οὗ τῷ Πα τρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κρά τος εἰς τοὺς αἰῶνας. Ἀμήν.
ἑβδο μάδος τοῦ σωτηριώδους Πάσχα, ἀπὸ δεκάτης τοῦ Φαρμουθὶ μηνός· περιλύοντες μὲν τὰς νηστείας τῇ πεντεκαιδεκάτῃ τοῦ αὐτοῦ μηνὸς, ἑσπέρᾳ Σαββάτῳ, κατὰ τὸ ἔθος· ἑορτάζοντες δὲ τῇ ἑξῆς ἐπιφωσκούσῃ Κυριακῇ τῇ ἑκκαιδεκάτῃ τοῦ αὐτοῦ Φαρμουθὶ μηνὸς, κατὰ τὴν τοῦ νόμου διαγόρευσιν, τὰς ἑπτὰ ἑβδομάδας τῆς ἁγίας Πεντηκοστῆς ἐπισυνάπτοντες. Οὕτω γὰρ μετὰ τῶν ἁγίων τὴν οὐρανῶν βασιλείαν κληρονομήσο 77.452 μεν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, καὶ τὸ κράτος, σὺν τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΛΟΓΟΣ ∆ʹ.
αʹ. Πάλιν ἡμῖν ὁ τῆς ἁγίας ἑορτῆς ἀναλάμπει καιρὸς, τοῦ τῆς καρτερίας
ἀγῶνος βραχύ τι προανατέλλοντος, καὶ καθάπερ ἐτήσιον ὄφλημα καταθέσθαι κε λεύοντος, τῷ πάντων κρατοῦντι Θεῷ, τήν τε βίου σεμνότητα, καὶ τῆς ἄλλης ἁπάσης ἐπίδειξιν ἀρετῆς. Λόγος δὲ οὐδεὶς τοῖς εὖ φρονοῦσιν εἰς ἀπείθειαν ἀπρεπὴς, τὸ ἐκ τοῦ πράγματος περιαθροῦσι χρή σιμον. Ἀγαθῶν μὲν γὰρ πόνων, καρπὸς εὐκλεής· ὄκνου δὲ καὶ ἀργίας, οὐδὲν ἂν γένοιτο χαλεπώτερον, καὶ τὸ μηδοτιοῦν ὑπὲρ τοῦ λυσιτελήσειν μέλλοντος ἀξιῶσαι παθεῖν, πικρὰν ἔχει τὴν ζημίαν, καὶ οὐ περὶ τῶν τυχόντων ὡσανεί τις εἴποι τοὺς λόγους, ἀλλ' εἰς αὐτὸν ἤδη βλέποντα τῆς ψυχῆς τὸν ὄλεθρον. Κει μένου δὲ οὕτω, καὶ ὄντος φύσει τοῦ πράγματος, πρέπειν ἐμαυτῷ μάλιστα πάντων καὶ νῦν ἡγού μενος ὑπὲρ τῶν συμφερόντων πρὸς ὑμᾶς ποιή σασθαι λόγους, μονονουχὶ δὲ τὸ προφητικὸν ἐκεῖνο βοᾷν· "Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου·" ἥκω πάλιν εἰς μέσον, ἔσεσθαι μὲν οὐ φορτικὸς ὑπολαμβάνων παρά γε τοῖς σώφροσιν, εἰ τὰ ἐν οἷς εἰσιν, ὅτι προσ ήκοι τιμᾶσθαι μειζόνως, κατὰ τὸν παρόντα μάλιστα καιρὸν συμβουλεύων φαινοίμην. Εἰ δέ τῳ δοκῶ μὴ τὰ κράτιστα λέγειν, καίτοι