Fragmenta in Psalmos

 φιλόθεος καὶ δι' οἴκου καὶ σκεύους ἀνακειμένου θεῷ πρὸς θεὸν ἀνεγείρεται. ἓν οὖν τοῦτο καὶ μόνον ἐζήτησα τὸν θεὸν ναὸν οἰκεῖν, ὅπερ ἡ Ἅννα ποιεῖ, καὶ

 κατὰ τὸ διαλλάττον τοῦ τρόπου κατὰ τὸ ῥηθὲν καὶ πάλιν παρὰ τοῦ σωτῆρος ὅτι Καὶ πολλαὶ μοναὶ παρὰ τῷ πατρί μου. 15 Ps 34,6 Αἱ ὁδοί, φησίν, τῶν ἀσεβῶν σ

 25 Ps 37,4a Σώματι διόλου κακουμένῳ παραβάλλει τὸ πολύπονον καὶ πολυπαθὲς αὐτοῦ, οἷον καὶ παρὰ τῷ Ἡσαΐᾳ τὸ Ἀπὸ ποδῶν ἕως τῆς κεφαλῆς οὐκ ἔστιν ἐν αὐτῷ

 κεχαρισμένον καὶ εἰς αἰῶνα παρατείνων τὰ ἀγαθὰ Ταῦτα μένει, φησίν, τὰ τρία· πίστις ἐλπὶς ἀγάπη. 34 Ps 39,5 Ἐν τούτῳ φησὶ τὸ μακάριον ἄνθρωπον ἐν τῷ θε

 Ἐξαιρέτως ἐπὶ Χριστοῦ τὴν ἀκακίαν ἀκούομεν τὴν πάσης κακίας καθαρότητα, ἣν ἐζήτει μὲν παρὰ ἀνθρώπων ὁ δημιουργὸς ἐπὶ τούτῳ γεγενημένων ὡς εἶναι τοῦ πο

 πάθους τῆς λήθης λέγει τὸ ∆ιὰ τί, ἀλλ' ἑκούσιον λήθην παρίστησι τὴν περὶ ἄνθρωπον ἀφροντιστίαν τὸν τῆς παρὰ θεοῦ ἀνάξιον ἐπιμελείας.

 καθάπαξ αὐχοῦμεν ἐπὶ σοὶ δι' ὅλου τοῦ χρόνου καὶ τῷ ὀνόματί σου χάριτας ἀναφέρομεν ᾧ σῳζόμεθα, ὥσπερ καὶ λέγεται διὰ τοῦ Ἱεζεκιὴλ ∆ι' ὑμᾶς ἐγὼ οὐ ποιῶ

 ἐκείνων οὐχὶ μικρὰν μερίδα (πολλοὶ γὰρ καὶ οἱ ἐξ Ἰουδαίων πεπιστευκότες), προοίμιόν τι τῆς περὶ τούτων μυσταγωγίας ποιεῖται, λόγον ἀγαθὸν ἐπαγγελλόμεν

 εἰς κεφαλήν, καὶ σὺ ἔσῃ εἰς οὐράν. ὅτι δὴ οἱ τὸ παλαιὸν ἐπήλυδες νόμου γενόμενοι πρὸς τὸ οἰκειοῦσθαι θεῷ νῦν αὐτοὶ τῆς πρὸς θεὸν συνόδου κατάρχουσιν,

 78 Ps 48,4.5 Λόγου, φησίν, ἅψομαι σοφοῦ κεκρυμμένου, μιγνὺς ᾠδῇ τὸ αἴνιγμα. πῶς οὐχὶ τὸ στόμα εἶπεν ἀνοίγειν εἰς παραβολὴν ἀλλὰ τὸ οὖς κλίνειν; ἢ ὅτι

