1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

19

ὀνόματος θεοῦ, ὡς καὶ ἀεὶ αἱ ἔγγιστα ἐκκλησίαι ἔπεμψαν ἐπισκόπους, αἱ δὲ πρεσβυτέρους καὶ διακόνους. Περὶ δὲ Φίλωνος τοῦ διακόνου, ἀνδρὸς ἀπὸ Kιλικίας μεμαρτυρημένου, ὃς καὶ νῦν ἐν λόγῳ ὑπηρετεῖ μοι ἅμα Γαΐῳ καὶ Ἀγαθόποδι, ἀνδρὶ ἐκλεκτῷ, ὃς ἀπὸ Συρίας μοι ἀκολουθεῖ, ἀποταξάμενοι τῷ βίῳ, οἳ καὶ μαρτυροῦσιν ὑμῖν, κἀγὼ τῷ θεῷ εὐχαριστῶ περὶ ὑμῶν. ὑπὲρ ὧν ἐδέξασθε αὐτούς, προσδέξεται καὶ ὑμᾶς ὁ κύριος. οἱ δὲ ἀτιμάσαντες αὐτοὺς λυτρωθείησαν ἐν τῇ χάριτι Ἰησοῦ Χριστοῦ, τοῦ μὴ βουλομένου τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ἀλλὰ τὴν μετάνοιαν. ἀσπάζεται ὑμᾶς ἡ ἀγάπη τῶν ἀδελφῶν τῶν ἐν Tρωάδι, ὅθεν καὶ γράφω ὑμῖν διὰ Bούργου πεμφθέντος ἅμα ἀπὸ Ἐφεσίων καὶ Σμυρναίων εἰς λόγον τιμῆς· οὓς ἀμείψεται ὁ κύριος Ἰησοῦς Χριστός, εἰς ὃν ἐλπίζουσιν σαρκί, ψυχῇ, πνεύματι, πίστει, ἀγάπῃ, ὁμονοίᾳ. ἔρρωσθε ἐν κυρίῳ Ἰησοῦ Χριστῷ, τῇ κοινῇ ἐλπίδι ἡμῶν, ἐν ἁγίῳ πνεύματι.

ΠΡOΣ ΣMΥΡNAIOΥΣ.

