20
καθίζοντος. Τί οὖν οὗτός φησιν; Οὓς μὲν ἔθετο ὁ Θεὸς ἐν τῇ Ἐκκλησίᾳ, πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους, καὶ ποιμένας· εἶτα χαρίσματα ἰαμάτων. Εἶδες κορυφὴν ἀρχῶν; εἶδες ὑψηλὸν καθήμενον τὸν ἀπόστολον, καὶ οὐδένα πρὸ ἐκείνου ὄντα, οὔτε ἀνώτερον; Πρῶτον γὰρ ἀποστόλους φησὶ, δεύτερον προφήτας, τρίτον διδασκάλους καὶ ποιμένας· εἶτα χαρίσματα ἰαμάτων, ἀντιλήψεις, κυβερνήσεις, γένη γλωσσῶν. Οὐκ ἀρχὴ δὲ μόνον ἐστὶν ἡ ἀποστολὴ τῶν ἄλλων ἀρχῶν, ἀλλὰ καὶ ὑπόθεσις καὶ ῥίζα. Καὶ καθάπερ ἡ κεφαλὴ ἐν τῷ ὑψηλοτέρῳ τοῦ παντὸς καθημένη, οὐ μόνον ἀρχὴ τοῦ σώματός ἐστι καὶ ἐξουσία, ἀλλὰ καὶ ῥίζα (τὰ γὰρ νεῦρα τὰ διοικοῦντα τὸ σῶμα ἐξ ἐκείνης τικτόμενα, καὶ ἐξ αὐτοῦ βλαστάνοντα τοῦ ἐγκεφάλου, καὶ τὴν τοῦ πνεύματος δεχόμενα χορηγίαν, οὕτως ἅπαν οἰκονομεῖ τὸ ζῶον), οὕτω καὶ ἡ ἀποστολὴ οὐ μόνον ὡς ἀρχὴ καὶ ἐξουσία τοῖς λοιποῖς ἐπίκειται χαρίσμασιν, ἀλλὰ καὶ τὰς ἁπάντων ῥίζας ἐν ἑαυτῇ συλλαβοῦσα κατέχει. Καὶ ὁ μὲν προφήτης οὐ δύναται εἶναι καὶ ἀπόστολος καὶ προφήτης· ὁ δὲ ἀπόστολος καὶ προφήτης ἐστὶ πάντως, καὶ χαρίσματα ἔχει ἰαμάτων, καὶ γένη γλωσσῶν, καὶ ἑρμηνείας γλωσσῶν· διὸ ἀρχὴ καὶ ῥίζα ἐστὶ τῶν χαρισμάτων.
δʹ. Καὶ ὅτι ταῦτα οὕτως ἔχει, Παῦλον ὑμῖν παραγάγω μάρτυρα. Πρῶτον δὲ ἀναγκαῖον εἰπεῖν, τί ποτέ ἐστι γένη γλωσσῶν. Τί οὖν ἐστι γένη γλωσσῶν; Τὸ παλαιὸν ὁ βαπτισθεὶς καὶ πιστεύσας εὐθέως πρὸς τὴν φανέρωσιν τοῦ Πνεύματος διαφόροις ἐλάλει γλώσσαις. Ἐπειδὴ γὰρ ἔτι ἀσθενέστερον διέκειντο οἱ τότε, καὶ τὰ νοητὰ χαρίσματα ὁρᾷν οὐκ ἠδύναντο τοῖς ὀφθαλμοῖς τῆς σαρκὸς, ἐδίδοτο αἰσθητὸν χάρισμα, ὥστε τὸ νοητὸν γενέσθαι καταφανές· καὶ ὁ βαπτισθεὶς εὐθέως καὶ τῇ ἡμετέρᾳ γλώσσῃ, καὶ τῇ τῶν Περσῶν, καὶ τῇ τῶν Ἰνδῶν, καὶ τῇ τῶν Σκυθῶν ἐφθέγγετο, ὥστε μαθεῖν καὶ τοὺς ἀπίστους, ὅτι Πνεύματος ἁγίου ἠξίωτο. Καὶ ἦν τὸ μὲν σημεῖον αἰσθητὸν, ἡ τοιαύτη φωνὴ λέγω· τῇ γὰρ αἰσθήσει τοῦ σώματος αὐτῆς ἤκουον· τὴν δὲ νοητὴν καὶ οὐχ ὁρωμένην τοῦ Πνεύματος χάριν πᾶσι τὸ αἰσθητὸν τοῦτο σημεῖον