1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

19

17.1 Καὶ ἀκουόμενος εὐφραίνεις, καὶ ἀναγινωσκόμενος δι' ὧν γράφεις

ἐνεργεστέρας ἡμῖν παρέχεις εὐφροσύνας. Καὶ χάρις πολλὴ τῷ ἀγαθῷ Θεῷ τῷ μηδὲν ἐλαττωθῆναι ποιή σαντι τὴν ἀλήθειαν ἐν τῇ προδοσίᾳ τῶν δῆθεν ὑπερκρα τούντων, ἀλλὰ δι' ὑμῶν τὴν συνηγορίαν τοῦ λόγου τῆς εὐσεβείας ἀναπληρώσαντι. Ἐκεῖνοι μὲν οὖν, ὡς τὸ κώνειον ἢ τὸ ἀκόνιτον καὶ εἴ τις ἄλλη ἀνδροφόνος βοτάνη, πρὸς ὀλίγον ἀνθήσαντες ταχὺ ἀποξηρανθήσονται. Ὑμῖν δὲ ἀνθηρὸν καὶ ἀεὶ νέον ὁ Κύριος τὸν μισθὸν τῶν ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ λαληθέντων παρέξει. Ἀνθ' ὧν καὶ παράσ χοι ὑμῖν ὁ Κύριος πᾶσαν εὐθηνίαν οἴκου καὶ εἰς παῖδας παίδων τὴν εὐλογίαν διαβιβάσαι. Τὰ δὲ εὐγενέστατα παιδία, τοὺς ἐναργεῖς τῆς σῆς χρηστότητος χαρακτῆρας, εἶδον ἡδέως καὶ περιεπτυξάμην καὶ εὔχομαι αὐτοῖς ὅσα ἂν αὐτὸς ὁ πατὴρ εὔξῃ.

18.τ ΜΑΚΑΡΙΩ ΚΑΙ ΙΩΑΝΝΗ

18.1 Οὔτε γεωργοὺς οἱ κατὰ γεωργίαν ξενίζουσι πόνοι, οὔτε ναύταις ὁ κατὰ

θάλασσαν χειμὼν ἀπροσδόκητος, οὔτε τοῖς μισθαρνοῦσιν ὁ θερινὸς ἱδρὼς παράδοξος, οὔτε μὴν τοῖς εὐσεβῶς ζῆν ἑλομένοις ἡ κατὰ τὸν ἐνεστῶτα κόσμον θλίψις ἀμελέτητος. Ἀλλ' ἑκάστῳ τῶν εἰρημένων οἰκεῖος καὶ γνώριμος συνέζευκται πόνος· οὐ δι' ἑαυτὸν αἱρετός, ἀλλὰ δι' ἀπόλαυσιν ἀγαθῶν προσδοκωμένων. Ἐλπίδες γάρ, πάντα τὸν τῶν ἀνθρώπων βίον συνέχουσαι καὶ συγκροτοῦ σαι, τὴν ἐφ' ἑκάστῳ τούτων παραμυθοῦνται δυσκολίαν. Τῶν μὲν οὖν ὑπὲρ γῆς καρπῶν ἢ τῶν κατὰ γῆν πονούντων οἳ μὲν παντάπασιν ἐψεύσθησαν τῶν ἐλπίδων, μέχρι μόνης φαντασίας τὴν ἀπόλαυσιν ἔχοντες, οἷς δὲ καὶ κατὰ γνώμην ἐκβῆναι συνέβη τὸ τέλος δευτέρας ἐδέησε πάλιν ἐλπίδος, παραδραμούσης καὶ μαρανθείσης ἐν τάχει τῆς προτέρας. Μόνοις δὲ τοῖς ὑπὲρ εὐσεβείας καμοῦσιν οὐ ψεῦδος ἠφάνισε τὰς ἐλπίδας, οὐ τέλος ἐλυμήνατο τοῖς ἄθλοις, βεβαίας καὶ μονίμου διαδεχομένης τῆς τῶν οὐρα νῶν βασιλείας. Μὴ τοίνυν ὑμᾶς ταραττέτω διαβολὴ ψευδής, μηδὲ φοβείτω τῶν κρατούντων ἀπειλή· μὴ γέλως λυπείτω καὶ ὕβρις τῶν γνωρίμων, μηδὲ κατάγνωσις παρὰ τῶν κήδεσθαι προσποιουμένων παραινέσεως προσποιήσει, ἕως ἂν ὁ τῆς ἀληθείας ἡμῖν συναγωνίζηται λόγος. Ἀντιμα χέσθω δὲ τοῖς πᾶσι λογισμὸς ὀρθός, σύμμαχον παρακαλῶν γενέσθαι αὐτῷ τὸν τῆς εὐσεβείας ∆ιδάσκαλον, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, δι' ὃν καὶ τὸ κακοπαθεῖν ἡδὺ καὶ τὸ ἀποθανεῖν κέρδος.

19.τ ΓΡΗΓΟΡΙΩ ΕΤΑΙΡΩ

19.1 Γράμμα ἦλθέ μοι πρῴην παρὰ σοῦ, ἀκριβῶς σόν, οὐ τοσοῦτον τῷ

χαρακτῆρι τῆς χειρὸς ὅσον τῷ τῆς ἐπιστολῆς ἰδιώματι. Ὀλίγα γὰρ ἦν τὰ ῥήματα, πολλὴν διάνοιαν παριστῶντα. Πρὸς ἃ εὐθὺς μὲν οὐκ ἀπεκρινάμεθα, διότι αὐτοὶ μὲν ἀπεδημοῦμεν, ὁ δὲ γραμματηφόρος ἑνὶ τῶν ἐπιτηδείων ἡμῖν ἐπιδοὺς τὴν ἐπιστολὴν ἀπιὼν ᾤχετο. Ἀλλὰ νῦν διὰ Πέτρου προσφθεγγόμεθά σε, ὁμοῦ μὲν ἀπο τιννύντες τῆς προσηγορίας τὸ χρέος, ὁμοῦ δὲ ἀφορμὴν δευτέρων γραμμάτων παρέχοντες. Πάντως δὲ οὐδεὶς πόνος Λακωνικῆς ἐπιστολῆς, ὁποῖαί εἰσιν αἱ παρὰ σοῦ ἑκάστοτε πρὸς ἡμᾶς ἀφικνούμεναι.

20.τ ΛΕΟΝΤΙΩ ΣΟΦΙΣΤΗ