 ἀνθρώπου ἡ ἁμαρτία εἰς τὸν κόσμον εἰσῆλθεν, καὶ ἐρρίζωται τὸ κακὸν ἐν τῇ πρώτῃ γυναικὶ καὶ ἐξ ἐκείνης διὰ τῶν τοκετῶν ἐπὶ τὰ τικτόμενα διαβαίνει. οἰκε

 ὑπόσχεσις ἐπήγαγε ταῦτα. 99A Ps 70,19.20 Αὐτόθεν ἄρχεται τοῦ ὕμνου ὅθεν ἐπήγγελται παραχρῆμα ποιῶν, τὸ ὑψηλὸν τῶν τοῦ θεοῦ τεραστίων μεγαλοφώνως ἀναβο

 γὰρ καὶ τέθηλεν οἰκουμένη πᾶσα τῷ Χριστοῦ καρπῷ καὶ πλῆθος ἀναρίθμητον τῶν ἐφ' ἑκάστης πόλεως ἀναφαινομένων Χριστοῦ παίδων ὡς ἀπὸ τῆς γῆς πόα. 105 Ps

 111a Ps 73,4a Ἀναγκαίως ἡ τῶν τόπων μνήμη διὰ τὴν τοῦ λαοῦ παρανομίαν. ὅτι κατὰ τῶν τόπων οὐκ ἦν ἀγανακτήσεως πρόφασις, καὶ οἱονεὶ διὰ τὴν τοῦ τόπου φ

 τουτέστιν ὄρη τροφῆς. τὴν γὰρ τροφὴν θήραν καὶ ἐν τῷ ΡΛΑ κέκληκε λέγων Τὴν θήραν αὐτῆς εὐλογῶν εὐλογήσω, ὃ δὴ Σίτησιν ἐν ἐκείνῳ Σύμμαχος εἴρηκεν. ἐν δ

 (οὐχ ὁ κύκλῳ περιάγων αὐτόν) καὶ διατείνας αὐτὸν ὡς σκηνὴν κατοικεῖν (οὐχ ὡς κύκλον περιελίττεσθαι)· καὶ Ἀπ' ἄκρου θεμελίου οὐρανοῦ φησιν Ἡσαΐας ἔρχεσ

 δεσπότην. εἰ γὰρ καὶ ἐγκλήματα κατὰ τῶν δούλων εἴη δίκαια, ἀλλὰ καὶ φειδὼ περὶ τὸ οἰκεῖόν ἐστιν ἀπανθρώπως ὑπὸ τοῦ ἀλλοτρίου πορθούμενον. λέγει δὲ καὶ

 σκιᾷ μὲν τὰ ὄρη ἐκάλυψεν ἡ προειρημένη ἄμπελος διὰ τὸ πᾶν ὕψος καὶ πᾶσαν δύναμιν τὴν ὑπὲρ γῆς ὑπερβαλέσθαι, ταῖς δὲ τῶν ἀκρεμόνων ἐκτάσεσι τὰς κέδρους

 καταλλαγή φησι κόσμου, ὕστερον δὲ ἡ πρόσληψις ζωὴ ἐκ νεκρῶν, τελείας τῆς εὐμενείας τοῦ θεοῦ φανείσης ἀνθρώποις, ἐπειδὰν τῶν ἐπαγγελιῶν πληροῖ τῶν πρὸς

 ὀφθαλμοί μου ἠσθένησαν ἀπὸ πτωχείας ὁ Σύμμαχος Ὁ ὀφθαλμός μου ἐξέρρευσεν ἀπὸ τῆς κακώσεως ἐξέδωκεν. 146 Ps 87,13 Σῷζε οὖν γένος ὑπὸ σοῦ πεποιημένον ἐπ

 ἅπερ εἴρηται διὰ τοῦ προφήτου Νάθαν. ἐλέῳ δὲ τῷ παρ' ἑαυτοῦ καὶ τῇ προσηκούσῃ περὶ τὸν δίκαιον σπουδῇ φησιν ὑψοῦσθαι αὐτόν, καθὰ καὶ παραδόξως ἤρατο ν

