20
ἔσχατον πρὸς τὸ ἴδιον παλινδρομήσασα μετὰ καὶ τῶν ψυχῶν τῶν μὴ πιστευσασῶν τῷ Μάνεντι. Ἀλλὰ τυχὸν καὶ πάλιν ἀναστήσεται. 68 Εἴπατε ἡμῖν, ὦ Μανιχαῖοι· Ἡ ὕλη ἡσυχάζουσα τὸ πρότερον καλὴ ἦν ἢ κακή; Εἰ μὲν κακή, ὕστερον στασιάσασα καλὴ ἐγένετο. Εἰ δὲ πρῶτον καλή, ὕστερον κακή. Εἶτα στασιάσασα πρὸς ἑαυτὴν καὶ ἀτάκτως κινηθεῖσα καὶ ἐλθοῦσα εἰς τὰ τοῦ φωτὸς ὅρια, εἰ μὲν ἐθεάσατο τὸ ἄυλον φῶς, πῶς τυφλή; Πῶς δὲ καὶ ὕλη ἄυλον φῶς θεάσεται; Εἰ δὲ ἐνόησε, πῶς ἄλογος καὶ ἄνους; Εἰ δὲ καὶ ἠράσθη καθ' ὑμᾶς, πῶς ἄψυχος; Πῶς δὲ κακή; Τὸ γὰρ ἐρῶν τοῦ ἀγαθοῦ οὐ κακόν. Πῶς δὲ ἄνους καὶ ἄσοφος ἡ ἐκβᾶσα ἐκ τῶν αὐτῆς, ὥσπερ ζῷον οὐκ ἄλογον, ἀλλ' ὥσπερ ἄριστος στρατηγὸς καὶ εὔτακτος, καὶ λαβοῦσα ἀξιόλογον λάφυρον τοῦ φωτὸς καὶ εἰς τὰ ἑαυτῆς ὑποστρέψασα; Πῶς δὲ καὶ φαύλην λέγετε τὴν τὸ ἀγαθὸν δεξαμένην καὶ χωρήσασαν; Τὰ γὰρ δεκτικὰ ἀγαθοῦ οὐκ ἐναντία οὐδὲ πολέμια. Καὶ πάλιν· Εἰ ἡ ὕλη ἀφήρπασε μέρος τοῦ θεοῦ, δραστήριος μὲν καὶ ποιητικὴ ἡ ὕλη, παθητὴ δὲ καὶ ῥευστὴ ἡ φύσις τοῦ ἀγαθοῦ. Εἰ δὲ ἐκείνη μὲν τοῦ ἀγαθοῦ ἐπεθύμησεν, ὁ δὲ ἀγαθὸς μέρος αὑτοῦ ἔδωκε τῷ κακῷ, ἀμφότερα ἐτράπησαν· καὶ τὸ κακὸν γὰρ ἐπεθύμησε τοῦ ἀγαθοῦ καὶ ἀγαθὸν ἐγένετο, καὶ τὸ ἀγαθὸν δεξάμενον μιγῆναι τῷ κακῷ κακὸν ἐγένετο. Καὶ πάλιν· Ἐβλάβη τὸ ἀγαθὸν ὑπὸ τῆς ἁρπαγῆς καὶ τῆς μίξεως ἢ ἔβλαψεν, ἢ ὠφέλησεν ἢ ὠφελήθη; Εἰ μὲν ὠφελήθη, ἐνεργὸν καὶ ἀγαθὸν τὸ ὠφελῆσαν καὶ ἧττον τὸ ὠφεληθὲν καὶ παθητόν. Εἰ δὲ ἐβλάβη, καὶ οὕτω παθητὸν τὸ βλαβὲν καὶ ἐπικρατέστερον τὸ βλάψαν. Εἰ δὲ ἔβλαψε, κακόν ἐστι. Εἰ δὲ ὠφέλησε, φθονερὸς ὁ ἀγαθός, λυπηθεὶς καὶ μνησίκακος, πυρὶ παραδοὺς τὴν ὕλην καὶ τῇ ὑπερβολῇ τῆς μνησικακίας καὶ ἐξ ἑαυτοῦ μέρος σὺν αὐτῇ. Εἰ δὲ οὐδὲ ἔβλαψεν οὐδὲ ἐβλάβη οὐδὲ ὠφέλησεν οὐδὲ ὠφελήθη, πρῶτον μὲν ἀνενέργητον· τὸ γὰρ ἀγαθόν, ἔνθα ἂν γένηται, ὠφελεῖ, ἐὰν ἔχῃ ἀγαθὴν ἐνέργειαν· δεύτερον δὲ ἄδικον, ὅτι μηδὲ ὠφεληθεὶς μηδὲ βλαβεὶς κολάσει τὴν μηδὲν ἀδικήσασαν ὕλην. Εἰ δὲ διὰ τὸ ἐρασθῆναι αὐτοῦ τὴν ὕλην καὶ μετασχεῖν αὐτοῦ ὀργίζεται ὁ θεὸς καὶ λυπεῖται καθ' ὑμᾶς, μηδεὶς ἐρασθῇ αὐτοῦ. Εἰ δέ, ὥς φατε, γνοὺς ὁ θεὸς τὴν ὕλην ἐπερχομένην αὐτῷ ἑκὼν συνεχώρησεν ἁρπαγῆναι μέρος αὐτοῦ ὑπ' αὐτῆς, ἵνα αὐτῆς τὴν κίνησιν περιγράψας τιμωρήσηται ὥσπερ βόλον ἐντήξας τῇ γεέννῃ, πρῶτον μέν, τίνος ἕνεκεν οὐκ εὐθέως ἔτηξε καὶ παρέδωκεν αὐτὴν τῇ γεέννῃ; Εἰ δὲ οὐκ ἐδύνατο εἰ μὴ τρόπῳ τοιούτῳ, ἡμῖν τί μέμφεται μὴ ἀνθισταμένοις τῷ πονηρῷ, αὐτὸς προδοὺς τὰς ψυχὰς ἡμῶν διὰ ἀδυναμίαν; Εἶτα γέενναν λέγοντες ἢ ὁμοούσιον τοῦ ἀγαθοῦ ταύτην ἐρεῖτε ἢ ὁμοούσιον τοῦ πονηροῦ ἢ ἄλλην οὐσίαν, καὶ οὐκέτι δύο, ἀλλὰ τρεῖς. Εἰ γὰρ τοῦ ἀγαθοῦ, πῶς κολάζει; Οὐκ ἀγαθὴ γὰρ ἡ γέεννα. Εἰ δὲ τοῦ πονηροῦ, οὐ κολάζει τὸ πονηρόν· οὐδὲν γὰρ ἑαυτὸ κολάζει. Εἰ δὲ ἕτερόν τι παρὰ τὰ δύο, τρεῖς ἀρχαὶ καὶ οὐ δύο, ἢ ἐκ μὴ ὄντος εἰς τὸ εἶναι παρήχθη. Καὶ εἰ τοῦτο, διὰ τί μὴ πρὸς τὴν εὐθεῖαν ἐρχόμενοι εἴπομεν, ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρῆχθαι τὰ πάντα; Τὸ ἄναρχον ἄτρεπτον· τροπὴ γάρ ἐστι τὸ μὴ πρότερον ὄντα ὕστερον γενέσθαι. Ὧν δὲ τὸ εἶναι ἀπὸ τροπῆς, τρεπτά εἰσι φύσει· ὧν δὲ εἶναι οὐκ ἀπὸ τροπῆς ἤρξατο, ἀλλ' ἄναρχον, ἄτρεπτα φύσει. Πῶς οὖν ἐκ τῶν ἀνάρχων οὐσιῶν ἐγενόμεθα; Εἰ μὴ γὰρ καὶ αὐταὶ τοιαῦταί εἰσιν, οἷοι ἡμεῖς, ἄνθρωποι καὶ αὐτοί. Εἰ δὲ τοιαῦται, πῶς ἐτράπησαν; Οὐκ ἐκ τῶν ἀνάρχων τοίνυν οὐσιῶν ἡμεῖς, ἀλλ' ἐκ τοῦ μὴ ὄντος. Εἰ ἄναρχος ἀρχὴ καὶ ἀίδιος ἡ ὕλη καὶ ἡ κακία ἐξ ἑαυτῆς ἔχουσα τὸ εἶναι καὶ ὅσα ἔχει, τουτέστι τὴν τυραννίδα καὶ τὴν ἰσχὺν καὶ τὴν κακίαν, ἄτρεπτα ταῦτα ἕξει. Πῶς οὖν ὁ τοσοῦτον αὐτὴν φοβηθείς, ὥστε παραχωρῆσαι μέρος ἑαυτοῦ αἰχμάλωτον ὑπ' αὐτῆς γενέσθαι, ἐσχάτως αὐτῆς περιγενέσθαι δυνήσεται; 69 Μανιχαῖος· ∆ιὰ τί προγινώσκων ὁ θεὸς τὸν διάβολον, ὅτι ἔμελλε τρέπεσθαι ἐκ