1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

18

ἕποντο. 5.τ ὉΜΟΙΩΣ ΣΥΝΑΓΩΓΗ ΚΑΙ ἘΞΗΓΗΣΙΣ ὯΝ ἘΜΝΗΣΘΗ ἹΣΤΟΡΙΩΝὉ ἘΝ ἉΓΙΟΙΣ ΓΡΗΓΟΡΙΟΣ ΚΑΙ ἘΝ ΤΩΙ ∆ΕΥΤΕΡΩΙ ΚΑΤΑ ἸΟΥΛΙΑΝΟΥ ΣΤΗΛΙΤΕΥΤΙΚΩΙ ΛΟΓΩΙ 5.1 Πρώτη ἐστὶν ἱστορία ἡ περὶ τοῦ Ἀριάδνης στεφάνου, καὶ τοῦ Βερονίκης Πλοκάμου, καὶ περὶ τοῦ Κύκνου, καὶ τοῦ Ταύρου, καὶ τοῦ Λέοντος, καὶ τοῦ Ὀφιούχου. εἰσὶ δὲ αὕται. Ἀριάδνη θυγάτηρ ὑπῆρχε Μίνωος, τοῦ Κρητῶν βασιλέως. αὕτη ἠράσθη Θησέως, τοῦ Ἀθηνῶν βασιλέως, ἐλθόντος ἐπ' ἀναιρέσει τοῦ Μινωταύρου. ἐκ τοῦ οὖν Θησέως ἔλαβεν αὐτὴν ὁ ∆ιόνυσος, καὶ ἀνήγαγεν αὐτὴν ἐν τῇ Νάξῳ, καὶ συνεμίγη αὐτῇ. καὶ πρὸς τιμὴν αὐτῆς στέφανον ἐν τῷ οὐρανῷ δι' ἀστέρων ὑπεζωγράφησεν. Ἡ δὲ τοῦ Πλοκάμου τῆς Βερονίκης ἐστὶν αὕτη. Βερονίκη γυνή τις ἦν τοῦ ἐν Ἀλεξανδρείᾳ Πτολεμαίου, τοῦ Εὐεργέτου καλουμένου. τοῦ οὖν ἀνδρὸς αὐτῆς τοῦ Πτολεμαίου ὄντος ἐν πολέμοις, ηὔξατο ὅτι, εἰ ὑποστρέψει ἄτρωτος, τὸν πλόκαμον ἀποκαρεῖσα τὸν ἑαυτῆς, ἀναθήσει ἀνάθημα ἐν τῷ ἱερῷ· καὶ ἀνέθηκεν ἡ Βερονίκη. Κόμων οὖν τις ἦν ἀστρονόμος ἐπὶ τῶν αὐτῆς χρόνων, καὶ πρὸς κολακείαν αὐτῆς φησιν ὅτι οἱ θεοὶ τὸν πλόκαμον τοῦτον ἐν ἄστροις ἀνέθηκαν. καὶ νῦν μέν ἐστί τις βοτρυοειδὴς θέσις ἀστέρων ἐν τῷ οὐρανῷ, ὃ καλοῦσι Πλόκαμον Βερονίκης. Ἡ δὲ περὶ τοῦ Κύκνου ἐστὶν αὕτη. ὁ Ζεὺς ἐρασθεὶς ὡς οἱ μὲν λέγουσι τῆς Νεμέσεως, οἱ δέ, τῆς Λήδας, βουλόμενος συγγενέσθαι αὐτῇ καὶ μὴ ὁραθῆναι ὑπὸ τῆς Ἥρας ἐξωμοιώθη κύκνῳ, καὶ συνεγένετο τῇ ἐρωμένῃ. νῦν οὖν οὗτος ὁ κύκνος κατεστηρίχθη ἐν τῷ οὐρανῷ. καὶ ἔστι, φησίν, ὑποζωγραφηθεὶς δι' ἄστρων ὁ Κύκνος. Ἡ δὲ περὶ τοῦ Ταύρου ἐστὶν αὕτη. ταῦρός τις ὑπὸ τοῦ Ποσειδῶνος ἀνεδόθη περὶ τὴν Ἑλλάδα. οὗτος ἐλυμαίνετο τὴν χώραν καὶ ἐσίνετο πολλά. ἐπὶ τοῦτον ἐλθὼν ὁ Θησεὺς ἀνεῖλεν αὐτόν. καὶ βουλόμενοι οἱ θεοὶ μέγα τὸ ἔργον δεῖξαι τοῦ Θησέως καὶ θεραπεῦσαι καὶ τὸν Ποσειδῶνα, κατεστήριξαν τὸν ταῦρον ἐν τῷ οὐρανῷ· καὶ νῦν ἐστι διὰ ἀστέρων ὑποζωγραφηθεὶς ὁ Ταῦρος ἐν τῷ οὐρανῷ. Ἡ δὲ περὶ τοῦ Λέοντος ἱστορία ἐστὶν