170 Ps 101,3 Ὅμοιον δυνάμει τὸ λεγόμενον τῇ Σαλομῶνος εὐχῇ
291 Ps 140,2 Εἰ πρωῒ τὸν ἐπιόντα βίον συνίεμεν τὸν ἐν ἀναπαύσει καὶ δόξῃ
σκιᾷ μὲν τὰ ὄρη ἐκάλυψεν ἡ προειρημένη ἄμπελος διὰ τὸ πᾶν ὕψος καὶ πᾶσαν δύναμιν τὴν ὑπὲρ γῆς ὑπερβαλέσθαι, ταῖς δὲ τῶν ἀκρεμόνων ἐκτάσεσι τὰς κέδρους τοῦ θεοῦ διὰ τὸ ταῖς θείαις δυνάμεσιν ὑπερείδεσθαι διήκειν τε ἕως θαλάσσης καὶ ποταμοῦ. διότι καὶ ὅρια τῆς χώρας τῆς Ἰουδαϊκῆς οὕτως ὑπὸ θεοῦ καλεῖται· Ἀπὸ ἐρήμου ἕως Εὐφράτου καὶ ἀπὸ θαλάσσης ἐρυθρᾶς ἕως θαλάσσης Φυλιστιείμ. ἣν οὖν αὐτός, φησίν, ἐξήγαγες ἐξ Αἰγύπτου καὶ μεταφύτευσας ἄμπελον, ἣν οὕτως ἐμφανῆ κατέστησας καὶ εἰς τοσοῦτον ἐξέτεινας, διὰ τί περιεῖδες οὕτως ἀπογυμνωθεῖσαν τῆς ἀσφαλείας καὶ τρυγωμένην ὑπὸ τῶν παριόντων;
133 Ps 80 arg. Σάλπιγγες κατάρχουσι ληνῶν κατὰ τὸν νόμον. νουμηνίᾳ μὲν
τοῦ ἑβδόμου μηνὸς σαλπισμὸν ἐπέταξε, πεντεκαιδεκάτῃ δὲ τὴν τῶν σκηνῶν ἑορτήν. αὕτη δὲ ἦν συγκομιδῆς καρπῶν ἐπ' ἐξόδῳ τοῦ ἐνιαυτοῦ ἐν τῇ συναγωγῇ τῶν ἔργων τῶν ἐκ τοῦ ἀγροῦ, ὡς ἐν τῇ Ἐξόδῳ δεδήλωται. καὶ εἴη ἂν τῷ πνευματικῶς θεωροῦντι τὸν νόμον ὁ μὲν σαλπισμὸς δήλωσις τῶν οὐρανόθεν ἐρχομένων σαλπίγγων, ἡ δὲ πρὸς ἐξιλασμὸν ὡρισμένη νηστεία τῇ δεκάτῃ τοῦ αὐτοῦ μηνὸς μήνυσις ἐκείνου τοῦ λεγομένου παρὰ τῷ κυρίῳ· Μακάριοι οἱ πενθοῦντες ὅτι αὐτοὶ παρακληθήσονται. εἰς γὰρ τὴν τῶν σκηνῶν ἀνάπαυσιν καὶ τὴν εὐφροσύνην τὴν ἐν αὐτῷ παρασκευαστικὸν ἐποιήσατο τὴν νηστείαν ὁ νόμος καὶ τὴν ἐν αὐτῇ ταπείνωσιν προεισαγαγὼν τὰς σάλπιγγας αἳ τὸν φόβον δηλοῦσι τῆς ἐξ οὐρανοῦ παρουσίας τοῦ κριτοῦ. ὧν προκαταγγελουσῶν τὴν μέλλουσαν κρίσιν ἡ πρὸς ἐξιλασμὸν ταπείνωσις ἕπεται, καὶ οὕτως ἡ πρὸς ἀνάπαυσιν ἑορτὴ γίνεται. Ὁ δὲ ψαλμὸς ἐπὶ ληνοῖς ᾀδόμενος ἔστω μὲν καὶ τῷ καιρῷ τῆς ἑορτῆς