Ἰγνάτιος, ὁ καὶ Θεοφόρος, ἐκκλησίᾳ θεοῦ πατρὸς ὑψίστου καὶ τοῦ ἠγαπημένου υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ, ἠλεημένῃ ἐν παντὶ χαρίσματι, πεπληρωμένῃ ἐν πίστει καὶ ἀγάπῃ, ἀνυστερήτῳ οὔσῃ παντὸς χαρίσματος, θεοπρεπεστάτῃ καὶ ἁγιοφόρῳ, τῇ οὔσῃ ἐν Σμύρνῃ τῆς Ἀσίας, ἐν ἀμώμῳ πνεύματι καὶ λόγῳ θεοῦ πλεῖστα χαίρειν. ∆οξάζω τὸν θεὸν καὶ πατέρα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τὸν δι' αὐτοῦ οὕτως ὑμᾶς σοφίσαντα· ἐνόησα γὰρ ὑμᾶς κατηρτισμένους ἐν ἀκινήτῳ πίστει, ὥσπερ καθηλωμένους ἐν τῷ σταυρῷ τοῦ κυρίου Ἰησοῦ Χριστοῦ σαρκί τε καὶ πνεύματι καὶ ἡδρασμένους ἐν ἀγάπῃ ἐν τῷ αἵματι τοῦ Χριστοῦ· πεπληροφορημένους ὡς ἀληθῶς εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν,τὸν τοῦ θεοῦ υἱόν, τὸν πρωτότοκον πάσης κτίσεως, τὸν θεὸν λόγον, τὸν μονογενῆ υἱόν, ὄντα δὲ ἐκ γένους ∆αυὶδ κατὰ σάρκα. ἐκ Mαρίας τῆς παρθένου, βεβαπτισμένον ὑπὸ Ἰωάννου. ἵνα πληρωθῇ πᾶσα δικαιοσύνη ὑπ' αὐτοῦ· πολιτευσάμενον ὁσίως ἄνευ ἁμαρτίας, καὶ ἐπὶ Ποντίου Πιλάτου καὶ Ἡρóδου τοῦ τετράρχου καθηλωμένον ὑπὲρ ἡμῶν ἐν σαρκὶ ἀληθῶς, ἀφ' οὗ καὶ ἡμεῖς ἐσμεν, ἀπὸ τοῦ θεομακαρίστου αὐτοῦ πάθους, ἵνα ἄρῃ σύσσημον εἰς τοὺς αἰῶνας διὰ τῆς ἀναστάσεως εἰς τοὺς ἁγίους καὶ πιστοὺς αὐτοῦ, εἴτε ἐν Ἰουδαίοις εἴτε ἐν ἔθνεσιν, ἐν ἑνὶ σώματι τῆς ἐκκλησίας αὐτοῦ. Tαῦτα γὰρ πάντα ἔπαθεν δι' ἡμᾶς. καὶ ἀληθῶς ἔπαθεν καὶ οὐ δοκήσει, ὡς καὶ ἀληθῶς ἀνέστη· ἀλλ' οὐχ ὥσπερ τινὲς τῶν ἀπίστων, ἐπαισχυνόμενοι τὴν τοῦ ἀνθρώπου πλάσιν καὶ τὸν σταυρὸν καὶ αὐτὸν τὸν θάνατον, λέγουσιν, ὅτι δοκήσει καὶ οὐκ ἀληθείᾳ ἀνείληφε τὸ ἐκ τῆς παρθένου σῶμα καὶ τὸ δοκεῖν πέπονθεν, ἐπιλαθόμενοι τοῦ εἰπόντος· Ὁ λόγος σὰρξ ἐγένετο, καί· Λύσατε τὸν ναὸν τοῦτον, καὶ διὰ τριῶν ἡμερῶν ἐγερῶ αὐτόν, καί· Ἐὰν ὑψωθῶ ἀπὸ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν. οὐκοῦν ὁ λόγος ἐν σαρκὶ ᾤκησεν· ἡ σοφία γὰρ ἑαυτῇ ᾠκοδόμησεν οἶκον. ὁ λόγος τὸν ἑαυτοῦ ναόν, λυθέντα ὑπὸ τῶν χριστομάχων Ἰουδαίων, ἀνέστησεν τῇ τρίτῃ ἡμέρᾳ. ὁ λόγος, ὑψωθείσης αὐτοῦ τῆς σαρκὸς κατὰ τὸν ἐν τῇ ἐρήμῳ χαλκοῦν ὄφιν, πάντας εἵλκυσεν πρὸς ἑαυτὸν εἰς σωτηρίαν αἰώνιον.

Ἐγὼ δὲ οὐκ ἐν τῷ γεννᾶσθαι καὶ σταυροῦσθαι γινώσκω αὐτὸν ἐν σώματι γεγονέναι μόνον, ἀλλὰ καὶ μετὰ τὴν ἀνάστασιν ἐν σαρκὶ αὐτὸν οἶδα καὶ πιστεύω ὄντα. καὶ ὅτε πρὸς τοὺς περὶ Πέτρον ἦλθεν, ἔφη αὐτοῖς· Λάβετε, ψηλαφήσατέ με καὶ ἴδετε, ὅτι οὔκ εἰμι δαιμόνιον ἀσώματον· πνεῦμα γὰρ σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα. καὶ τῷ Θωμᾷ λέγει· Φέρε τὸν δάκτυλόν σου εἰς τὸν τύπον τῶν ἥλων, καὶ φέρε τὴν χεῖρά σου καὶ βάλε εἰς τὴν πλευράν μου. καὶ εὐθὺς ἐπίστευσαν, ὡς αὐτὸς εἴη ὁ Χριστός. διὸ καὶ Θωμᾶς φησιν αὐτῷ Ὁ κύριός μου καὶ ὁ θεός μου. διὰ γὰρ τοῦτο καὶ θανάτου κατεφρόνησαν, μικρὸν γὰρ εἰπεῖν, ὕβρεων καὶ