20
ῥαχία. λέγεται τοῦτο πολλάκις γίνεσθαι τῆς ἡμέρας, μάλιστα ἐὰν πνῇ ἄνεμος, πάσχειν δὲ τὸ πάθος τοῦτο τὸν Εὔριπον, τὸν περὶ τὴν Ἑλλάδα, διὸ καὶ Εὔριπος, οἱονεὶ ὁ εὔτρεπτος καὶ εὐχερῶς περιπίπτων. εἰς τοῦτον λέγεται Ἀριστοτέλης ἑαυτὸν ῥίψαι. εἴρηται δὲ ἡμῖν τοῦτο καὶ ἐν τῷ Πρώτῳ Λόγῳ. 5.8 Ὀγδόη ἐστὶν ἱστορία ἡ περὶ τοῦ Ἠλυσίου πεδίου καὶ τοῦ Ῥαδαμάνθυος. Ὥσπερ ὁ Χριστιανικὸς λόγος ὑπογράφει τινὰ εἶναι παράδεισον, οὕτω καὶ οἱ Ἕλληνες ὑπογράφουσί τινα χῶρον, ὃν καλοῦσι Μακάρων νήσους. καλοῦσι δὲ αὐτὸν Ἠλύσιον πεδίον παρὰ τὸ ἐλεύσεσθαι ἐκεῖσε τοὺς ἀγαθόν τι βεβιωκότας. Ὁ δὲ Ῥαδάμανθυς λέγεται υἱὸς γεγονέναι τοῦ ∆ιός, ὃς ἔχει τὴν δικαστικὴν ἀξίαν. λέγεται οὖν ὅτι οὗτος δικάζει τοῖς ἐν Ἅιδου, καὶ τοὺς μὲν ἀξίους κολάσεως πέμπει παρὰ τὸν Κωκυτὸν καὶ τὸν Πυριφλεγέθοντα, τοὺς δὲ ἀγαθὰ ἐργασαμένους πέμπει παρὰ τὰς Μακάρων νήσους. 5.9 Ἐνάτη ἐστὶν ἱστορία ἐν ᾗ λέγει πολὺ τὸ Ἑταῖρε προπίνων καὶ λαρυγγίζων. ἔστι δὲ αὕτη. Ὁ Πλάτων καὶ πάντες οἱ φιλόσοφοι τοὺς γνησίους ἐραστὰς τῶν λόγων ἑταίρους καλοῦσιν, οἱονεὶ φίλους. ὁ οὖν Ἰουλιανὸς ὡς φιλοσοφήσας, οὐκ ἀπηυθαδιάζετο τῇ βασιλείᾳ, ἀλλ' ἐμιμεῖτο δῆθεν Πλάτωνα καὶ τοὺς ἄλλους, ἑταίρους πάντας καλῶν. καὶ πολὺ τοῦτο τὸ ὄνομα ἐν ταῖς συνουσίαις αὐτοῦ ἦν. Τὸ δὲ προπίνων τοῦτο ἔστι. πάντες οἱ ἀρχαῖοι βασιλεῖς ἐπιτελοῦντες ἑορτὴν πάνδημον, ἐν φιάλαις χρυσαῖς ἢ ἀργυραῖς κιρνωμέναις ἐδέχοντο μὲν παρὰ τοῦ οἰνοχόου †αὐτοί, ἀπέπινον δὲ μικρὸν ἐκ τῆς κύλικος, ὡς συμβόλου ὄντος τούτου φιλίας πολλῆς, καὶ τότε παρεῖχεν ᾧ ἂν ἐβούλετο, χαριζόμενος καὶ τὴν κύλικα. καὶ ἐκαλεῖτο μὲν αὐτὸ τοῦτο προπίνειν, ἡ δὲ ἡμέρα, φιλοτησία. Τὸ δὲ λαρυγγίζειν μίμησίς ἐστι φωνῆς, ὅταν τις ἐπιτερπόμενος οἷς λέγει ἐπιβήσσει πῶς τῇ φωνῇ καὶ στενοῖ αὐτήν, ὥστε δοκεῖν ἐν τῷ λάρυγγι αὐτὴν παρακατέχεσθαι. 