διαφέρων κατὰ τὴν συνήθειαν τοῦ νόμου καὶ διὰ τοῦτο σαλπίγγων ἐν ἀρχῇ μεμνημένος ὡς προοιμίου τῆς σκηνοπηγίας. σημαινέτω δέ· τὸ τέλος περὶ οὗ καὶ ᾄδεται αὐτὸν ἡ ἐπιγραφὴ δηλοῖ· ὅτε συναγαγεῖ ὁ θεὸς καρποὺς ἅπαντας, καὶ τὰς αἰωνίους δίδωσι τοῖς ἑαυτοῦ σκηνάς. ἐν ἐκείνῳ γὰρ τῷ τέλει τὰ ἀγαθὰ τοῖς σῳζομένοις ἀποκαθίσταται καὶ ἡ ἐκ τῶν νῦν κακῶν σωτηρία περὶ ὧν οἱ προειρημένοι ψαλμοὶ τὰς δεήσεις ἐποιοῦντο πρὸς θεόν. [τὰ δ' ἑξῆς τῷ πρὸ αὐτοῦ ἀκολούθως.] 134 Ps 80,7 Ἄρσεων τουτέστι τῶν βασταγμάτων τῶν ἐπάρσεων· οἱ γὰρ τοῖς τῆς πλινθείας ὑπηρετοῦντες πόνοις κοφίνῳ τὸν πηλὸν ἐκβάλλοντες φέρουσι κατὰ νώτου. τὸν τοίνυν νῶτον αὐτῶν, φησίν, ἀπέστησεν ἀπὸ ἄρσεων, τουτέστιν ἠλευθέρωσε τῶν βασταγμάτων.
135 Ps 82,4 [Ἄλλοι δὲ ἀπόκρυφον ἔφασαν εἶναι τὴν τοῦ θεοῦ γνώμην καὶ τὰ
μυστήρια.] 136 Ps 83 arg. [Ἰστέον δὲ ὥς τινες ἐκ προσώπου τῶν ἐν Βαβυλῶνι λελέχθαι
τὸν ψαλμὸν ἐξειλήφασιν ἐπιποθούντων τὴν Ἱερουσαλὴμ καὶ τὸν ἐν αὐτῇ νεὼν καὶ τὸ θυσιαστήριον θεάσασθαι.] 137 Ps 83,5 [Οἱ δὲ λοιποὶ κατὰ τὴν ἱστορίαν αἰσθητῶς τὸν ἐν Ἱερουσαλὴμ νεὼν ἐξειλήφασιν.] 138 Ps 83,10 Τὴν εὐμένειαν ἄγει τοῦ θεοῦ καὶ τὴν διὰ παντὸς ἐσομένην ἐπακοὴν τῶν προσευχῶν περὶ ἧς ἐν προφητείᾳ Ἡσαΐου λέγεται τὸ Ἔτι λαλούντων αὐτῶν ἐρῶ Ἰδοὺ πάρειμι, ὅτε τῆς διὰ Χριστὸν ἀπολαύσομεν τιμῆς οὕτως ἀφορῶντος εἰς ἡμᾶς τοῦ πατρὸς ὡς εἰς τὸ τοῦ υἱοῦ πρόσωπον, διότι ἔσται Χριστὸς ἐν ἡμῖν.
139 Ps 84,11 Ἔλεος καὶ ἀλήθεια συνήντησαν, ἐπειδὰν τῷ ἐλέῳ δι' οὗ τὰ ἔθνη
κέκληται συνέλθῃ καὶ ἡ ἀλήθεια δι' ἧς ὁ Ἰσραὴλ ἐπαναχθήσεται· Ὑπὲρ ἐλέους μὲν γὰρ τὰ ἔθνη κέκληται, καθά φησιν ὁ ἀπόστολος, ὑπὲρ ἀληθείας δὲ θεοῦ ὁ Ἰσραὴλ εἰς τὸ βεβαιωθῆναι τὰς ἐπαγγελίας τῶν πατέρων. νῦν μὲν οὖν ἡ ἀποβολὴ αὐτῶν
19