Fragmenta in epistulam ad Romanos
περὶ ἡμᾶς αὐτοῦ σχέσεως, ἣν διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ποιησάμενος ἐνεδείξατο.
περὶ ἡμᾶς αὐτοῦ σχέσεως, ἣν διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ποιησάμενος ἐνεδείξατο.
{Rom 9,15} Τονώσας οὕτω διὰ πάντων αὐτοὺς εἰς τὸ πιστεύοντας τῷ
εὐαγγελίῳ βεβαίως πάντας ἀόκνως τοὺς ὑπὲρ τούτου πειρασμοὺς καταδέχεσθαι, βούλεται πρὸς ἔνστασιν ἀνθυποφερομένην αὐτῷ καὶ μάλα νεανικὴν ἀποκρίνασθαι. ἐπειδὴ γὰρ ἐν τοῖς προλαβοῦσι τὸν νόμον ἐκβαλὼν τὴν χάριν πολυτρόπως καὶ μάλιστά γε ἀπ' αὐτοῦ τοῦ νόμου συνέστησεν, καὶ ἀληθῶς υἱοὺς θεοῦ τοὺς ταύτης ἔφησεν εἶναι οὓς καὶ πάλαι προειδότα κεκληκέναι νῦν τὸν θεόν, ἔγνω τὸν Ἰουδαῖον εὐθὺς τοῦτον ἀντιστησό μενον καὶ τὴν πολυθρύλλητον αὐτοῖς ἐκείνην ἀντίθεσιν αὐτῷ προβαλού μενον· ἔφασκον γὰρ Ἰουδαίων οἱ τοῖς ἀποστόλοις καὶ τῷ κηρύγματι πολεμοῦντες δυοῖν ἐξ ἀνάγκης ὑπάρχειν τὸ ἕτερον· ἢ ψευδὲς τὸ εὐαγγέ λιον, ἢ τὸν θεὸν ψεύστην. εἰ μὲν γὰρ ἃ κηρύττετε, φασίν, ἐστὶν ἀληθῆ, ψευδὴς ὁ θεός, τὰς οἰκείας πρὸς τοὺς πατέρας ἡμῶν περὶ ἡμῶν ὑποσχέσεις τοῖς ἔργοις ἐξαρνησάμενος· ἐπηγγείλατο μὲν γὰρ τῷ Ἀβραὰμ εἰς τὸ σπέρμα τὸ αὐτοῦ παραπέμψειν τὰς εὐλογίας, νυνὶ δὲ ἀνθ' ἡμῶν ἀκαθάρτους καὶ ἀλλοφύλους ἀνθρώπους τὰ ἔθνη προσδέδεκ ται. εἰ τοίνυν ἡ τῶν ἐπαγγελιῶν ἐκείνων ἔκβασίς ἐστιν, ὥς φατε, τὸ ὑμέτερον κήρυγμα, πρόδηλον ὡς ἔψευσται τοὺς πατέρας ἡμῶν ὁ θεός. εἰ δὲ οὐχ ὅσιον περὶ θεοῦ τοῦτο εἰπεῖν, ὑμεῖς ἄρα καὶ ὁ παρ' ὑμῶν λόγος ψευδής. τοῦτον πρὸς τοὺς ἀποστόλους τὸν λόγον συνεχῶς προβαλλόμενοι πραγμάτων οὐ μικρῶν αὐτοῖς αἴτιοι καὶ θορύβων καθίσταντο· διὰ γὰρ τῆς τοιαύτης πιθανολογίας αὐτῶν ἐξαπατῶντες τὰς καρδίας τῶν ἀκάκων, τούτους τε ἀφῃροῦντο τῆς σωτηρίας, καὶ διωγμοὺς τοῖς ἀποστόλοις ἀφορήτους ἐπήγειρον. Ταύτην τοίνυν αὐτῶν καὶ νῦν ὁ ἅγιος Παῦλος τὴν ἀντίρρησιν βούλεται διαλύσαι καὶ δεῖξαι τόν τε τοῦ εὐαγγελίου λόγον ἀληθῆ καὶ τὸν θεὸν οὐ ψευσάμενον. μέλλων δὲ τοῦτο κατασκευάζειν εἰς αὐτοὺς ἐκείνους