεμεν αὐτοῦ τὰ αἰδοῖα, καὶ ἔλαβε τὴν βασιλείαν. Γλυκὺν δὲ λίθον καλεῖ τὸν ∆ία καὶ τὸν αὐτὸν πικρὸν τυραννοκτόνον. Λίθον μὲν ἐπειδὴ, ὡς εἶπον, ἡ Ῥέα λίθον δέδωκε τῷ Κρόνῳ καταπιεῖν ἀντὶ τοῦ ∆ιός. Τυραννοκτόνον δὲ καλεῖ ἢ ὅτι ἐπανέστη τῷ Κρόνῳ ὁ Ζεύς, ἢ ὅτι ὁ τούτου λίθος ἐποίησεν αὐτὸν ἐμέσαι καὶ οὓς πρότερον κατέπιεν. 4.90 Ἐνενηκοστή ἐστιν ἱστορία ἡ περὶ τοῦ Κερδῴου θεοῦ. ἔστι δὲ αὕτη. Κερδῷον θεὸν καλοῦσιν τὸν Ἑρμῆν οἱ Ἕλληνες, ὡς κέρδους περιποιητικόν. διὸ καὶ Ἀριστοφάνης ὁ κωμικὸς ἐν τῷ δράματι τῷ Πλούτῳ ἀπορῶν τίνα δεῖ καλέσαι τὸν Ἑρμῆν φησιν, Ἐμπολαῖον αὐτὸν ἱδρυσώμεθα, τουτέστι, κέρδους ἔφορον. 4.91 Ἐνενηκοστὴ πρώτη ἐστὶν ἱστορία ἡ περὶ τοῦ πάντα γινομένου διὰ τὰς γυναῖκας. λέγει δὲ περὶ τοῦ ∆ιός. Ὁ γὰρ Ζεὺς ἀετὸς γενόμενος ἥρπασε τὸν Γανυμήδην, ἐρασθεὶς αὐτοῦ πρὸς παιδεραστίαν. Φρὺξ δὲ ὁ Γανυμήδης. ὁ δὲ μῦθος ἔχει ὅτι ἥρπασεν ὁ Ζεὺς τὸν Γανυμήδην ἵνα ποιήσῃ αὐτὸν οἰνοχόον ὅταν ἀριστοποιῇ τοῖς θεοῖς. οὗτος δὲ ὁ Ζεὺς γενόμενος χρυσὸς ∆ανάῃ συνεγένετο, ταῦρος δὲ τὴν Εὐρώπην ἥρπασε, κύκνος δὲ γενόμενος Λήδαν ἐπόρνευσεν. Περὶ δὲ τῶν πεντήκοντα Θεστίου θυγατέρων, ἤδη εἰρήκαμεν ὅτι ὁ Ἡρακλῆς εἰς μίαν νύκτα συνεγένετο ταῖς πεντήκοντα θυγατράσι Θεστίου. ὁ αὐτὸς δὲ ὁ Ἡρακλῆς καλεῖται καὶ ὁ Τριέσπερος, ὡς ἤδη εἰρήκαμεν, ὡς ἐν τρισὶν ἡμέραις γεννηθείς. 4.92 Ἐνενηκοστὴ δευτέρα ἐστὶν ἱστορία ἡ περὶ τοῦ ἐπικόπτειν τοῦ θυμοῦ τὸν Ἄρεα. Φανερὰ δὲ αὕτη ἐστὶν ὅτι λέγεται ἔφορος τῶν πολέμων ὁ Ἄρης καὶ ὀργὴν πνέων, ἐπειδὴ δεόμεθα ἐν τοῖς πολέμοις ἵνα τὸ θυμικὸν κινῆται ἐν ἡμῖν. 4.93 Ἐνενηκοστὴ τρίτη ἐστὶν ἱστορία ἡ περὶ τῆς μέθης τοῦ ∆ιονύσου. ἔστι δὲ αὕτη. Λέγεται ὅτι τῆς ἀμπέλου ἔφορός ἐστιν ὁ ∆ιόνυσος καὶ τοῦ οἴνου καὶ αὐτῆς τῆς μέθης, καὶ ὅτι καὶ αὐτὸν ποιοῦσι μεθυσκόμενον, τῆς Ἥρας αὐτῷ τὸ μεθύσκεσθαι εἰσηγησαμένης ἵνα γένηται παράφρων. ὠργίζετο γὰρ αὐτῷ ἡ Ἥρα ὡς υἱῷ τοῦ ∆ιός. ἐζηλοτύπει γὰρ τοὺς ἐκ τοῦ ∆ιὸς γεννωμένους. 