αἱ λαμπάδες ἀνάψουσιν, ἃς ἐν ταῖν χεροῖν ἡ θεὸς φέρει·" καὶ τοὺς λόγους ἔφθανεν τὸ φῶς ταῖς λαμπάσι περιφλεγόμενον. ἡμεῖς μὲν οὖν τὸν θεατρικὸν ἐκεῖνον θαυματοποιὸν πρὸς τὸ παρὸν καταπλαγέντες, 7.2.11 ἀνεχωρήσαμεν· σὺ δὲ τούτων μηδὲν θαυμάσῃς, ὥσπερ οὐδὲ ἐγώ, τὴν διὰ τοῦ λόγου κάθαρσιν μέγα τι χρῆμα ὑπολαμ7.2.12 βάνων." ὁ δὲ θειότατος Ἰουλιανὸς τοῦτο ἀκούσας, "ἀλλ' ἔρρωσο" εἶπε "καὶ πρόσεχε τοῖς βιβλίοις, ἐμοὶ δὲ ἐμήνυσας ὃν ἐζήτουν." καὶ ταῦτα εἰπών, καὶ Χρυσανθίου καταφι λήσας τὴν κεφαλήν, ἐπὶ τὴν Ἔφεσον ἐξώρμησε. συντυχὼν δὲ ἐκεῖ Μαξίμῳ, ἐξεκρέματό τε τοῦ ἀνδρός, καὶ ἀπρὶξ τῆς 7.2.13 ὅλης σοφίας εἴχετο. ὁ δὲ Μάξιμος ὑφηγεῖται αὐτῷ καὶ τὸν θειότατον μετακαλέσαι Χρυσάνθιον, καί, γενόμενον οὕτως, μόλις ἤρκουν ἄμφω τῇ τοῦ παιδὸς ἐς τὰς μαθήσεις εὐρυχωρίᾳ. 7.3.1 Ὡς δὲ καὶ ταῦτα εἶχε καλῶς, ἀκούσας τι πλέον εἶναι κατὰ τὴν Ἑλλάδα παρὰ τῷ ταῖν Θεαῖν ἱεροφάντῃ, καὶ πρὸς ἐκεῖνον ὀξὺς ἔδραμεν. τοῦ δὲ ἱεροφάντου, κατ' ἐκεῖνον τὸν χρόνον ὅστις ἦν, τοὔνομα οὔ μοι θέμις λέγειν· ἐτέλει γὰρ 7.3.2 τὸν ταῦτα γράφοντα, καὶ εἰς Εὐμολπίδας ἦγε· καὶ οὗτός γε ἦν ὁ καὶ τὴν τῶν ἱερῶν καταστροφὴν καὶ τῆς Ἑλλάδος ἀπώλειαν ἁπάσης προγνούς, τοῦ συγγραφέως παρόντος, καὶ φανερῶς διαμαρτυρόμενος ὡς μεθ' αὑτὸν ἱεροφάντης γενήσοιτο, ᾧ μὴ θέμις ἱεροφαντικῶν ἅψασθαι θρόνων, ἐπειδὴ θεοῖς ἑτέροις καθιέρωται, καὶ ὀμώμοκεν ἀρρήτους 7.3.3 ὅρκους ἑτέρων ἱερῶν μὴ προστήσεσθαι· προστήσεσθαι δὲ ἔλεγεν ὅμως αὐτὸν μηδὲ Ἀθηναῖον ὄντα. καὶ (εἰς τοσόνδε προνοίας ἐξικνεῖτο) ἐφ' αὑτῷ τε τὰ ἱερὰ κατασκαφήσεσθαι καὶ δῃωθήσεσθαι ἔφασκεν, κἀκεῖνον ζῶντα ταῦτα ἐπόψεσθαι, διὰ φιλοτιμίαν περιττὴν ἀτιμαζόμενον, καὶ προτελευτήσειν γε αὐτοῦ τὴν θεραπείαν ταῖν Θεαῖν, τὸν δὲ τῆς τιμῆς ἀποστερηθέντα, μήτε τὸν ἱεροφάντην μήτε τὸν γηραιὸν βίον 7.3.4 ἔχειν. καὶ ταῦτά γε οὕτως· ἅμα τε γὰρ ὁ †ἐκ θεσπιὼν† ἐγίνετο, πατὴρ ὢν τῆς Μιθριακῆς τελετῆς, καὶ οὐκ εἰς