Fragmenta in epistulam ad Romanos
περὶ ἡμᾶς αὐτοῦ σχέσεως, ἣν διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ποιησάμενος ἐνεδείξατο.
τούτου τὸ βέβαιον τῶν διδομένων ἡμῖν σημαίνων· οἱ γὰρ μὴ ἁμαρτάνοντες ἐν τοῖς διδο μένοις μενοῦμεν ἀεί, ὅθεν οὐδὲ ἀνατραπῆναι ὑπό τινος αὐτὸ δυνατὸν εἶναι ἔφη. {Rom 8,34b } Πρὸς τὴν ἀπόδειξιν αὖθις τῶν προειρημένων χωρεῖ καί φησιν· Χριστὸς ὁ ἀποθανών, μᾶλλον δὲ καὶ ἐγερθεὶς καὶ τὰ ἑξῆς. οὐ γάρ, ὥς τινες ᾠήθησαν, μέλλουσαν ἀντίρρησιν αὐτῷ παρά τινων ταύτην ἀνθυποφέρεσθαι διαλύων τοῦτο ἐπήγαγεν, ἐπεὶ μηδὲ ἐπεφύετο μηδαμόθεν ἐκ τῶν προειρημένων αὐτῷ τοιαύτη τις ἔνστασις, ὅπερ ἐπὶ τῶν ἄλλων εὕρομεν ἀντιθέσεων· τίς γὰρ ἂν τοῦτο ὑπέλαβε πρὸς τὸν Παῦλον, τὸ ὅτι τοῦ θεοῦ καὶ πατρὸς δικαιοῦντος ἡμᾶς, ὁ Χριστὸς ὁ υἱὸς οὐκ ἐάσει; οὐδὲ εἷς δήπου. οὐ τοίνυν οὐδὲ ὁ ἀπόστολος πρὸς οὐκ ἀνθιστάμενον αὐτῷ λόγον ἔμελλεν εἰκῇ διαγωνίζεσθαι καὶ σκιομαχεῖν. πιστοῦσθαι μέντοι καὶ βεβαιοῦν πλέον τοῦ θεοῦ τὴν φιλαν θρωπίαν, ὡς προέφαμεν, ἦν αὐτῷ καὶ σφόδρα γε ἀναγκαῖον. διὰ τοῦτο τοῖς προειρημένοις ἐπήγαγε τὸ Χριστὸς ὁ ἀποθανών, μᾶλλον δὲ καὶ ἐγερθείς, ὃς καί ἐστιν ἐν δεξιᾷ τοῦ θεοῦ, ὃς καὶ ἐντυγχάνει ὑπὲρ ἡμῶν. μὴ γὰρ ἔνι; τί δεῖ σε, φησί, τοῦ λοιποῦ; μὴ γὰρ ὑπείδεσθαι μεταβολήν, ἔχει τέλος τὸ πρᾶγμα, πρὸς πέρας ἐκβέβηκεν, οὐδὲν ἐνδεῖ πρὸς τὴν σωτηρίαν ἡμῶν. τέθνηκε Χριστός, μᾶλλον δὲ καὶ ἐγήγερται καὶ τετίμηται τὰ πρῶτα παρὰ θεῷ, καὶ τὴν χάριν αὐτὸς ἐκβιβάζει τὴν εἰς ἡμᾶς, τοῦτ' ἔστιν αὐτῷ τῷ πράγματι δῆλός ἐστιν ὡς ἑαυτὸν ἡμᾶς προσκαλούμενος, καὶ ἡ ἀπαρχὴ τὸ πᾶν ἀπολήψεται, καὶ τῇ κεφαλῇ τὸ λοιπὸν ἀποδοθήσεται σῶμα· τὴν γὰρ ὑπὲρ ἡμῶν 385 πληρώσας οἰκονομίαν καὶ ὑψωθεὶς ἕλξει καὶ ἡμᾶς ὡς ἑαυτὸν κατὰ τὴν οἰκείαν ὑπόσχεσιν· ὅταν γάρ, φησίν, ὑψωθῶ, τότε πάντας ἑλκύσω πρὸς ἐμαυτόν. ἐσχημάτισε δὲ κἀνταῦθα τὸ πρᾶγμα διὰ τῆς ἐντυγχάνει λέξεως πρὸς πληροφορίαν ἡμῶν, καθὰ καὶ πρὸ βραχέως ἐν τοῖς περὶ τοῦ πνεύματος ἔφαμεν. {Rom 8,35} Αὐξήσας τὸ περὶ ἡμᾶς φίλτρον τοῦ θεοῦ καὶ τὴν ἡμετέραν λοιπὸν