Fragmenta in epistulam ad Romanos
περὶ ἡμᾶς αὐτοῦ σχέσεως, ἣν διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ποιησάμενος ἐνεδείξατο.
σάρκα, ὁ ὢν ἐπὶ πάντων θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας, ἀμήν. πρότερον μὲν οὖν οὕτω διεκείμην, νυνὶ δέ τι κληθῆναι διὰ τῆς χάριτος καταξιωθείς, καὶ γνοὺς ἀληθῶς εἶναι τοῦτο ἐκεῖνο τὸ παρὰ θεοῦ πρὸς τοὺς πατέρας ἐπάγγελμα, κατέγνωκα μὲν ἐπὶ τοῖς πρόσθεν ἐμαυτοῦ, λύπῃ δὲ ἀφορήτῳ καὶ ὀδύνῃ συνέχομαι διαρκεῖ, λογιζόμενος ὑπὲρ τίνων τίνι διεμαχόμην καὶ πῶς Χριστοῦ μὲν χωρίζειν καὶ ἀλλοτριοῦν ἐσπούδαζον ἐμαυτόν· προετίμων δὲ τὴν κατὰ σάρκα πρὸς τοὺς Ἰουδαίους ἠπατημένος οἰκείωσιν. ὅθεν ἐπειδὴ τὸ λεγόμενον οὐκ εὐπαράδεκτον ὂν ἠπίστατο τῷ ἀκροατῇ, διά τε τὸ τῆς μεταβολῆς ὑπερβάλλον καὶ ὅτι γνώμης ἦν καὶ προαιρέσεως ἀοράτου, προδιατείνεται μὴ λέγειν ψευδῆ, καὶ ἐπιμαρτύρεται τὸν Χριστὸν ὡς παρ' αὐτοῦ καὶ τῆς αὐτοῦ συνεργείας τῶν λόγων αὐτοῦ τὸ ἀληθεύειν ἐχόντων. συμμαρτυρεῖ δέ μου, φησί, τοῖς λεγομένοις καὶ ἡ συνείδησις διὰ τῆς πνευματικῆς χάριτος εἶς τοῦτο φθάσαντος 388 γνώμης. φήσας μέντοι τὸ ηὐχόμην αὐτὸς ἐγὼ ἀνάθεμα εἶναι ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῶν συγγενῶν μου, προσέθηκεν τὸ κατὰ σάρκα. διὰ τοῦτο δύο γεννήσεις ἡμῶν οἶδεν ἡ θεία γραφή, μίαν μὲν τὴν θνητὴν ἣν καὶ σαρκικὴν ὀνομάζει, δευτέραν δὲ τὴν ἐκ νεκρῶν ἀναστάσεως, τὴν ἀθάνατον ἣν καὶ πνευματικὴν εἶναί φησιν· οἳ οὐκ ἐξ αἱμάτων γάρ, φησίν, οὐδὲ ἐκ θελήματος σαρκὸς οὐδὲ ἐκ θελήματος ἀνδρὸς ἀλλ' ἐκ θεοῦ ἐγεννήθησαν. θεὸς μὲν οὖν ἡμῶν ἐν ἑκατέρᾳ γεννήσει δημιουργός· σὺ ἔπλασάς με, φησί, καὶ ἔθηκας ἐπ' ἐμὲ τὴν χεῖρά σου. ὅμως ἀνθρώπων μὲν υἱοὺς καλεῖ τοὺς τῆς προτέρας γεννήσεως, θεοῦ δὲ τοὺς τῆς δευτέρας. θελήσας τοίνυν ὁ ἀπόστολος τοῦτο ἐμφῆναι, ὅτι μὴ κοινωνοῦσιν αὐτῷ κατὰ τὴν θείαν συγγένειαν ἠπιστηκότες Χριστῷ καὶ τῇ κατ' αὐτὸν νῦν ἀναφανείσῃ γεννήσει, προσέθηκεν τὸ κατὰ σάρκα. Αὕτη μὲν οὖν ἡ τῆς προεκτεθείσης ῥήσεως ἀκριβὴς ἐρμηνεία, κωλύει δὲ οὐδὲν καὶ τὴν δόξασαν ἑτέροις εἰπεῖν. ἔφασαν τοίνυν τὸ λύπη μοί