20
20.1 Χρόνια μέν σοι καὶ τὰ παρ' ἡμῶν γράμματα· οὐ μὴν χρονιώτερα τῶν αὐτόθεν, καὶ ταῦτα πολλῶν καὶ συνεχῶν ἐπιδημησάντων ἡμῖν ἀπὸ τῆς ὑμετέρας· οἷς εἰ πᾶσιν ἐφεξῆς γράμματα ἐπετίθεις, οὐδὲν ἦν τὸ κωλύον αὐτῷ σοι δοκεῖν συνεῖναι ἡμᾶς καὶ οἱονεὶ παρόντας καὶ συνόντας ἀπολαύειν, οὕτω συνεχὲς ἦν τὸ πλῆθος τῶν πρὸς ἡμᾶς ἀφικνουμένων. Ἀλλὰ τί οὐκ ἐπιστέλλεις; Καίτοιγε οὐδὲν ἔργον σοφιστῇ ἢ τὸ γράφειν· μᾶλλον δέ, εἰ καὶ τῆς χειρὸς ἔχεις ἀργῶς, οὐδὲ γράφειν δεήσει· ἄλλος γάρ σοι διακονή σει. Γλώττης δὲ χρεία μόνης, ἥ, κἂν ἡμῖν μὴ διαλέγηται, ἀλλ' ἑνί γε πάντως τῶν συνόντων λαλήσει· κἂν μηδεὶς παρῇ, ἐφ' ἑαυτῆς διαλέξεται· σιωπήσει δὲ οὐδαμῶς, σοφιστική τε οὖσα καὶ Ἀττική, οὐ μᾶλλόν γε ἢ αἱ ἀηδόνες, ὅταν τὸ ἔαρ αὐτὰς πρὸς ᾠδὴν ἀναστήσῃ. Ἡμῖν μὲν γὰρ τὸ πυκνὸν τῆς ἀσχολίας τοῦτο ἐν ᾧ νῦν ἐσμεν, κἂν παραί τησιν ἐνέγκοι τυχὸν πρὸς τὴν ἔνδειαν τῶν γραμμάτων, καὶ τὸ οἱονεὶ ἐρρυπῶσθαι λοιπὸν τῇ κατακορίᾳ πρὸς ἰδιωτισ μὸν ὄκνον εἰκότως ἐμποιεῖ προσφθέγγεσθαι ὑμᾶς τοὺς σοφιστάς, οἵ, εἰ μή τι ἄξιον τῆς ὑμετέρας αὐτῶν σοφίας ἀκούσεσθε, δυσχερανεῖτε καὶ οὐκ ἀνέξεσθε. Σὲ δέ που τὸ ἐναντίον εἰκὸς ἐπὶ πάσης προφάσεως δημοσιεύειν σαυτοῦ τὴν φωνήν, ἐπιτήδειον ὄντα εἰπεῖν ὧν αὐτὸς οἶδα Ἑλλή νων. Οἶδα γάρ, ὡς οἶμαι, τοὺς ὀνομαστοτάτους τῶν ἐν ὑμῖν. Ὥστε οὐδεμία παραίτησις σιωπῶντι. Καὶ ταῦτα μὲν εἰς τοσοῦτον. Ἀπέστειλα δὲ καὶ τὰ πρὸς Εὐνόμιον· ἃ εἴτε παιδιὰν χρὴ καλεῖν, εἴτε μικρῷ παιδιᾶς σπουδαιότερα, αὐτῷ σοι κρίνειν παρίημι, ὃς πρὸς μὲν τὰ οἰκεῖα σαυτοῦ οὐκέτι, οἶμαι, χρῄζεις, πρὸς δὲ τῶν ἐνδιαστρόφων τοὺς ἐντυγχάνοντας οὐκ ἀγεννές σοι ὅπλον ἔσεσθαι προσδοκῶ, οὐ τῇ δυνάμει τοῦ συντάγματος καταπιστεύοντες τοσοῦ τον, ἀλλ' ἀκριβῶς γνωρίζοντες ἀπὸ ὀλίγων ἀφορμῶν ἐπὶ πολλά σε ὄντα εὑρετικόν. Ἐὰν δέ τί σοι καὶ ἀσθενέστερον ἔχειν τῆς χρείας καταφανῇ, μὴ κατοκνήσῃς ἐλέγξαι. Τούτῳ γὰρ μάλιστα φίλος κόλακος διενήνοχε, τῷ τὸν μὲν πρὸς ἡδονὴν ὁμιλεῖν, τὸν δὲ μηδὲ τῶν λυπούντων ἀπέ χεσθαι.
21.τ ΛΕΟΝΤΙΩ ΣΟΦΙΣΤΗ
21.1 Ἔοικέ τι τῆς κοινῆς καταστάσεως καὶ εἰς τὰ ἑαυτοῦ πράγματα ὁ χρηστὸς
Ἰουλιανὸς ἀπολαύειν. Ἀπαιτεῖται γὰρ καὶ αὐτὸς καὶ ἐγκαλεῖται σφοδρῶς, ἐπειδὴ πάντα νῦν ἀπαιτουμένων καὶ ἐγκαλουμένων γέμει. Πλὴν ὅσον οὐκ εἰσφορῶν ἐλλείμματα, ἀλλ' ἐπιστολῶν. Καίτοι πόθεν αὐτῷ ἐλλέλειπται ἀγνοῶ. Ἔδωκε γὰρ ἀεὶ ἐπιστολήν, τὴν δὲ ἐκομίσατο. Εἰ μή τί που καὶ παρὰ σοὶ ἡ πολυθρύλητος αὕτη τετραπλῆ προτετίμηται. Οὐδὲ γὰρ οἱ Πυθαγόριοι τοσοῦτον προετίμησαν τὴν τετρακτὺν ὅσον οἱ νῦν ἐκλέ γοντες τὰ δημόσια τὴν τετραπλῆν. Καίτοιγε ἴσως τὸ ἐναν τίον εἰκὸς ἦν, σοφιστὴν ὄντα καὶ εὐποροῦντα λόγων τοσού των, αὐτὸν ἡμῖν εἰς τὴν τῶν τετραπλασίων ἔκτισιν ὑπο κεῖσθαι. Καὶ μὴ οἴου ταῦτα δυσχεραίνοντας ἡμᾶς γράφειν. Χαίρω γάρ σου καὶ ταῖς μέμψεσιν, ἐπειδὴ τοῖς καλοῖς φασι πάντα μετὰ τῆς τοῦ καλοῦ προσθήκης γίνεσθαι, ὥστε καὶ λύπας αὐτοῖς καὶ ὀργὰς ἐπιπρέπειν. Ἥδιον γοῦν ἄν τις ἴδοι ὀργιζόμενον τὸν ἀγαπώμενον ἢ θεραπεύοντα ἕτερον. Μήποτε οὖν ἀνῇς ἐγκαλῶν τὰ τοιαῦτα. Γράμματα γάρ που ἔσται αὐτὰ τὰ ἐγκλήματα, ὧν ἐμοὶ οὐδὲν ἄκουσμα τιμιώτερον οὐδὲ πλείονα φέρον τὴν ἡδονήν.
22.τ ΠΕΡΙ ΤΕΛΕΙΟΤΗΤΟΣ ΒΙΟΥ ΜΟΝΑΧΩΝ
22.1 Πολλῶν ὄντων τῶν ὑπὸ τῆς θεοπνεύστου Γραφῆς δηλουμένων καὶ τῶν
κατορθοῦσθαι ὀφειλόντων τοῖς ἐσπου δακόσιν εὐαρεστῆσαι τῷ Θεῷ, περὶ μόνων τέως τῶν ἐπὶ τοῦ παρόντος κινηθέντων παρ' ὑμῖν, ὡς ἔμαθον ἐξ αὐτῆς τῆς