ὅμως ἀκίνητος, οὐχ ὑπὸ τῆς βασιλείας ἐπαιρόμενος, ἀλλὰ τὴν βασιλείαν καταφέρων καὶ ὁμαλίζων ἐς τὸ φιλοσοφώτερον. 7.4.8 Ὁ δὲ Χρυσάνθιος οὐδὲ ταύταις ἑάλω ταῖς ἄρκυσιν καὶ μηχαναῖς, ἀλλὰ τοῖς θεοῖς ἐντυχών, ὡς τὰ παρὰ τῶν θεῶν ἦν ἀμετάβλητα, καὶ αὐτὸς εἵπετο τοῖς θεοῖς, καὶ πρὸς τὸν βασιλέα ἐπέστελλεν, ὡς ὑπὲρ τοῦ βασιλέως ἢ κατὰ Λυδίαν * 7.4.9 ὑπὲρ αὐτοῦ γίνοιτο μόνον, καὶ οἱ θεοὶ ταῦτα ἔφραζον. ὁ δὲ ὑπώπτευσε μὲν τὴν ἀποτυχίαν τῆς κλήσεως, ἀρχιερέα δὲ ἀποδείξας τόν τε ἄνδρα καὶ τὴν γυναῖκα τῆς Λυδίας, καὶ ὑπ' ἐκείνοις ἐπιτρέψας εἶναι τῶν ἄλλων τὴν αἵρεσιν, αὐτὸς ἐπὶ τὸν Περσικὸν συνήγετο πόλεμον. Μαξίμου δὲ καὶ Πρίσκου συνεπομένων, καὶ ἄλλοι δέ τινες συμπαρωμάρτουν εἰς πλῆθος συντελοῦντες, ἑαυτοὺς ἐγκωμιαζόντων ἀνθρώπων ὄχλος, καὶ σφόδρα γε διογκουμένων, ὅτι ὁ βασιλεὺς 7.4.10 ἔφησεν αὐτοῖς συντετυχηκέναι. ὡς δὲ τὰ πράγματα συντόνως ἀπὸ τῶν μεγάλων ἐκείνων καὶ λαμπρῶν ἐλπίδων ἐς τὸ ἀφανὲς καὶ ἄμορφον κατερράγη καὶ διωλίσθησεν, ὡς ἐν τοῖς διεξοδικοῖς τοῖς κατὰ Ἰουλιανὸν εἴρηται, ὅ τε Ἰο7.4.11 βιανὸς ἐβασίλευσε καὶ τιμῶν τοὺς ἄνδρας διετέλεσεν· εἶτα μάλα ταχέως καὶ σφοδρῶς συναπῆλθε τῷ προβασιλεύσαντι (εἴ γε μὴν παρὰ τοὺς πλείονας οὕτως ἀπῆλθε), Βαλεντινιανός τε καὶ Βάλης ἐπέστησαν τοῖς πράγμασι. ἐνταῦθα συναρπάζονται μὲν Μάξιμος καὶ Πρίσκος, πολὺ τῆς κλή7.4.12 σεως διαφερούσης ἢ ὅτε Ἰουλιανὸς ἐκάλει. ἐκείνη μὲν γάρ τις ἦν πανηγυρικὴ καὶ πρὸς τιμὴν περιττῶς διαλάμπουσα, ταύτης δὲ τῆς δευτέρας πρὸ τῶν ἐλπιζομένων καὶ τὸ φαινόμενον κίνδυνος ἦν, οὕτως ἀτιμία τις ἁδρὰ καὶ περιφανὴς κατεκέχυτο τῶν ὁρωμένων, ἀλλ' ὁ μὲν Πρίσκος οὐδὲν ὑποστὰς δεινόν, ἀλλὰ καὶ προσμαρτυρηθεὶς ἀγαθὸς εἶναι καὶ γεγενῆσθαι κατὰ τὸν καιρὸν ἐκεῖνον, ἐπανῆλθεν 7.4.13 εἰς τὴν Ἑλλάδα· καὶ ὁ ταῦτα γράφων ἐπαιδεύετο κατ' ἐκείνους τοὺς χρόνους παῖς ὢν καὶ εἰς ἐφήβους ἄρτι τελῶν. ὁ δὲ Μάξιμος, πολλοὶ μὲν γὰρ αὐτοῦ κατεβόων δημοσίᾳ τε ἐν τοῖς θεάτροις καὶ ἰδίᾳ πρὸς τὸν βασιλέα, θαυμαστὸς δὲ ἦν καὶ οὕτως, ὅτι πρὸς τοσαύτας ἀνέφερε συμφοράς· πλὴν ἐς τὸ βαθύτατον αὐτὸν τῆς τιμωρίας περιάγουσιν, τοσούτων τιμήσαντες χρημάτων, ὅσα μήτε ἀνὴρ ἀκούειν ἐδύνατο φιλοσοφῶν <μήτε ἰδεῖν> (ὑπώπτευον γὰρ αὐτὸν τὰ πάντα 7.4.14 ἔχειν), καὶ μετεγίνωσκον, ὡς ὀλίγου τιμήσαντες αὐτῷ. καὶ ἀνεπέμφθη γε εἰς τὴν Ἀσίαν ἐπὶ καταβολῇ τῶν χρημάτων, καὶ ὅσα μὲν ἔπασχεν ὑπὲρ πᾶσάν ἐστι τραγῳδίαν, καὶ οὐδεὶς ἂν εἴη μεγαλόφωνος, οὐδὲ ἡδόμενος κακοῖς, ὥστε ἐξαγγέλ7.4.15 λειν ἀνδρὸς τοσούτου τηλικαύτας συμφοράς. μικρὰ γὰρ καὶ ἡ Περσῶν λεγομένη σκάφευσις, καὶ οἱ γυναικεῖοι τῶν Ἀρτάβρων σκαλισμοί, πρὸς τὰς ἐπιφερομένας ὀδύνας τῷ σώματι. 7.4.16 καὶ <ἡ> θαυμασία γυνὴ παρῆν καὶ ὑπερήλγει. ὡς δὲ ἦν ἄπειρον, καὶ ἐπετείνετο, "πριαμένη," φησίν "ὦ γύναι, 7.4.17 φάρμακον, ἐπίδος, καὶ ἐλευθέρωσον." ἡ δὲ καὶ ἐπρίατο καὶ παρῆν ἔχουσα. ἐνταῦθα ὁ μὲν ᾔτει πιεῖν, ἡ δὲ ἠξίωσεν προπιεῖν, καὶ αὐτίκα γε ἀπολομένης, τὴν μὲν οἱ προσήκοντες ἔθαπτον· ὁ δὲ Μάξιμος ἔπιεν οὐκέτι. 7.5.1 Ἐνταῦθα δὴ πᾶς λόγος ἐλάττων, καὶ πᾶν ὅσον ἂν τὸ 7.5.2 ποιητικὸν ὑμνήσειε γένος, πρὸς τὰς Κλεάρχου πράξεις. ἦν μὲν γὰρ ὁ Κλέαρχος ἐκ Θεσπρωτῶν τῶν εὐδαιμόνων, καὶ διαφερόντως <περιττὸς> περὶ δόξαν καλὴν γενόμενος, τῶν πραγμάτων ἤδη μεταβεβλημένων, καὶ Βαλεντινιανοῦ μὲν εἰς τὴν ἑσπέραν ἀποκεχωρηκότος, τοῦ δὲ βασιλέως Βάλεντος κινδύνοις τοῖς ἐσχάτοις ἐμβεβηκότος, καὶ οὐ τὸν περὶ βασιλείας, ἀλλὰ τὸν περὶ τῆς σωτηρίας ἀγῶνα τρέχοντος (ὁ γὰρ Προκόπιος ἀνταναστὰς πολλαῖς καὶ ἀπείροις δυνάμεσι, πανταχόθεν αὐτὸν περιέκοπτεν εἰς τὸ †συνήμεναι†) τῆς οὖν Ἀσίας ἁπάσης κατ' ἐκεῖνον τὸν καιρὸν ὁ Κλέαρχος ἐπεστάτει, ὅση κατὰ τὴν ἐξουσίαν ἀφ' Ἑλλησπόντου διὰ Λυδίας καὶ 7.5.3 Πισιδίας ἐπὶ Παμφυλίαν ἀφορίζεται. <καὶ>