1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

19

ἀκίνητον. Καὶ πῶς μὴ κινουμένη ἦλθεν εἰς τὰ ὅρια τοῦ φωτός; Ἢ πῶς ἔσχε κίνησιν; Ἢ ἀγαθὸς καὶ οὐκ ἀγαθὸς ὁ δεδωκὼς τῇ κακίᾳ κίνησιν ἢ ἄλλος ἔδωκεν αὐτῇ τὴν κίνησιν παρὰ τὸν ἀγαθόν, καὶ ἔσονται τρεῖς ἀρχαὶ καὶ οὐ δύο. Εἰ δὲ λέγετε, ὅτι ἀσώματος ἦν ἡ ὕλη, πόθεν τὸ σῶμα; Ἡ γὰρ ἀσώματος καὶ ἄναρχος οὐσία οὐ δύναται εἰς σῶμα τραπῆναι. Πόθεν οὖν ἡ ἀναρίθμητος τῶν σωμάτων πληθύς; Εἰ δὲ σύνθετον εἴπητε τὴν ὕλην ἐξ ἀσωμάτου καὶ σώματος, γνῶτε, ὅτι ἀδύνατον σύνθετον γενέσθαι εἰ μὴ ἐξ ἁπλῶν, ὥσπερ ἀδύνατον γενέσθαι δύο εἰ μὴ ἐκ μιᾶς καὶ μιᾶς καὶ ἀδύνατον γενέσθαι ἄνθρωπον εἰ μὴ ἐκ ψυχῆς καὶ σώματος καὶ ἀδύνατον γενέσθαι σῶμα εἰ μὴ ἐκ τῶν ἁπλῶν στοιχείων, τῆς γῆς καὶ τοῦ ὕδατος καὶ τοῦ ἀέρος καὶ τοῦ πυρός. Χρὴ οὖν πρῶτον εἶναι τὰ ἁπλᾶ καὶ τότε γενέσθαι ἐκ τῶν ἁπλῶν σύνθετον. Ἔσονται οὖν οὐ δύο ἀρχαί, ἀλλὰ τρεῖς. Οὕτως ἀδύνατον ἄναρχον εἶναι τὴν ὕλην. Καὶ εἰ σύνθετος ἐξ ἀσωμάτου καὶ σώματος, διὰ τί οὐκ ἐποίησε τὸν ἄνθρωπον ἐκ τῆς ἀσωμάτου αὐτοῦ φύσεως καὶ τοῦ σώματος; 67 «Ἄκουε, οὐρανέ, καὶ ἐνωτίζου, γῆ.» «Πρόσεχε, οὐρανέ, καὶ λαλήσω, καὶ ἀκουέτω γῆ ῥήματα ἐκ στόματός μου.» Λαλήσω γὰρ ῥήματα οὐκ ἐμῆς καρδίας, ἀλλὰ τῶν ἐσκοτισμένων καὶ μεμιαμμένων Μανιχαίων. Ἀκούσατε, λαοί, φυλαί, γλῶσσαι, ἀκούσατε. Ἓν θέατρον γενέσθω σήμερον ὁ οὐρανὸς καὶ ἡ γῆ. Ἀκούσατε, τί λέγουσιν οἱ ἐπικατάρατοι Μανιχαῖοι, οἱ ἐσκοτισμένοι περὶ τὸ φῶς, τὸ στόμα τοῦ διαβόλου. Λέγουσιν, ὅτι ἡ ὕλη ἐπολέμησε μετὰ τοῦ θεοῦ καὶ ἀπέσπασε μέρος ἀπ' αὐτοῦ. Περιγραπτὸν λέγουσι τὸν θεόν, πολεμοῦντα καὶ πολεμούμενον καὶ λυπούμενον καὶ ἀποτεμνόμενον. Πολεμεῖται ὁ θεός; Ἀποκόπτεται ὁ θεός; Οἴμοι, οἴμοι, οὐκ ἀποκτενοῦμεν αὐτούς; Οὐ πυρὶ καταναλώσομεν; Τούτοις ὁμιλήσομεν; Τούτους εἰς κοινωνίαν δεξόμεθα; Ὁ κοινωνῶν αὐτοῖς ὅμοιος αὐτοῖς ἐστι καὶ τῆς μερίδος αὐτῶν ἔσται καὶ ἐν τῷ νῦν καὶ ἐν