1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

18

καρπῶν τὴν ἡσυχίαν τρέφει, οὐ μόνον ὅτι τῶν ἀστικῶν θορύβων ἀπήλλακται, ἀλλ' ὅτι οὐδὲ ὁδίτην τινὰ παραπέμπει πλὴν τῶν κατὰ θήραν ἐπιμιγνυμένων ἡμῖν. Πρὸς γὰρ τοῖς ἄλλοις καὶ θηροτρόφος ἐστίν, οὐχὶ ἄρκτων ἢ λύκων τῶν ὑμετέρων· μὴ γένοιτο· ἀλλ' ἐλάφων ἀγέλας καὶ αἰγῶν ἀγρίων καὶ λαγῳοὺς βόσκει καὶ εἴ τι τού τοις ὅμοιον. Ἆρα οὖν οὐκ ἐνθυμῇ παρ' ὅσον ἦλθον κινδύνου, ὁ μάταιος ἐγώ, τοῦ τοιούτου χωρίου τὴν Τιβερνηνήν, τῆς οἰκουμένης τὸ βάραθρον, φιλονεικῶν ἀνταλλάξασθαι; Πρὸς ὅπερ νῦν ἐπειγομένῳ συγγνώσει. Πάντως γὰρ οὐδὲ Ἀλκμέων, τὰς Ἐχινάδας εὑρών, ἔτι τῆς πλάνης ἠνέσχετο.

15.τ ΑΡΚΑ∆ΙΩ, ΚΟΜΗΤΙ ΠΡΙΒΑΤΩΝ

15.1 Ἔδωκαν μείζονα τὴν χάριν ἢ ἔλαβον οἱ πολῖται τῆς μητροπόλεως ἡμῶν

παρασχόμενοί μοι ἀφορμὴν τῶν πρὸς τὴν σὴν τιμιότητα γραμμάτων. Αὐτοῖς μὲν γὰρ ἡ φιλαν θρωπία, ἧς ἕνεκεν τὴν ἐπιστολὴν ἔλαβον παρ' ἡμῶν, καὶ πρὸ τῶν ἡμῶν γραμμάτων ὑπῆρχε, διὰ τὴν συνήθη καὶ τὴν ἐκ φύσεως ἐνυπάρχουσάν σοι πρὸς πάντας ἡμερότητα. Ἡμεῖς δὲ τὴν ἀφορμὴν τοῦ προσφθέγγεσθαί σου τὴν ἀμί μητον καλοκαγαθίαν μέγιστον κέρδος ἐθέμεθα, εὐχόμενοι τῷ ἁγίῳ Θεῷ, προκόπτοντί σοι ἐν τῇ πρὸς αὐτὸν εὐαρεσ τήσει καὶ ἐπὶ μεῖζον τῆς περὶ σὲ περιφανείας αὐξανο μένης, αὐτοί τε ἐπευφραίνεσθαι καὶ τοῖς εὐεργετουμένοις ὑπὸ τῆς σῆς ἐπιστασίας συνήδεσθαι, λαβεῖν δέ ποτε καὶ τοὺς ἐγχειρίζοντάς σοι τὰ γράμματα ἡμῶν μετὰ πάντων καὶ αὐτοὺς ἀνυμνοῦντας τὴν σὴν πραότητα, ἀεὶ μαθόντας ὅτι οὐκ ἄχρηστος αὐτοῖς ἡ παρ' ἡμῶν πρεσβεία πρὸς τὴν ἀνυπέρβλητόν σου καλοκαγαθίαν γεγένηται.

16.τ ΠΡΟΣ ΕΥΝΟΜΙΟΝ ΤΟΝ ΑΙΡΕΤΙΚΟΝ

16.1 Ὁ ἐφικτὴν εἶναι λέγων τῶν ὄντων τὴν εὕρεσιν ὁδῷ τινι πάντως καὶ

ἀκολουθίᾳ διὰ τῆς τῶν ὄντων γνώσεως παρέβαλεν ἑαυτοῦ τὴν διάνοιαν, καὶ τοῖς εὐλήπτοις τε καὶ μικροτέροις ἐγγυμνασθεὶς διὰ τῆς καταλήψεως οὕτω καὶ εἰς τὴν ἐπέκεινα πάσης ἐννοίας προήγαγεν ἑαυτὸν κατα ληπτικὴν φαντασίαν. Οὐκοῦν ὁ τὴν περὶ τῶν ὄντων εἴδησιν κατειληφέναι μεγαλαυχούμενος τὸ σμικρότατον τῶν προφαινομένων ὅπως ἔχει φύσεως ἑρμηνευσάτω καὶ τίς ἡ τοῦ μύρμηκος φύσις εἰπάτω· εἰ πνεύματι καὶ ἄσθματι συνέχεται αὐτοῦ ἡ ζωή, εἰ ὀστέοις τῷ σώματι διείληπται, εἰ νεύροις καὶ συνδέσμοις τὰς ἁρμονίας τετόνωται, εἰ μυῶν περιβολῇ καὶ ἀδένων ἡ τῶν νεύρων περικρατεῖται θέσις, εἰ τοῖς νωτιαίοις κονδύλοις ἐκ τοῦ βρέγματος ἐπὶ τὸ οὐραῖον ὁ μυελὸς συμπαρατείνεται, εἰ τῇ περιοχῇ τοῦ νευρώδους ὑμένος τοῖς κινουμένοις μέλεσι τὴν ὁρμητικὴν ἐνδίδωσι δύναμιν, εἰ ἔστιν ἐν αὐτῷ τὸ ἧπαρ καὶ τὸ χολη δόχον ἀγγεῖον ἐπὶ τοῦ ἥπατος, νεφροί τε καὶ καρδία καὶ ἀρτηρίαι καὶ φλέβες, ὑμένες καὶ διαφράγματα, ἢ ψιλόν ἐστιν ἢ τετρίχωται, μονώνυχόν ἐστιν ἢ πολυσχιδεῖς ἔχει τὰς βάσεις, πόσον δὲ βιοῖ τὸν χρόνον καὶ τίς αὐτοῖς ὁ τρόπος τῆς ἐξ ἀλλήλων γεννήσεως, ἐπὶ πόσον δὲ κυΐσκεται τὸ τικτόμενον, καὶ πῶς οὔτε πεζοὶ πάντες οἱ μύρμηκες οὔτε ὑπόπτεροι πάντες, ἀλλ' οἳ μὲν τῶν ἀπὸ χαμαὶ ἐρχο μένων εἰσίν, οἳ δὲ διαέριοι φέρονται. Ὁ τοίνυν τῶν ὄντων τὴν γνῶσιν ἐπικομπάζων τέως τὴν τοῦ μύρμηκος φύσιν εἰπάτω, εἶθ' οὕτω φυσιολογείτω τὴν πάντα νοῦν ὑπερέ χουσαν δύναμιν. Εἰ δὲ τοῦ βραχυτάτου μύρμηκος οὔπω περιέλαβες τῇ γνώσει τὴν φύσιν, πῶς τὴν ἀκατάληπτον τοῦ Θεοῦ δύναμιν μεγαλαυχεῖς φαντάζεσθαι;

17.τ ΩΡΙΓΕΝΕΙ