ἐστι μεγάλη καὶ ἀδιάλειπτος ὀδύνη τῇ καρδίᾳ τὸν Παῦλον εἰπεῖν, οὐ διότι ἐδίωξε τὴν ἐκκλησίαν τοῦ θεοῦ καὶ ηὔχετο ἀνάθεμα εἶναι ἀπὸ τοῦ Χριστοῦ, ἀλλ' ὑπὲρ τῆς ἀποβολῆς τῶν Ἰουδαίων τῶν συγγενῶν αὐτοῦ κατὰ σάρκα, ὑπὲρ ὧν καὶ αὐτὸ τοῦτο εὔχεσθαι τὸ ἀνάθεμα εἶναι ἀπὸ τοῦ Χριστοῦ. ἐγὼ δὲ πρὸς τοῦτο τοῦτο μὲν οὔ φημι ὅτι οὐ περὶ ἐνεστώσης ἀλλὰ περὶ παρεληλυθυίας γνώμης ὁ λόγος αὐτῷ ηὐχόμην γοὖν εἶπεν, οὐκ εὔχομαι· πολὺ γὰρ τῆς τῶν χρόνων ἐναλλαγῆς τὸ ἀδιάφορον παρὰ τῇ γραφῇ, ἐκεῖνο δὲ λέγω ὅτι οὐκ ἦν εἰκὸς Παῦλον τὸν ὑπὲρ τῆς εἰς Χριστὸν ἀγάπης παθεῖν πάντα προθύμως καταδεχόμενον, ὡς εὐτελοῦς πράγματος διὰ τοὺς Ἰουδαίους καταφρονεῖν τοῦ Χριστοῦ καὶ τῆς ἰδίας πρὸς τὸν Χριστὸν οἰκειώσεως οὕτως ἔμπροσθεν τὴν Ἰουδαίων σωτηρίαν ποιεῖσθαι ὡς καὶ εὔχεσθαι τὸ ἀπεσχίσθαι Χριστοῦ. ἀλλ' αὐτὸ τοῦτό φημι, τὴν τῶν Ἰουδαίων σωτηρίαν ᾔδει καταθυμίαν οὖσαν Χριστῷ, καὶ διὰ τοῦτο τοῦ οἰκείου καλοῦ τὸ φίλον Χριστῷ προετίμα. καλῶς οὐκοῦν καὶ τὴν ἰδίαν σωτηρίαν οὖσαν Χριστῷ φίλην ἠπίστατο δήπουθεν· οὐ γάρ ἐστιν ἄλλως εἰπεῖν. ᾗ τοίνυν ἐθεράπευεν, ταύτῃ παρώξυνεν, καὶ χαριζόμενος μᾶλλον ἐλύπει· τὸ σώζεσθαι γὰρ ἄλλους ἄλλων ἀπολλυμένων ἥκιστα Χριστῷ προσφιλές. ἀλλ' ἐπέπειστο, φησί, Χριστὸν αὐτὸν ἀποδεχόμενον τῆς τοιαύτης προ θέσεως μὴ ἂν ἀπολεῖν, καὶ διὰ τοῦτο ηὔχετο ἀνάθεμα εἶναι ἀπὸ τοῦ Χριστοῦ. ἀλλὰ τοῦτο τοῦ προτέρου βαρύτερον, εἴπερ ἀσμενίζειν διὰ τὴν εἰς Χριστὸν εὔνοιαν ὑπεκρίνετο τιμωρίαν ἣν οὐδαμῶς συμβησομένην προῄδει· θαρρῶν γὰρ τὸ μὴ παθεῖν εἰρωνείᾳ τὴν εὔνοιαν διὰ τοῦ τοιούτου πάθους ἐπλάττετο. 389 {Rom 9,69} Πιστωσάμενος διὰ τῆς προτέρας ἑαυτοῦ γνώμης τὸ μὴ κατ' ἔριν Ἰουδαίων νῦν ἀνατρέπων τὰ νόμιμα καταγγέλλειν τὴν χάριν τὴν ἐν Χριστῷ, ἀλλὰ τῷ πεισθῆναι βεβαίως ἀληθὲς εἶναι τὸ κηρυττόμενον, λοιπὸν ὀμόσαι χωρεῖ πρὸς τὴν ἔνστασιν κατ' ἀναίρεσιν εὐθὺς αὐτῆς συνήθως ποιούμενος τὴν ἀρχήν· φησὶ γάρ· οὐχ οἷον δὲ ὅτι ἐκ πέπτωκεν ὁ λόγος τοῦ θεοῦ. εἰς τοσοῦτον μὲν οὖν πρότερον ἠναντιώθην Χριστῷ ὑπὲρ τῶν ὡς ᾠόμην τοῦ θεοῦ περὶ τοὺς κατὰ σάρκα μου συγγενεῖς ὑποσχέσεων, ἐφ' ὃ