εὐγνωμοσύνην ἣν περὶ τὸν τοσοῦτον ἡμᾶς εὐεργέτην ἔχειν χρεών, διεξέρχεται λέγων ὡς οὐδὲν τῶν ἐν ἀνθρώποις ὄντων δεινῶν τῆς εἰς Χριστὸν ἀγάπης προσῆκεν ἡμᾶς ἐξιστᾶν. {Rom 8,36-37} Ἐπειδή, φησί, τὰ τῷ προφήτῃ ∆αυὶδ περὶ τῆς ὑπὲρ τοῦ νόμου τῶν Μακκαβαίων ἐνστάσεως εἰρημένα προήνεγκεν, ἐπήγαγεν· ἀλλ' ἐν τούτοις ἅπασιν ὑπερνικῶμεν. τί γὰρ θαυμαστὸν ἐργασόμεθα, τὴν ἴσην τοῖς πρεσβυτέροις εὔνοιαν ἐπιδεικνύμενοι περὶ τὸν θεόν; οἷς οὐκ ἴσην, ἀλλὰ καὶ μείζονα κεκομίσμεθα χάριν; καὶ ἐπειδὴ τῆς οἰκείας γνώμης ἐξεῖπε τὴν πρόθεσιν, ἵνα μὴ δόξῃ κατ' ἀλαζονείαν ἐφθέγχθαι, ἐπήγαγε· διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς, ἔχομεν λέγων τὸ τούτων κατὰ περιουσίαν κρατεῖν, οὐκ ἀφ' ἑαυτῶν, ἀλλὰ διὰ τοῦ ἀγαπή σαντος ἡμᾶς. {Rom 8,38-39} Θάνατον μὲν οὖν πάντα λέγει τὰ χαλεπά, ἐπειδὴ τῶν τοιούτων πάντων τέλος ὁ θάνατος· ζωὴν δὲ πάντα τὰ τρυφηλά τε καὶ ἀγαθά, ἐπειδὴ τῶν τοιούτων πάντων τέλος πάλιν ἐστὶν ἡ ζωή· ἀγγέλους δὲ καὶ ἀρχὰς καὶ δυνάμεις τὰς ἀοράτους οὐσίας αἳ τοῖς διαφόροις τούτοις ὀνόμασι καταλλήλως αἷς ὑπηρετοῦνται χρείαις προσαγορεύονται, ἄγγελοι μὲν παρὰ τὸ ἐξαγγέλλειν τοῖς ἀνθρώποις τὰ ἐκ θεοῦ, ἀρχαὶ δὲ παρὰ τὸ ἄρχειν ἢ πόλεων ἢ ἐθνῶν ὅλως οἷς ἐφεστᾶσιν, δυνάμεις δὲ παρὰ τὸ δυνατὰς δεδημιουργῆσθαι πρὸς ὑπουργίαν θεοῦ· εὐλο γεῖτε γάρ, φησί, τὸν κύριον πάντες οἱ ἄγγελοι αὐτοῦ, δυνατοὶ ἰσχύϊ ποιοῦντες τὸν λόγον αὐτοῦ· ἐνεστῶτα δὲ σύμπαντα περιληπτικῶς τὰ παρόντα· μέλλοντα δὲ ὁμοίως πάντα 386 τὰ προσδοκώμενα· ὕψωμά τε καὶ βάθος ὑπερουράνιά τε καὶ ὑποχθόνια. προσέθηκε δὲ καὶ τοῦτο, οὔτε τις κτίσις ἑτέρα, δεικνὺς τῆς περὶ θεὸν ἀγάπης αὐτοῦ τὴν ὑπερβολήν, καὶ ὅτι ταύτης χάριν ἕτοιμός ἐστι τοῖς τε οὖσι καὶ τοῖς οὐκ οὖσι διαμάχεσθαι. διὰ μέντοι τοῦ οὔτε μέλλοντα δῆλον πεποίηκεν ἀκριβῶς, ὅτι οὐ διά τι φιλεῖ τὸν θεὸν οὐδὲ ἀμοιβῶν ἐλπίδι τινῶν, ἀλλ' αὐτὸ τοῦτο στέργων τὸ φιλεῖν τὸν θεὸν καὶ κατ' αὐτὸ κρίνων αὐτὸ περισπούδαστον. οὐδὲν οὖν τῶν προαπηριθμημένων, φησίν, ἀποστήσει τῆς εἰς θεὸν ἀγάπης ἡμᾶς ἕνεκεν τῆς ἀφάτου