πολλὴν εἰς τοῦτο ποιούμενος τὴν σπουδὴν, ὁράτω μὴ πονηρὰν καθ' ἡμῶν τὴν ψῆφον ἐκφέρων, ἐν τοῖς τιμῶσι τὸ φαῦλον ἑαυτὸν κατατάττῃ, καὶ λάθῃ τοῦ καταλόγου τῶν σοφῶν ἕξω τιθείς. Τὸ γὰρ ἐφήδεσθαι μὲν οἷς ἄν τις εὐλόγως ἐπιτιμήσειεν, ἡγεῖσθαι δὲ παρὰ φαῦλον τὴν ἐν τοῖς ἀμείνοσι δόξαν, ἢ καὶ ἄλλως τοῖς ὑπὲρ αὐτῶν λόγοις ἀλγύνεσθαι, πῶς οὐ τῆς ἐσχάτης γνώρισμα κακίας ἐστίν; Ἐγὼ δὲ προσδεῖν μὲν ἡγοῦμαι τοὺς τὰ βελ τίω ζηλοῦν ᾑρημένους τοῖς ἀπὸ τῶν ἄριστα λεγόν των παραψυχῆς τε καὶ παραμυθίας, ὡς ἂν τὴν περὶ αὐτὰ συντονωτέραν ποιοῖντο προθυμίαν· τοῖς δὲ οὕτω γνώμης κεκρατηκόσιν ἀγαθῆς, τὸ ἐπανορθοῦν πεφυκὸς ἐκπορίζειν χρῆναι φάρμακον, καὶ ὅπως ἐν τοῖς ἐφεξῆς ἀμείνους φανοῦνται ζητεῖν. Ἔσται τοι γαροῦν τῆς ὑφηγήσεως ἡμῖν ὁ λόγος κατ' ἄμφω λυσιτελέστατος, ἑκατέρῳ μέρει διδοὺς τὸ αὐτῷ χρεω στούμενον. βʹ. Ἕλκει μὲν οὖν ἡμᾶς ἐπὶ τουτὶ τὸ κήρυγμα, καὶ τὴν λαμπρὰν ὅτι χρὴ προμηνύειν πανήγυριν, προφητῶν ἀναπείθει χορὸς, γεγηθότων μὲν ἐπὶ τοῦ Σωτῆρος κατορθώμασι, ῥίπτειν δὲ ὡς ποῤῥωτάτω τὴν ἐπὶ τούτοις σιωπὴν παρακελευομένων. Καὶ δὴ καὶ κεκράγασιν, ὁ μὲν, "Ἀναβόησον ἐν ἰσχύϊ, καὶ μὴ φείσῃ," λέγων· "ὡς σάλπιγγα ὕψωσον τὴν φωνήν σου·" ἕτερος δέ τις, ἐκείνῳ διδάσκων καὶ φρονῶν συγγενῆ· "Ἐπ' ὄρος, φησὶν, ὑψηλὸν ἀνάβηθι, ὁ εὐαγγελιζόμενος Σιών· ὕψωσον τῇ ἰσχύϊ τὴν φωνήν σου, ὁ εὐαγγελιζόμενος Ἱερουσαλήμ· ὑψώσατε, μὴ φοβεῖσθε." Παντὸς τοιγαροῦν ἀνῃρημένου πράγματος τοῦ παραποδίζειν ἡμῶν τὴν ἐπὶ τούτοις προθυμίαν ἰσχύοντος, ἐπὶ τὴν τῷ δόγματι πρέπουσαν παῤῥησίαν ἀναβήσομαι, καὶ καθάπερ ἐξ ὄρους πόῤῥωθεν ὡς ἡμᾶς τρέχοντα βλέπων τὸν τῆς ἐγκρατείας καιρὸν, μονονουχί τε τὴν χεῖρα τοῖς τῆς εὐσεβείας ἀθληταῖς καθασείσας, ἐρῶ· Ἀποδύσασθε, νέοι, ἀποθέσθε τὸν παλαιὸν ἄνθρωπον. Ἥκει πάλιν ἡμῖν ὁ τῆς νηστείας καιρὸς, ἀρετῆς ἁπάσης ἐπίδειξιν