περιτρέψαι βούλεται τὴν κατηγορίαν καὶ τὴν ἀποβολὴν αὐτῶν, οὔτε τὸν θεὸν ψεύστην οὔτε τὸ εὐαγγέλιον, διελέγχειν, ἀλλὰ τὴν ἐκείνων 387 αὐτῶν πονηρίαν τε καὶ πρὸς τὸν θεὸν ἀπιστίαν. ἵνα οὖν τοῦτο ποιῶν μὴ δοκοίη ποιεῖν αὐτὸ φιλονεικίᾳ τινὶ καὶ μίσει τῷ πρὸς αὐτούς, ἀλλὰ τῷ οὕτως ἀληθείας ἔχειν τὸ πρᾶγμα, προδιορθοῦται τὸν λόγον, καὶ τὸ μέλλον ἀνθυφορμεῖν ἐξ αὐτοῦ καὶ προΐστασθαι τῷ ἀκροατῇ προϊόμενος ἄρχεται οὕτως· ἀλήθειαν λέγω ἐν Χριστῷ, οὐ ψεύδομαι καὶ τὰ ἑξῆς. ἀνάθεμα τὸ ἀφωρισμένον ἐστίν, εἴτε δὲ ἐπ' ἀγαθῷ οἷον θεῷ, εἴτε ἐπὶ κακῷ οἷον ἀπὸ θεοῦ. τοῦτο δὲ ἐκ τοῦ ὑποκειμένου γνωρίζεται· ηὐχόμην γὰρ αὐτὸς ἐγὼ ἀνάθεμα εἶναι ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου καὶ τὰ ἑξῆς. διελθὼν ἐν τοῖς πρὸ τούτων τῆς ἐν Χριστῷ τοῦ θεοῦ χάριτος τὴν ὑπερβολὴν καὶ τὴν ὑπὲρ αὐτῆς ἑαυτοῦ προθυμίαν καὶ ἔνστασιν, νῦν μέμνηται τῶν προτέρων ὅτε καθ' ὑπερβολὴν ἐδίωκεν τὴν ἐκκλησίαν τοῦ θεοῦ καὶ ἐπόρθει αὐτήν, περισσοτέρως ζηλωτὴς ὑπάρ χων τῶν πατρικῶν αὐτοῦ παραδόσεων, καί φησι ὅτι αὐτὸς οὗτος ἐγώ, ὁ νῦν ἕτοιμος ὢν ὑπὲρ τοῦ εὐαγγελίου πᾶν ὁτιοῦν ὑπομεῖναι, οὕτως ἐκ τῆς ἐναντίας γνώμης αὐτοῦ τὸ πρόσθεν πολέμιος ἦν, ὡς καὶ αὐχεῖν τὸ ἀπηλλοτριῶσθαι θεοῦ καὶ κοινωνίαν εἶναί μοι μηδ' ἡντιναοῦν πρὸς αὐτόν. οὕτω δέ, φησί, διεκείμην πρὸς τὴν κατὰ σάρκα μου τῶν Ἰουδαίων συγγένειαν ἀφορῶν, καὶ νομίζων, ἐπείπερ Ἰσραηλῖται τυγχάνουσιν οὗτοι, ψευδὲς εἶναι τὸ κήρυγμα ταῖς θείαις περὶ αὐτῶν ἐναντιούμενον ὑποσχέσεσιν, καταγνὸν μὲν τὸν νόμον, καὶ προσιέμενον δίχα τούτου τοὺς ἐθνικούς, ἀπωθούμενον δὲ τούτους ὧν ἡ υἱοθεσία, τοῦτ' ἔστιν οἵπερ ἦσαν οἱ ἐκλεκτοί, καὶ οὓς ἐνδόξους διὰ τῶν περὶ αὐτοὺς ἀεὶ θαυμάτων ἐποίησεν ὁ θεός, καὶ οἵτινες ὑπῆρχον τῶν διαθηκῶν οἱ διάδοχοι, καὶ οἷς νομοθετῆσαι θεὸς κατηξίωσεν, καὶ οἷς ἐκ πάντων τὴν αὐτῷ προσήκουσαν λατρείαν ποιεῖν ἐφανέρωσεν, οὓς περιεῖχον αἱ ὑπο σχέσεις, καὶ ὧν οἱ πατέρες, οἱ πάνυ φίλοι θεοῦ, καὶ τὸ μέγιστον πάν των, ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