Thesaurus de sancta consubstantiali trinitate ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
γὰρ ἐν Χριστῷ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, οἱ καὶ πάλαι τῆς σωτηρίας αὐτὸν θεμέλιον ἔχοντες.
Μαρτυρίαι ἀπὸ τῆς θείας Γραφῆς, δι' ὧν ἔστιν ἰδεῖν, ὅτι γενητὸς ἐκ Πατρός
αὐτοὶ συγχωροῦντες ἐνυπάρχειν ἀεὶ τῷ Θεῷ τὴν τοῦ Πατρὸς ἐπωνυμίαν, ἀναγκαίως αὐτῷ τὸ ἐξ αὐτοῦ συνεισοίσετε. Οὐ γὰρ ἂν λέγοιτο Πατὴρ οὐκ ὄντος Υἱοῦ. ΑΛΛΟ. Εἰ μέγα τι χαρίζεσθαι νομίζουσιν οἱ χριστομάχοι τῷ Θεῷ, Πατέρα μὲν ἐξ ἀρχῆς οὐχ ὁμολογοῦντες αὐτὸν, Θεὸν δὲ εἶναι διδόντες, ἀκουέτωσαν ὅτι λίαν ὑβρίζουσι, πράγματος ἀξιολογωτέρου τὴν θείαν ἀποστεροῦντες φύσιν. Θεὸς μὲν γὰρ ὡς πρὸς τὰ δοῦλα καὶ τὰ γενητὴν ἔχοντα τὴν οὐσίαν ἔχει τὴν σχέσιν· Πατὴρ δὲ ὡς πρὸς Υἱόν. Λέγοντες τοίνυν ὅτι Θεὸς μὲν ἦν ἐξαρχῆς, οὔπω δὲ καὶ Πατὴρ, τὴν πρὸς τὰ δοῦλα σχέσιν προσάπτουσι τῷ Θεῷ, τοῦ μείζονος ἀποστεροῦντες αὐτόν· κρεῖττον γὰρ τὸ Πατέρα γεννήματος εἶναι, καὶ τοσοῦτον, ὅσῳ ποιήματος Υἱὸς διαφέρει. Ἐφ' ἡμῶν μὲν γὰρ λέγεται· Ἡμεῖς λαὸς νομῆς αὐτοῦ, καὶ πρόβατα χειρὸς αὐτοῦ. Περὶ δὲ Υἱοῦ· Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ· καὶ πάλιν πρὸς αὐτόν· Κάθου ἐκ δεξιῶν μου. Ὅση τίς οὖν ἐστιν ἡ διαφορὰ ποιήματος καὶ Υἱοῦ, καὶ διὰ τούτων εἰσόμεθα. 75.68 ΑΛΛΟ. Ὥσπερ τὸ Πατὴρ ὡς πρὸς Υἱὸν λαμβάνεται, οὕτω καὶ Θεὸς ὡς πρὸς τὰ δοῦλα καὶ τὰ μὴ τοιαύτην ἔχοντα τὴν φύσιν ὁποίαν αὐτός. Ἀνάγκη τοιγαροῦν ὁμοῦ καὶ Θεὸν καὶ Πατέρα νοεῖσθαι τὸν τοῦ Λόγου γεννήτορα· ἢ εἴπερ ἐν χρόνῳ γέγονε Πατὴρ, ὕστερον τὸν Υἱὸν ἀπογεννήσας, ἐν χρόνῳ γέγονε καὶ Θεὸς, ὅτε διὰ τοῦ Λόγου πρὸς τὸ εἶναι παρήχθη τὰ πάντα ὧν ἐστι καὶ Θεός. Καὶ εἰ φαίνεται πάντα γεγονότα μετὰ τὸν Υἱὸν (δι' αὐτοῦ γὰρ γέγονε), πρὸ τοῦ εἶναι Θεὸς, ἕξει τὸ εἶναι Πατὴρ ὁ γεννήσας αὐτόν. ∆έδεικται γὰρ ὅτι μετὰ τὸν Υἱὸν ἡ κτίσις, ἧς ἐστι Θεὸς, καὶ πρὸς ἢν νοεῖται εἰκότως τὸ τῆς θεότητος ὄνομα. ΑΛΛΟ. Ἀποδεικτικῶς. Ὅτι πρεπωδέστερον τὸ Πατέρα μᾶλλον καλεῖν τὸν Θεὸν, ἢ τοῦτο αὐτὸ μόνον Θεόν. Εἰ μὴ τὸ Πατὴρ ὄνομα κυριώτερόν πώς ἐστι καὶ ἀξιολογώτερον ἐπὶ Θεοῦ ἢ αὐτὸ δὴ τοῦτο τὸ Θεὸς, ὅτου δὴ χάριν ἐπὶ τὸ βαπτίζειν ἀποστέλλων. τοὺς ἑαυτοῦ μαθητὰς ὁ Σωτὴρ, οὐκ ἐκέλευσε βαπτίζειν τὰ ἔθνη εἰς ὄνομα Θεοῦ, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος, ἀλλὰ τὸ ἀληθέστερον σημαίνων τῆς θείας φύσεως ἀξίωμα· Εἰς Πατέρα, φησὶ, καὶ εἰς Υἱὸν, καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον; Ὁ δέ γε Φίλιππος τὴν θείαν, ἵν' οὕτως εἴπω, περιεργαζόμενος φύσιν, ἔφασκε πρὸς αὐτόν· ∆εῖξον ἡμῖν τὸν Πατέρα. Ὁρᾷς ὅπως οὐ Θεὸν ὀνομάζει πάλιν, ἀλλὰ Πατέρα καλεῖ; Καὶ αὐτὸς δὲ πρὸς τοῦτό φησιν ὁ Σωτήρ· Τοσοῦτον χρόνον μεθ' ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με Φίλιππε; Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα. Πάλιν οὐκ εἶπεν, Ἑώρακε τὸν Θεὸν, ἀλλὰ τὸν Πατέρα, τὸ μεῖζον ἀπονέμων αὐτῷ, καὶ οὐ τὸ ἔλαττον. Ὅτε μὲν γὰρ καλεῖται Πατὴρ, ἐκ τοῦ μείζονος καὶ ἀξιολογωτέρου σημαίνεται, τουτέστιν ἐκ τοῦ Υἱοῦ· ὅτε δὲ Θεὸς, ἐκ τῶν ποιημάτων· ὅπερ ἐστὶν ἔλαττον· καὶ τοσοῦτον ὅσον ἐστὶ τὸ μεταξὺ δούλου καὶ δεσπότου, ποιητοῦ καὶ ποιήματος. ΑΛΛΟ. Μετὰ σαφοῦς ἀποδείξεως, ὅτι πρῶτόν ἐστι Πατὴρ, εἶτα Θεὸς, εἰ καὶ ἅμα ἀμφότερα. Ὅτε τὴν καθ' ἡμῶν ἀποπληρώσας οἰκονομίαν ὁ Σωτὴρ ἠπείγετο μετὰ τὸν σταυρὸν εἰς οὐρανοὺς, λέγει πρὸς τοὺς ἑαυτοῦ μαθητάς· Ἀναβαίνω πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν. Ὁρᾷς ἐν τούτῳ σαφῆ τὴν τῶν ὀνομάτων διαστολήν; Ὁρᾷς ὅτι ὁ Πατὴρ μὲν ὡς πρὸς Υἱὸν νοεῖται, Θεὸς δὲ, ὡς πρὸς τὰ δοῦλα καὶ πεποιημένα; Οὐκοῦν εἰ δεύτερα τῆς γεννήσεως τοῦ Υἱοῦ τὰ ποιήματα, πρῶτον ἔχει τὸ εἶναι Πατὴρ, ἐπακολουθοῦν δὲ ἅμα καὶ τὸ εἶναι Θεός. ∆ειχθήσεται δὲ ἀκριβέστερον ἐντεῦθεν ἡ τοῦ νοήματος δύναμις. Τὸ γὰρ προσὸν αὐτῷ κατὰ φύσιν ἀξίωμα χαριζόμενος ἡμῖν διὰ πολλὴν φιλανθρωπίαν, προστέθεικεν ὅτι, καὶ Πατέρα ὑμῶν· κεκλήμεθα γὰρ εἰς υἱο 75.69 θεσίαν δι' αὐτοῦ, καὶ γέγονεν ἡμῶν κατὰ χάριν Πατὴρ ὁ αὐτοῦ κατὰ φύσιν. Ἀναλαμβάνων δὲ εἰς ἑαυτὸν τὰ ἡμῶν, καὶ ὡς τὴν τοῦ δούλου φορέσας μορφὴν τὰ τῶν δούλων οἰκειούμενος, λέγει· Καὶ Θεόν μου, καὶ Θεὸν ὑμῶν. Οὐκοῦν αὐτοῦ μὲν φύσει Πατὴρ, ἡμῶν δὲ Θεός. Καὶ ἐπειδὴ, καθάπερ ἤδη προεῖπον, δι' Υἱοῦ πεποιήμεθα, πρῶτον ἔσται Πατὴρ, εἶθ' οὕτως Θεὸς, εἰ καὶ ἅμα καὶ συνημμένως. ΑΛΛΟ, ὡς ἐξ ἀντιθέσεως τῶν Εὐνομίου. Συναΐδιον, φησὶ, καὶ αὐτοὶ τῷ Πατρὶ τὸν Υἱὸν