κατάδηλον ἐποίει. Καὶ τοῦτο τὸ σημεῖον ἐκαλεῖτο γένη γλωσσῶν. Ὁ γὰρ μίαν γλῶσσαν ἔχων ἀπὸ τῆς φύσεως, ποικίλαις ἐλάλει γλώσσαις καὶ διαφόροις ἀπὸ τῆς χάριτος· καὶ ἦν ἰδεῖν ἄνθρωπον ἕνα μὲν τῷ ἀριθμῷ, ποικίλον δὲ 51.93 τοῖς χαρίσμασι, καὶ διάφορα στόματα ἔχοντα, καὶ διαφόρους γλώσσας. Ἴδωμεν οὖν πῶς ὁ Ἀπόστολος καὶ τοῦτο εἶχε τὸ χάρισμα, καὶ τὰ ἄλλα πάντα. Περὶ μὲν τούτου οὕτω λέγει· Πάντων ὑμῶν μᾶλλον γλώσσαις λαλῶ. Εἶδες πῶς ἔχει τὰ γένη τῶν γλωσσῶν, καὶ οὐκ ἔχει μόνον, ἀλλὰ καὶ μετὰ πλείονος ὑπερβολῆς ἢ οἱ λοιποὶ πάντες πιστοί; Οὐ γὰρ εἶπεν, ὅτι Γλώσσαις ἔχω λαλεῖν μόνον, ἀλλὰ καὶ, Πάντων ὑμῶν μᾶλλον γλώσσαις λαλῶ. Τὴν δὲ προφητείαν, ἣν εἶχε, δι' ἐκείνων δείκνυσι τῶν ῥημάτων, οὕτω λέγων· Τὸ δὲ Πνεῦμα ῥητῶς λέγει, ὅτι ἐν ὑστέροις καιροῖς ἐνστήσονται καιροὶ χαλεποί· ὅτι δὲ τὰ ἐν ὑστέροις καιροῖς λέγειν, προφητεία ἐστὶ, παντί που δῆλον. Καὶ πάλιν, Τοῦτο δὲ γινώσκετε, ὅτι ἐν ἐσχάτοις καιροῖς ἐνστήσονται καιροὶ χαλεποί· καὶ πάλιν, Λέγω δὲ ὑμῖν ἐν λόγῳ Κυρίου, ὅτι ἐν παρουσίᾳ αὐτοῦ ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι, οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας. Καὶ τοῦτο δὲ προφητεία ἐστίν. Εἶδες πῶς γένη γλωσσῶν καὶ προφητείας ἔχει; Βούλει μαθεῖν πῶς ἔχει καὶ χαρίσματα ἰαμάτων; Ἀλλὰ τάχα τοῦτο οὐδὲ τῆς ἀπὸ τῶν λόγων ἀποδείξεως δεῖται. ὅταν ἴδωμεν οὐ μόνον τοὺς ἀποστόλους, ἀλλὰ καὶ τὰ ἱμάτια αὐτῶν χαρίσματα ἰαμάτων ἔχοντα. Ὅτι δὲ καὶ διδάσκαλος ἦν τῶν ἐθνῶν, πολλαχοῦ τοῦτο λέγει, καὶ ὅτι τῆς οἰκουμένης ἀντελαμβάνετο πάσης, καὶ διεκυβέρνα τὰς Ἐκκλησίας. Ὅταν οὖν ἀκούσῃς, πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον ποιμένας καὶ διδασκάλους, χαρίσματα ἰαμάτων, ἀντιλήψεις, κυβερνήσεις, γένη γλωσσῶν, μάθε ὅτι πᾶσα ἡ χορηγία τῶν λοιπῶν χαρισμάτων, ὥσπερ ἐν κεφαλῇ, τῇ ἀποστολῇ ἐναπόκειται. Ἆρ' οὐ ψιλὸν ἐνομίζετε τοὔνομα τῶν ἀποστόλων πρὸ τούτου; Ἰδοὺ νῦν ἔγνωτε πόσον βάθος ἔχει νοήματος τὸ ὄνομα. Ταῦτα δὲ εἰρήκαμεν, οὐκ οἰκείας δυνάμεως ἐπίδειξιν