μακρὰν πολλῶν καὶ ἀδιηγήτων ἐπικλυσθέντων κακῶν, ὧν τὰ μὲν ἐν τοῖς διεξοδικοῖς τῆς ἱστορίας εἴρηται, τὰ δέ, ἐὰν ἐπιτρέπῃ τὸ Θεῖον, λελέξεται, ὁ [τε] Ἀλλάριχος ἔχων τοὺς βαρβάρους διὰ τῶν Πυλῶν παρῆλθεν, ὥσπερ διὰ σταδίου καὶ ἱππο7.3.5 κρότου πεδίου τρέχων· τοιαύτας αὐτῷ τὰς πύλας ἀπέδειξε τῆς Ἑλλάδος ἥ τε τῶν τὰ φαιὰ ἱμάτια ἐχόντων ἀκωλύτως προσπαρεισελθόντων ἀσέβεια, καὶ ὁ τῶν ἱεροφαντικῶν θεσμῶν παραρραγεὶς νόμος καὶ σύνδεσμος, ἀλλὰ ταῦτα μὲν ἐς ὕστερον ἐπράχθη, καὶ ὁ λόγος διὰ τὴν πρόγνωσιν παρήνεγκεν. 7.3.6 Τότε δὲ ὁ μὲν Ἰουλιανὸς τῷ θειοτάτῳ ἱεροφαντῶν συγγενόμενος καὶ τῆς ἐκεῖθεν σοφίας ἀρυσάμενος χανδόν, ἐσόμενος ὑπὸ τὸν Κωνστάντιον, ἀπήγετο σφοδρῶς ὡς παραβασιλεύσων εἰς τὸν Καίσαρα, Μάξιμος δὲ ἦν κατὰ τὴν Ἀσίαν, Αἰδεσίου δὲ μεταλλάξαντος, πήχεσιν δὲ ἐπὶ πᾶσαν σοφίαν αὐξό7.3.7 μενος· ὥστε ὁ μὲν Ἰουλιανὸς ἔτυχεν ὧν οὐκ ἐβούλετο μέν, ἀλλ' ἠναγκάζετο. πεμφθεὶς δὲ Καῖσαρ ἐπὶ Γαλατίας οὐχ ἵνα βασιλεύῃ τῶν ἐκείνῃ μόνον, ἀλλ' ἵνα ἐν τῇ βασιλείᾳ διαφθαρῇ, παρὰ δόξαν ἅπασαν ἐκ τῆς τῶν θεῶν προνοίας ἀνήνεγκεν, πάντας μὲν λανθάνων ὅτι θεραπεύει θεούς, πάντας δὲ νικῶν ὅτι ἐθεράπευε θεούς, καὶ τόν τε Ῥῆνον ἐπεραιώθη, καὶ πάντα ὅσα ὑπὲρ ἐκεῖνον ἔθνη βάρβαρα συνελὼν καὶ δουλωσάμενος, πολλῶν ἐπιβουλῶν καὶ μηχανημάτων πλεκομένων αὐτῷ (ὡς ἐν τοῖς περὶ ἐκεῖνον ἀναγέγραπται), τὸν ἱεροφάντην μετακαλέσας ἐκ τῆς Ἑλλάδος καὶ σὺν ἐκείνῳ τινὰ μόνοις ἐκείνοις γνώριμα διαπραξάμενος, ἐπὶ τὴν καθαίρεσιν ἠγέρθη 7.3.8 τῆς Κωνσταντίου τυραννίδος. ταῦτα δὲ συνῄδεσαν Ὀριβάσιος ἐκ τοῦ Περγάμου, καί τις τῶν ἐκ Λιβύης, ἣν Ἀφρικὴν καλοῦσι Ῥωμαῖοι κατὰ τὸ πάτριον τῆς γλώττης, Εὐήμερος. ταῦτα δὲ πάλιν ἐν τοῖς κατὰ Ἰουλιανὸν βιβλίοις ἀκριβέστερον 7.3.9 εἴρηται. ὡς δ' οὖν καθεῖλε τὴν τυραννίδα Κωνσταντίου, καὶ τὸν ἱεροφάντην ἀπέπεμψεν ἐπὶ τὴν Ἑλλάδα, καθάπερ θεόν τινα ἀποπέμπων φανέντα, καὶ παρασχόντα ἃ ἐβούλετο, καὶ βασιλικά γε