 ἑτέρων βασιλέων εἰς θεὸν ἐλπιζόντων γέγονεν, ἀληθευομένης τῆς ἐπαγγελίας τοῦ θεοῦ τῆς λεγούσης Ἐχθρεύσω τοῖς ἐχθροῖς σου καὶ ἀντικείσομαι τοῖς ἀντικει

 φάσκων καὶ εὐφραίνεσθαι τὰς πολλὰς νήσους τουτέστι τὰ ἔθνη, εἶτα ἑξῆς ὠδίνειν τὴν γῆν καὶ τὰ ὄρη τήκεσθαι· πῇ μὲν τοὺς ἁγίους λέγει, πῇ δὲ τοὺς ἐναντί

 170 Ps 101,3 Ὅμοιον δυνάμει τὸ λεγόμενον τῇ Σαλομῶνος εὐχῇ

 λέγει τῆς ἱδρύσεως θεοῦ δυνάμεως δεῖγμα τὸ γῆν οὖσαν στοιχεῖον τὸ βαρύτατον ὑπὲρ ὑδάτων πεπῆχθαι καὶ μένειν δι' αἰῶνος ἀμετακίνητον, οὐ δή που τῆς ὑπο

 θεοῦ καὶ ἐκ τῶν ἑκάστοτε λεγομένων τεράτων δείκνυται· δεῖ δὲ θεοῦ γνωρίζεσθαι δύναμιν καὶ οὐχ ἱστορίαν πραγμάτων ἀπαράλειπτον πάντως γίνεσθαι. οὐκ εἰς

 δὲ παιδεύσεως τὸ τέλος ἡ πρὸς τὸ ὀρθὸν τοῦ ἀνθρώπου κατόρθωσις ἐν ἡγεμονίᾳ πνεύματος, ὑπακοῇ δὲ σαρκός. διὰ τοῦτο τῶν τε ἡδέων τὰς χορηγίας ὑπερετίθετ

 ἀνακινήσαντος αὐτῶν τὸν πρότερον εὔδιον πλοῦν, ὑφ' ὧν κορυφουμένων εἰς ὕψος ἀναγομένους αὐτοὺς καὶ ἀναρρεόντων καταγομένους, οἷον ἐν θαλάττῃ γίνεσθαι

 202 Ps 110 arg. Λέγεται ἐν τῷ παρόντι διὰ βραχέων ὁ ὕμνος, καὶ διὰ τῶν εἴκοσι δύο στοιχείων τῶν Ἑβραίων αἱ πρῶται φωναὶ τῶν στίχων προΐασι κατὰ τὴν Ἑβ

 ζῶσαν τὴν ὄντως εὐάρεστον θεῷ, ὧν καὶ τὸ πλῆθος ἀνα πληροῖ τὸ θυσιαστήριον ἄχρι πρὸς τὸ ἀκρότατον ὕψος τὸ συναπτόμενον τοῖς οὐρανίοις ἀγγέλοις, διὰ τῆ

 ἡμῶν. προσαγαγὼν οὖν ἑαυτὸν ὡς προσήκει ταπεινόν, ἀμοιβὴν ζητεῖ παρὰ θεοῦ τὴν ἐπὶ βίον ἔννομον ἀγωγὴν καὶ τὴν κατὰ λόγον θεοῦ ζωήν. ταπεινοῦ δὲ καὶ αὐ

 ἀναφέρεσθαι δεῖ τὰς νῦν λεγομένας πλάσεις, οἷον καὶ τὸ Πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ ἐπίσταμαί σε· καθὸ καὶ Ἰὼβ λέγει τὸ Πηλόν με ἔπλασας, τὴν ἐν τῷ

 παροξυσμῷ τῷ πρὸς τοὺς ἐπιβουλεύοντας, ὡς οὐκ ἐπλάνησε τὸν ∆αυὶδ ἡ τοῦ Σαοὺλ ἐπιβουλὴ πρὸς τὸ ἀμύνασθαι πρὸς τὸ προσῆκον. 237 Ps 118,111 Ἐπέτεινε τὴν

 ἀποθνῄσκον τας διὰ τοῦ θανάτου λυτρούμενος· ᾧ καὶ ἀκολούθως ἐπάγεται τὸ Ζήσεται ἡ ψυχή μου, καὶ τὰ ἑξῆς.