4.94 Ἐνενηκοστὴ τετάρτη ἐστὶν ἱστορία ἡ περὶ τῆς μισοξένου Ἀρτέμιδος. ἔστι δὲ φανερά. Εἴπομεν γὰρ περὶ τῆς Ἰφιγενείας καὶ τῶν Ταύρων ἀνθρώπων. ἡ γὰρ Ἄρτεμις ἐτιμᾶτο παρὰ τοῖς Ταύροις ἐν Σκυθίᾳ, καὶ ἔχουσα τὴν Ἰφιγενείαν, τὴν Ἀγαμέμνονος θυγατέρα, ἱέρειαν τοὺς ξένους αὐτῇ καταθύουσαν ἔχαιρε τῇ ξενοκτονίᾳ. 4.95 Ἐνενηκοστὴ πέμπτη ἐστὶν ἱστορία ἡ κατὰ τὸν Λοξίαν χρησμολόγον. ἔστι δὲ αὕτη. Ὁ Ἀπόλλων μαντευόμενος, οὐ σαφῶς οὐδὲ διαρρήδην τοὺς χρησμοὺς τοῖς χρησμῳδουμένοις ἔλεγεν, ἀλλ' ἀσαφῶς καὶ λοξῶς· διὸ ἤκουσε Λοξίας, ὡς τἀναντία τῶν ἐκβησομένων χρησμῳδῶν. καὶ ἐκ τούτου ἠπατῶντο πολλοί, ὧν μετὰ πάντων ὁ Κροῖσος ὁ Λυδός. ἦν γὰρ αὐτῷ ὁ δοθεὶς χρησμὸς οὗτος· Κροῖσος Ἅλυν διαβὰς μεγάλην ἀρχὴν καταλύσει. οὐκ ἦν δὲ σαφὲς ποίαν ἀρχὴν καταλύσει. νομίσας οὖν ὁ Κροῖσος ὅτι τὴν τῶν ἐναντίων λέγει ἀρχήν, ἐπέρασε τὸν Ἅλυν ποταμόν, καὶ τὴν οἰκείαν ἀρχὴν κατέλυσεν. 4.96 Ἐνενηκοστὴ ἕκτη ἐστὶν ἱστορία ἡ περὶ τῆς γέλωτος ἀμετρίας. ἔστι δὲ αὕτη. Ἡ περὶ τοῦ Ἡφαίστου· ὅτε ταῖς πάγαις τὸν Ἄρεα διὰ τὴν μοιχείαν τῆς Ἀφροδίτης συνέδησεν καὶ ἐκάλεσεν τοὺς θεούς, πολὺν δῆθεν κατ' αὐτοῦ κατέχεον γέλωτα. Χωλεύοντα δὲ λέγει θεὸν αὐτὸν τὸν Ἥφαιστον· χωλὸς γὰρ ὁ θεὸς οὗτος ἦν παρ' αὐτοῖς. ταῖς δὲ Ἄρεως κνήμαις ἐπετέρπετο ὁ Ἥφαιστος ὡς κατὰ τὰς κνήμας ἐμπεσὼν ὁ Ἄρης εἰς τὰς πάγας τοῦ Ἡφαίστου. 4.97 Ἐνενηκοστὴ ἑβδόμη ἐστὶν ἱστορία ἡ περὶ τοῦ Ἐπὶ δαῖτα λιπαρὰν τρέχειν τὸν ∆ία. Ἔστι δὲ καὶ αὕτη παρ' Ὁμήρῳ, ὅτι ὁ Ζεὺς ἀπῆλθεν ἐν τῇ Αἰθιοπίᾳ ἐπὶ ἄριστον, ὃ οἱ Αἰθίοπες ποιήσαντες, ἐκάλεσαν καὶ αὐτὸν καὶ τοὺς ἄλλους θεοὺς σὺν αὐτῷ. τὸ δὲ ἄριστον τὸ τῶν Αἰθιόπων καὶ ἡ δαὶς αὕτη ἐστίν. θυσία ἦν γινομένη τῷ ∆ιί. τὰ δὲ ἔπη εἰσὶ ταῦτα· Ζεὺς γὰρ ἐς Ὠκεανὸν μετ' ἀμύμονας Αἰθιοπῆας χθιζὸς ἔβη κατὰ δαῖτα, θεοὶ δ' ἅμα πάντες