5.10 δεκάτη ἐστὶν ἱστορία ἡ κατὰ τὴν Ἀθηνᾶν καὶ τοὺς αὐλούς. ἔστι δὲ αὕτη. Ἀθηνᾶ ποτε τοὺς αὐλοὺς λαβοῦσα καὶ αὐλοῦσα παρῆλθε ποταμόν. θεασαμένη δὲ ἐν τῷ ὕδατι τὴν ἑαυτῆς σκιὰν πεφυσημένας ἔχουσαν τὰς γνάθους, καὶ ἀπρεποῦς ἐκ τούτου φαινομένης αὐτῆς, ἔρριψε τοὺς αὐλοὺς ὡς ἀμορφίας αἰτίους. ἐν γὰρ τῷ αὐλεῖν τὸ πνεῦμα ἐξογκοῖ τὰς γνάθους, καὶ ἀμόρφους ποιεῖ τοὺς αὐλοῦντας. τούτους τοὺς ῥιφθέντας αὐλοὺς λέγεται Μαρσύας εὑρηκέναι καὶ ἐρίσαι τῷ Ἀπόλλωνι, καὶ ἡττηθῆναι καὶ ἐκδαρῆναι παρὰ τὸν ποταμόν, ἐξ οὗ Μαρσύας ὁ ποταμὸς λέγεται. 5.11 Ἑνδεκάτη ἐστὶν ἱστορία ἡ περὶ τῶν λίχνων δαιμόνων. Ἔστι δὲ σαφὲς ὅτι πάντες οἱ δαίμονες κνίσαις χαίροντες, λίχνοι εἰσί. μάλιστα δὲ κωμῳδεῖται ὁ Ἑρμῆς, διὸ λέγεται ∆ειλακρίων, ὡς κρεαδίων ἐπιδεικνυμένων αὐτῷ κατερχομένῳ εἰς τὰ κρέα. ἀπατηλοὶ δὲ διὰ πάντα, ἐξαιρέτως δὲ διὰ τὸν Ἀπόλλωνα ὅτι ἀπατηλοὺς ἔλεγε χρησμούς. 5.12 ∆ωδεκάτη ἐστὶν ἱστορία ἡ περὶ τῶν Τριπτολέμων καὶ τῶν Κελεῶν καὶ τῶν δρακόντων. Εἴρηται δὲ ἡμῖν ταῦτα καὶ ἐν τῷ Πρώτῳ Λόγῳ ὅτι Τριπτόλεμος καὶ Κελεὸς παρὰ τῆς ∆ήμητρος λαβόντες τὰ σπέρματα, οἷον σῖτον καὶ κριθήν, καὶ πτερωτὸν ἅρμα δρακόντων ἔχοντες, περιῄεσαν ἀνὰ πᾶσαν τὴν γῆν παρέχοντες τὸν σῖτον ἐπὶ τὸ σπείρειν καὶ γεωργεῖν. 5.13 Τρισκαιδεκάτη ἐστὶν ἱστορία ἡ περὶ τοῦ θεολόγου Ὀρφέως. εἴρηται δὲ ἡμῖν καὶ αὕτη, ὅμως δὲ νῦν εἰρήσεται. Ὁ Ὀρφεὺς Θρᾷξ ὢν τὸ γένος ἐκαθάριζε καταθέλγων, ὡς λέγεται, καὶ τὰ ἄψυχα. τούτου φέρονται ποιήματα ἐν οἷς δῆθεν θεολογεῖ διὰ μυθικῶν συμβόλων, σειράς τε θεῶν καὶ μέτρα οὐσιῶν καὶ πράξεις θεῶν καὶ ἐνεργείας εἰσάγων. τοὺς δὲ μύθους τούτους πλάττει Ὀρφεὺς καὶ ἀσχημονέστερον καὶ ἀσελγέστερον καὶ βιαιότερον. 5.14 Τεσσαρεσκαιδεκάτη ἐστὶν ἱστορία ἡ περὶ τοῦ μηκέτι φθέγγεσθαι δρῦν, μήτε μαντεύεσθαι τὸν λέβητα. ἔστι δὲ αὕτη. ∆ωδώνη πόλις ἐστὶν ἐν τῇ Ἠπείρῳ κειμένη, ἐν ᾗ ἵστατο δρῦς ἱερὰ τοῦ ∆ιός. καὶ ἐν ταύτῃ ἦν μαντεῖον, γυναικῶν οὔσων τῶν προφητίδων. καὶ εἰσῄεσαν οἱ μαντευόμενοι παρὰ τὴν δρῦν καὶ ἐκινεῖτο ἡ δρῦς δῆθεν. καὶ λοιπὸν ἐφθέγγοντο αἱ γυναῖκες λέγουσαι ὅτι Τάδε λέγει ὁ Ζεύς. Τὸ δὲ περὶ τοῦ λέβητος τοιοῦτόν ἐστιν. ἐν τῇ ∆ωδώνῃ ἦν καὶ τὰ περὶ τοῦ λέβητος· λέγεται δὲ