 θεοσεβεστάτων, δι' ὧν ἡ βασιλεία ∆αυὶδ ἀνορθοῦται χάριτι τοῦ Χριστοῦ ὃς τοῖς δώδεκα ἔδωκεν ἀποστόλοις τὸ ἐπὶ δώδεκα θρόνοις καθεζομένους κρίνειν τὸν Ἰ

 μεγίστην ἐπιφέρει τὴν ἁπασῶν ἐκείνων περισωστικήν. τροφῆς γὰρ εὐπορίαν ἔδωκεν ἐξ ἀρχῆς ἣν Θήραν καλεῖ, σίτησιν δὲ ἕτερος ἑρμηνεύει. καὶ τοὺς οἰκήτορας

 τὸν κατὰ τὸ ἐμφανὲς ἔλεγχον ὅτι μὴ θεοὶ ὧν τὰ τοιαῦτα ὁμοιώματα. θεῖον γὰρ τὸ ὁμοίωμα τοῦ θεοῦ· διὸ καὶ ἄνθρωπος εἰκὼν ὁ θεῖος, οὐχ ὁ τῆς θεότητος ἐστ

 διὰ τὴν τοῦ Ἰσραὴλ ἄφεσιν εἰς ἐξουσίαν προαγόμενος, ὡς ἔχει τὰ διὰ τοῦ Ἡσαΐου προφητευθέντα· ἀλλ' ὁ μακαρισμὸς εἰς ἐκείνους περιστήσεται τοὺς ἀποδιδόν

 ταῖς εὐεργεσίαις, τουτέστιν ἐπὶ τοὺς ἐλπίδα μὴ ἔχοντας καὶ ἀθέους ἐν τῷ κόσμῳ οὓς μηδὲ ὄντας ὁ ἀπόστολος κέκληκεν. 282 Ps 137,7.8a ∆εύτερον ἐπιφέρει τ

 291 Ps 140,2 Εἰ πρωῒ τὸν ἐπιόντα βίον συνίεμεν τὸν ἐν ἀναπαύσει καὶ δόξῃ

 300 Ps 143,4.5 Πάντα δὲ ὅμοια τὰ μὲν ἀνθρώπινα, θείας δὲ ἐνεργείας φοβερᾶς τε καὶ ἰσχυρᾶς καὶ ὀλοθρευτικῆς ἀνθρώπων ἐνδείγματα. 301 Ps 144,1 Κατὰ μὲν

 πληροῦσαν αὐτὸν δύναμιν καὶ σοφίαν ἔχων ἀλλὰ πλήρη προελθοῦσαν ἐξ ἑαυτοῦ, καθὰ καὶ Σολομὼν γέννημα τὴν σοφίαν λέγει καὶ ἐκ θεοῦ προσεληλυθυῖαν τὴν αὐτ