τῷ μέλλοντι αἰῶνι. Ἀδελφοί, κοινωνία λέγεται· ἀποθάνωμεν καὶ μὴ δεξώμεθα εἰς κοινωνίαν τοὺς Μανιχαίους. Ἀποθάνωμεν, ἵνα ζήσωμεν· ὁ δεχόμενος αὐτοὺς εἰς κοινωνίαν Μανιχαῖός ἐστιν, ὅμοιος αὐτοῖς. Κρεῖττόν ἐστιν ἰουδαΐσαι καὶ Ἰουδαῖον ἀποθανεῖν ἤπερ κοινωνῆσαι τοῖς Μανιχαίοις. Ὦ ἀπὸ τῶν Μανιχαίων. Ἀκούσατε δὴ πρὸς θεοῦ, ὦ ἄνδρες, ἀκούσατε, τί φησιν ὁ θεώλεστος Μάνης. Οὐκ ἔστι, φησίν, ὁ κόσμος τοῦ θεοῦ, ἀλλὰ τοῦ διαβόλου. Ἀπαλλοτριῶσαι ἡμᾶς βούλονται τοῦ θεοῦ ἡμῶν. Καὶ ἐλυπήθη, φησίν, ὁ θεός, ὅτι ἀπεκόπη μέρος ἀπ' αὐτοῦ, καὶ ἐπόνησεν. Ἐὰν ἀπεκόπη μέρος ἐξ αὐτοῦ, φθαρτός ἐστι· πᾶν γὰρ τὸ τεμνόμενον φθαρτόν ἐστιν. Ἐσύλησε καὶ ἥρπαξε, φησίν, ἡ κακία μέρος ἀπὸ τοῦ θεοῦ καὶ διὰ τοῦτο πέμπει ὁ θεὸς καὶ συλᾷ καὶ ἁρπάζει τὸ μέρος τὸ συληθὲν ἀπ' αὐτοῦ. Λῃστὰς θεοῦ εἰσάγεις, ὦ θεώλεστε; Ἀλλὰ καὶ μηχανάς, φησίν, ἐποίησεν ὁ θεός, δώδεκα κάδους καὶ τὸν ἥλιον καὶ τὴν σελήνην, ἵνα λάβῃ τὸ ἴδιον. Εἶτα τί, ἵνα τι τελευταῖον γένηται, ἵνα πέμψῃ πῦρ ὁ ἀγαθὸς καὶ καύσῃ τὸν κόσμον καὶ ἀναλώσῃ πάντα καὶ ἀποκαταστήσῃ τὴν ὕλην κάτω εἰς τὸν τόπον αὐτῆς καὶ τὰς ψυχὰς τὰς μὴ δεξαμένας τὸν Μάνεντα; Ἀκούσατε, οἷα λέγει ὁ ἀντίδικος τοῦ θεοῦ, πόσην δύναμιν δίδωσι τῇ ὕλῃ· Καταβάλλει τοῦ θεοῦ τοῦ ὑψίστου τὴν δύναμιν. Πρῶτον μέν φησιν, ὅτι ἐσυλήθη καὶ ἐκλάπη. Ὢ ἀδυναμίας. Τὸν θεόν μου λέγεις ἀδύνατον; Ἀλλ' ἑκὼν παρεχώρησε. Πῶς οὖν ἐλυπήθη, εἰ μὴ ἐβιάσθη; Οὐδεὶς προδίδωσι τὰ ἑαυτοῦ ἑκουσίως καὶ λυπεῖται. Εἰ δέ, ἵνα μὴ κατακυριευθῇ ὁ τόπος αὐτοῦ, μὴ δυνηθεὶς ἄλλως περιγενέσθαι τῆς ὕλης, ἐλυπήθη, πῶς οὐκ ἀδύναμος; Εἶτα λυπεῖται, καὶ κολάζεται τὸ μέρος τὸ ἀπ' αὐτοῦ, καὶ τεχνάζεται καὶ μηχανὰς ποιεῖ, ἵνα λάβῃ τὸ ἴδιον, καὶ οὐδὲ ὅλον ἀπολαμβάνει τὸ ἴδιον· αἱ γὰρ ψυχαὶ αἱ μὴ ἀκολουθήσασαι τῷ Μάνεντι εἰς αἰῶνα κολάζονται· καὶ τελευταῖον ἡ ὕλη πάλιν ἐν τοῖς ἰδίοις τόποις στασιάσασα τὸν ἀγαθὸν καὶ θλίψασα, αὐτὴ δὲ μὴ θλιβεῖσα, ἀλλὰ τὸ