αὕτη. λέων ζῷον ἄγριον ἦν ἐν τῇ Νεμέᾳ (χώρα δὲ αὕτη τῆς Πελοποννήσου). οὗτος οὖν ὁ λέων ἐλυμαίνετο τοὺς ἐν τῇ χώρᾳ. Θησεὺς οὖν βασιλεύων τῶν Μυκηνῶν καὶ μηνιῶν τῷ Ἡρακλεῖ, πέμπει τὸν Ἡρακλέα ἐπ' ἀναιρέσει τοῦ λέοντος. καὶ ἐλθὼν ὁ Ἡρακλῆς ἀνεῖλεν αὐτόν. καὶ οἱ θεοὶ βουλόμενοι ἐπίδοξον ποιῆσαι τὸν ἀγῶνα τοῦ Ἡρακλέους δι' ἄστρων ἐζωγράφησαν ἐν τῷ οὐρανῷ τὸν λέοντα. καὶ νῦν ἐστιν ὁ Λέων ἐν ἄστροις. Ἡ δὲ περὶ τοῦ Ὀφιούχου ἐστὶν αὕτη. λέγεται εἶναι οὗτος ὁ Ὀφιοῦχος ὁ Ἀσκληπιός, ἔφορος τῆς ἰατρικῆς. σύμβολον δὲ ὁ ὄφις τοῦ ἀγήρω· λέγεται γὰρ ἀποδύεσθαι τὸ γῆρας ὁ ὄφις καὶ ἀνανεοῦσθαι. ἐπεὶ οὖν ὁ Ἀσκληπιὸς διὰ τῆς ἰατρικῆς ἀνανεοῖ τὰ ἀνθρώπινα σώματα, ποιοῦσιν αὐτὸν μετὰ τοῦ δράκοντος. θέλοντες οὖν οἱ θεοὶ ἀντὶ ἀγάλματος αὐτὸν ἀνιερῶσαι, δι' ἀστέρων αὐτὸν ἀνιέρωσαν ἐν τῷ οὐρανῷ. 5.2 ∆ευτέρα ἐστὶν ἱστορία ἡ περὶ τοῦ Τὸν Σαλμωνέα ἐκ βύρσης βροντᾶν. ἔστι δὲ αὕτη. Σαλμωνεὺς Αἰόλου μὲν ἦν υἱός, βασιλεὺς δὲ Θετταλῶν. οὗτος ἀσεβὴς εἰς θεοὺς γενόμενος, προσάπτων ἅρμασι βύρσας ξηράς τε καὶ σκληράς, καὶ λέβητάς τινας μετὰ τῶν βυρσῶν κτυπῶν, ἤχους ἀπετέλει· μετὰ χεῖράς τε βαστάζων καιομένας λαμπάδας ἐμεγαλαύχει καθάπερ Ζεὺς βροντᾶν τε καὶ ἀστράπτειν, ἕως ὑπὸ ∆ιὸς κεραυνωθεὶς ἀνῃρέθη. Καὶ κατέλιπε θυγατέρα ἀφήλικα ὀνόματι Τυρώ. αὕτη τραφεῖσα ὑπὸ τοῦ ἰδίου θείου πρὸς πατρὸς Κηφέως, ἠράσθη τοῦ ἐγχωρίου ποταμοῦ Ἐνιπέως. τούτῳ δὲ τῷ ποταμῷ ὁμοιωθεὶς ὁ Ποσειδῶν, συνεγένετο ἀντὶ Ἐνιπέως τῇ Τυροῖ. καὶ συνέλαβε Πελίαν καὶ Νηλέα, καὶ εἶχε τούτους ἐγκύους. ἐγαμήθη δὲ αὕτη ὑπὸ Κρηθέως· καὶ ὕστερον ἔτεκεν ἡ Τυρώ, τῷ μὲν δοκεῖν ἐκ Κρηθέως, τῇ δὲ ἀληθείᾳ ἐκ Ποσειδῶνος. ὕστερον δὲ καὶ ἐξ αὐτοῦ τοῦ Κρηθέως ἔσχε παῖδας ἡ Τυρώ. 5.3 Τρίτη ἐστὶν ἱστορία ἡ κατὰ τὸν Ζώπυρον τὸν ἐν Βαβυλῶνι. ἔστι δὲ αὕτη. Κῦρος ὁ Περσῶν βασιλεὺς πολιορκῶν τὴν Βαβυλῶνα ἐπὶ χρόνον πολύν, καὶ δυσπορθήτου οὔσης αὐτῆς καὶ ἀσχάλλοντος ἐπὶ πολὺν καιρόν, Ζώπυρός τις ἀνδρεῖος τὴν ψυχήν, ὡς ἔδειξε τὸ πρᾶγμα, καὶ οὐκ ἄδοξος παρὰ τῷ