καταλλαγή φησι κόσμου, ὕστερον δὲ ἡ πρόσληψις ζωὴ ἐκ νεκρῶν, τελείας τῆς εὐμενείας τοῦ θεοῦ φανείσης ἀνθρώποις, ἐπειδὰν τῶν ἐπαγγελιῶν πληροῖ τῶν πρὸς τοὺς πατέρας, τὸ γένος τὸ ἐξ αὐτῶν προσαγόμενοι οὐ διὰ τὴν ἐκείνων ἀξίαν ἀλλὰ διὰ τὴν ἰδίαν ἀλήθειαν. τέως μὲν γὰρ οἱ δι' ἀλήθειαν κληθέντες ἀντεῖπον καὶ πρὸς τὴν κλῆσιν οὐχ ὑπήκουσαν ἀλλ' ἔφθασαν οἱ δι' ἐλέου κλητοί, τότε δὲ ἀμφότερα συνδραμεῖται καὶ ὁ ἔλεος καὶ ἡ ἀλήθεια, καὶ τότε ἡ ἀδικία πεσεῖται παντελῶς καὶ οἱ ἄδικοι τῆς κατὰ τῶν δικαίων ἰσχύος ἐξωσθήσονται ὥστε εἰρήνης ἀπολαύειν τὸν δίκαιον καὶ οἱονεὶ φιλήματι πρὸς ἀλλήλας ἑνωθῆναι δικαιοσύνην τε καὶ εἰρήνην. 140 Ps 84,12.13 Τῷ ἀνατεῖλαι τὴν ἀλήθειαν ἐκ τῆς γῆς ἐπιφανεῖται τὸ δίκαιον ἐξ οὐρανοῦ καὶ τὰ χρηστὰ πάντα παρὰ θεοῦ, καὶ τὰ ἐκ γῆς ὑπάρξει πάντα ἀγαθά. διότι τὴν τοῦ θεοῦ δικαιοσύνην ὁ κύριος ὑπὲρ ἀνθρώπων ἐπηγάγετο, οὐκ ἄλλως τῆς οὐρανίου κρίσεως μελλούσης τὰ κατ' ἀνθρώπους δικάζειν καὶ διατιθέναι καλῶς εἰ μὴ Χριστὸς ὑπὲρ τῆς τῶν πραγμάτων κατορθώσεως ἐγεννήθη κατ' ἀνθρώπους καὶ τὸ ὅλον πρᾶγμα τῆς ἀνθρωπείας φύσεως εἰς ἑαυτὸν ἀνεδέξατο.

141 Ps 85,11-13 Ἄλλος ἐκ προσώπου τοῦ υἱοῦ τὸν ψαλμὸν εἰρῆσθαι εἰπών

φησιν· τὴν ἐξαίρετον γὰρ καὶ θείαν ἀρετὴν εἰς ἡμᾶς αἰτεῖ παρὰ τοῦ πατρὸς ἀφ' ἑαυτοῦ ταῦτα λέγων ἅπερ ἡμῖν γενέσθαι βούλεται, ὥστε θεὸν εἶναι τὸν ἄγοντα ἡμᾶς κατὰ τὸ λεγόμενον ὑπὸ τοῦ Παύλου Ὅσοι πνεύματι θεοῦ ἄγονται οὗτοι υἱοί εἰσι θεοῦ, καὶ πορεύεσθαι ἡμᾶς ἐν ἀληθείᾳ θεοῦ τὴν ἀληθῆ καὶ ὄντως λατρείαν τὴν τοῦ πνεύματος λατρεύοντας καὶ περὶ μόνον τὸν θεῖον φόβον ἔχοντας τὴν καρδίαν ἀμέριστον εἰς ἑτέραν φροντίδα, ὁλόκληρον εἰς τὴν ζήτησιν τοῦ ἀληθοῦς ἀγαθοῦ. εἶτα τὸν ὑπὲρ τῆς ἀναστάσεως ὕμνον καὶ τὴν εὐχαριστίαν ἀναφέρει θεῷ αὐτός τε ὁ κύριος, ἐπεὶ κατῆλθεν εἰς τὰ κατώτατα τῆς γῆς, ὡς γέγραπται, κἀκεῖθεν ἀνῆλθεν βουλήσει πατρὸς καὶ τῇ τῆς θεότητος ἐξουσίᾳ, ἡμεῖς τε ἀκολούθως χάριτι τῇ παρ' αὐτοῦ τὴν ἄνοδον εὑρισκόμενοι.

142 Ps 87 arg. Προείρηται μὲν ἡμῖν ὅτι τοῦ Κορὲ ἀπόγονος Αἰμᾶν, ὁ δὲ Κορὲ

τοῦ Καὰθ υἱωνὸς τοῦ τιμιωτάτου τῶν Λευὶ παίδων, ἐξάρχου δὲ τοῦ τάγματος τῶν Λευιτῶν, ᾠδὴν ᾄδει κυριωτάτην. χορεύει γὰρ τῷ Χριστῷ καθὰ καὶ ἐπιγέγραπται ἡ ᾠδὴ Ἐπὶ χορείᾳ· ᾄδει δὲ τὰ πάθη τοῦ σωτῆρος τὰ κοσμοσωτήρια, παράγων αὐτὸ τὸ τοῦ κυρίου πρόσωπον ἐν τῷ λόγῳ, ὡς ἐκ τῶν εἰρημένων δῆλον γίνεται. 143 Ps 87,2 Καὶ πολιτείαν ἐπουράνιον ὑπογράφοντος πρὸς τὴν τῶν ἀνθρώπων σωτηρίαν διδάσκοντός τε, ἐπειδὰν ἡμᾶς περιστῇ τὰ κακά, μόνην καταφυγὴν ἡγεῖσθαι θεόν, ὥσπερ καὶ ἐκ τῶν Εὐαγγελίων ἐδιδάχθημεν ἡνίκα ἤδη προσήει τὸ πάθος, συνεχεῖς δεήσεις αὐτὸν καὶ προσευχὰς ποιούμενον. 144 Ps 87,6 Ἐπιμένων τοῖς τῆς ὁμοιώσεως ῥήμασι λέγει ὅτι Ὡς οἱ ἀνῃρημένοι καὶ ἐν τάφῳ κείμενοι γέγονα οἳ τοῦτο πάσχουσιν ὅτι τῆς σῆς ἐχωρίσθησαν δυνάμεως τῆς ζωοποιοῦ. δῆλον γὰρ ὅτι τοῦτο οὐκ ἦν ἐπ' αὐτοῦ. τῆς γὰρ τοῦ θεοῦ δυνάμεως πλῆρες ἦν τὸ Χριστοῦ σῶμα καὶ μετὰ θάνατον. ταύτῃ τοι καὶ αἷμα καὶ ὕδωρ ἐξ αὐτοῦ ἐχεῖτο ὅπερ ἀπὸ νεκρῶν σωμάτων οὐδὲν τῶν τοιούτων πρόεισιν. 145 Ps 87,9b-10a [Ἄλλος φησὶ τὸ Ἔθου με βδέλυγμα αὐτοῖς ἐξηγούμενος·] ὥσπερ ᾐσχύνθησαν οἱ μαθηταὶ ἐπὶ τοῖς παθήμασιν αὐτοῦ, οὐκέτι σωτῆρα οὐδὲ λυτρωτὴν ἐλπίσαντες οἵ γε δὴ καὶ ἔλεγον ὅτι Παρέδωκαν αὐτὸν οἱ ἄρχοντες εἰς κρῖμα θανάτου· ἡμεῖς δὲ ἠλπίζομεν ὅτι αὐτός ἐστιν ὁ μέλλων λυτροῦσθαι τὸν Ἰσραήλ. δῆλον δὲ ὅτι καὶ συνεσχέθη ταῖς χερσὶ τῶν ἐχθρῶν παραδοθεὶς ἑκὼν μέν, κατεχόμενος δὲ ὅμως. ἔνθα δὴ καὶ εἰς κάκωσιν ἦλθε τὴν ὑπὲρ ἡμῶν· πάντα γὰρ ὅσα σώματι βαρέα καὶ κακωτικὰ ταῦτα ἤνεγκεν. ἀντὶ γὰρ τοῦ Οἱ

20