170 Ps 101,3 Ὅμοιον δυνάμει τὸ λεγόμενον τῇ Σαλομῶνος εὐχῇ
291 Ps 140,2 Εἰ πρωῒ τὸν ἐπιόντα βίον συνίεμεν τὸν ἐν ἀναπαύσει καὶ δόξῃ
δεσπότην. εἰ γὰρ καὶ ἐγκλήματα κατὰ τῶν δούλων εἴη δίκαια, ἀλλὰ καὶ φειδὼ περὶ τὸ οἰκεῖόν ἐστιν ἀπανθρώπως ὑπὸ τοῦ ἀλλοτρίου πορθούμενον. λέγει δὲ καὶ ὁσίων σώματα θηρίοις γεγενῆσθαι βρώματα καὶ τὸ αἷμα αὐτῶν ἀφειδῶς ὕδατος δίκην ἐκκεχῦσθαι πρὸ τῆς Ἱερουσαλήμ, ἴσως μέν που καὶ διὰ τὴν ἐξ ἀρχῆς ἐκλογὴν ὁσίους καλῶν τοὺς ἐπταικότας, ὥσπερ αὖ καὶ ὁ ἀπόστολος ἁγίας λέγει καὶ τοὺς δι' ἀσέβειαν ἀποκεκλασμένους κλάδους (διότι τῆς ῥίζης ἦσαν ἁγίας), ἴσως δὲ καὶ συναπολωλότας δηλοῖ τοῖς ἀδίκοις ὁσίους, ὅπερ ἐν ἁλώσει καὶ συντελείᾳ πόλεώς τε καὶ ἔθνους γίνεται καὶ διὰ τοῦ Ἱεζεκιὴλ δεδήλωται γινόμενον· τάδε γὰρ λέγει· Φησὶν κύριος Ἰδοὺ ἐγὼ πρὸς σὲ καὶ ἐκπετάσω τὸ ἐγχειρίδιόν μου ἐκ τοῦ κολεοῦ αὐτοῦ καὶ ἐξολοθρεύσω ἐκ σοῦ, Ἀκύλας δίκαιον καὶ ἀσεβῆ, Ο καὶ ἐκκόψω ἐκ σοῦ δίκαιον καὶ ἀσεβῆ. ὃ δὴ καὶ ἀλληγορικώτερον προείρητο οὕτως· Ἰδοὺ ἐγὼ ἀνάπτω ἐν σοὶ πῦρ, καὶ καταφάγεται ἐν σοὶ πᾶν ξύλον, Ἀκύλας ὑγρόν, Ο καὶ πᾶν ξύλον ξηρόν· ὑγροῦ μὲν ἀλληγορουμένου ξύλου τοῦ δικαίου ἀνδρός, ξηροῦ δὲ τοῦ ἀσεβοῦς, ὅπερ καὶ τὸ ἀληθὲς δίκαιον ξύλον ἑαυτὸν ὁ κύριος ἐδήλωσε λέγων Εἰ ἐν τῷ ὑγρῷ ξύλῳ ταῦτα ποιοῦσιν, ἐν τῷ ξηρῷ τί γίνεται; εἰ δὲ ὁ κύριος ἐκοινώνησεν τῶν ἐπιφερομένων τῷ κόσμῳ καθὸ τῆς σαρκὸς ἐκοινώνησεν, ἁμαρτίας δὲ οὐδεμιᾶς, οὐδὲν θαυμαστὸν καὶ ἀνθρώπους δικαίους, μετόχους ἁμῆ γέ πῃ καὶ ἁμαρτίας ὄντας, μετόχους καὶ τῶν ἐφ' ἁμαρτίαις γίνεσθαι συμφορῶν, ἐν ἴσῳ μὲν τοῖς ἀδίκοις πάσχειν φονευομένους ὥσπερ καὶ αὐτὸς ἐν ἀνόμοις ἐλογίσθη, παρὰ θεῷ δὲ διακεκριμένους· οἷον ἦν τὸ τοῦ Ἱερεμίου μεταξὺ τῶν ἀσεβῶν αἰχμαλώτου λαμβανομένου, ἔχοντος δέ τινα καὶ παρ' ἀνθρώποις διάκρισιν μετὰ τὴν αἰχμαλωσίαν ἐν τῇ τιμῇ τῇ παρὰ τοῦ αἰχμαλωτίσαντος. ὁ δὲ καὶ μέχρι θανάτου κοινωνήσειεν τοῖς ἁμαρτωλοῖς δίκαιος ὤν, τούτῳ τὰ μετὰ θάνατον ἤδη χρηστὰ πρὸς διάκρισιν τὴν ἀπὸ πονηρῶν ἀποκείσεται, καθάπερ Ἰωσίᾳ τῷ βασιλεῖ· δικαιότατος γὰρ δὴ καὶ οὗτος ὢν ἐν πολέμῳ τέθνηκεν ἐπικρατοῦντος τοῦ Αἰγυπτίου, τῆς Ἰσραηλιτικῆς ἀσεβείας πολλῆς τε προγεγενημένης καὶ οὐ δεχομένης συγχώρησιν. αὐτοῖς τε οὖν τοῖς δικαίοις, εἰ μετὰ τῶν ἁμαρτωλῶν πάθοιεν, ἀπόκειται τὰ παρὰ τοῦ θεοῦ μετὰ τὸ πάθος καλλίονα· καὶ δὴ καὶ τοῖς δι' ἁμαρτίας πάσχουσιν ἀδελφοῖς καὶ ὁμογενέσι πολλὴ δι' αὐτῶν ἐπικουρία, ὥστε τῆς ἐκείνων ἀναιρέσεως ἕνεκα γενέσθαι θεοῦ τινα εἰς τὸ γένος ἐπιστροφήν, ὅπερ καὶ νῦν ὁ προφήτης ἀξιοῖ. 129 Ps 78,4 Ταῦτα δικαιολογίας ἤρτηται δεκτῆς παρὰ θεῷ. εἰ γὰρ καὶ ἡμεῖς ἄξιοι, φησίν, ὧν πεπόνθαμεν, ἀλλὰ τὸ ὄνομα τὸ σὸν συνονειδίζεται, ὥσπερ καὶ αὐτὸς ὁ θεὸς διὰ τοῦ Ἡσαΐου λέγει ∆ιὰ παντὸς δι' ὑμᾶς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσιν. 130 Ps 78,7 Ὅτι θηρίων δίκην, φησίν, ἐλυμήναντο τὸ θεοσεβὲς ἔθνος καὶ χώραν ἠρήμοσαν ἱεράν.
131 Ps 79,3.4 Καθήμενον ἐπὶ τῶν χερουβὶμ ὀνομάσας τὴν ἐξουσίαν δηλοῖ τὴν
οὐράνιον δι' ἣν ὑποχείρια πάντα αὐτῷ καὶ οὐδὲν ἀντιστατεῖν δύναται, εἰ μόνον φανείη· καὶ τὴν δυνάστειαν ἐξεγερθῆναι παρακαλεῖ διὰ τὸ παρασιωπῆσαι καὶ ἡσυχάσαι καὶ περιϊδεῖν τὸν λαὸν πάσχοντα· οἷα πέπονθεν ὑπὸ Ἀσσυρίων ἐλθεῖν τέως, οὐ παρόντα, αὐτοῖς ἀξιοῖ διὰ τὴν ἐγκατάλειψιν. πῶς δ' ἐλθεῖν ἢ κατὰ τὴν ἐνέργειαν; διὰ τοῦτό φησιν Ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς, ὥσπερ εἰ ἔλεγεν Ἐλθὲ κατὰ τὸ σῴζειν. τὸ δὲ Ἐπίστρεψον ἡμᾶς καὶ ἐπίφανον τὸ πρόσωπόν σου διότι τῆς ἐπιφανείας οὐχ οἷός τε τυχεῖν ὁ ἀπεστραμμένος θεοῦ, εἰ μὴ πρότερον ἐπιστραφείη πρὸς αὐτόν· Ἐπιστράφητε γάρ φησι πρός με, καὶ ἐπιστραφήσομαι πρὸς ὑμᾶς. αἰτεῖ δὴ τοῦτο παρὰ τῆς ὁδηγίας καὶ συνεργίας τοῦ θεοῦ, οἷόν ἐστι καὶ τὸ Κλῖνον τὴν καρδίαν μου εἰς τὰ μαρτύριά σου. θεῷ γὰρ οἱ εὐσεβεῖς τὸ σύμπαν ἀνατίθεισιν. εἰ δὲ ἐπιφανείη, φησί, τὸ πρόσωπόν σου, καὶ σωθησόμεθα· ἐπιφάνεια γὰρ θεοῦ σωτηρία. 132 Ps 79,9-14 Τῇ
18