21
θεοπνεύστου Γραφῆς, ἐν συντόμῳ ὑπομνήσει εἰπεῖν ἀναγκαίως προεθυμήθην, τὴν περὶ ἑκάστου μαρτυρίαν εὔληπτον οὖσαν καταλείψας ἐπιγινώσκειν τοῖς περὶ τὴν ἀνάγνωσιν ἀπασχολουμένοις, οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους ὑπομιμνήσκειν. Ὅτι δεῖ τὸν χριστιανὸν ἄξια τῆς ἐπουρανίου κλήσεως φρονεῖν καὶ ἀξίως τοῦ Εὐαγγελίου τοῦ Χριστοῦ πολι τεύεσθαι. Ὅτι οὐ δεῖ τὸν χριστιανὸν μετεωρίζεσθαι οὐδὲ ἀφέλ κεσθαι ὑπό τινος ἀπὸ τῆς μνήμης τοῦ Θεοῦ καὶ τῶν αὐτοῦ θελημάτων καὶ κριμάτων. Ὅτι δεῖ τὸν χριστιανόν, κρείττονα τῶν κατὰ νόμον δικαιωμάτων γενόμενον ἐν πᾶσι, μήτε ὀμνύειν μήτε ψεύ δεσθαι. Ὅτι οὐ δεῖ βλασφημεῖν, ὅτι οὐ δεῖ ὑβρίζειν, ὅτι οὐ δεῖ μάχεσθαι, ὅτι οὐ δεῖ ἑαυτὸν ἐκδικεῖν, ὅτι οὐ δεῖ κακὸν ἀντὶ κακοῦ ἀποδιδόναι, ὅτι οὐ δεῖ ὀργίζεσθαι. Ὅτι δεῖ μακροθυμεῖν, πᾶν ὁτιοῦν πάσχοντα, καὶ ἐλέγ χειν εὐκαίρως τὸν ἀδικοῦντα, οὐ μὴν ἐν πάθει τῆς αὑτοῦ ἐκδικήσεως, ἀλλ' ἐν ἐπιθυμίᾳ τῆς τοῦ ἀδελφοῦ διορθώσεως, κατὰ τὴν ἐντολὴν τοῦ Κυρίου. Ὅτι οὐ δεῖ κατὰ ἀπόντος ἀδελφοῦ λέγειν τι σκοπῷ τοῦ διαβάλλειν αὐτόν, ὅπερ ἐστὶ καταλαλιά, κἂν ἀληθῆ ᾖ τὰ λεγόμενα. Ὅτι δεῖ τὸν καταλαλοῦντα ἀδελφοῦ ἀποστρέφεσθαι. Ὅτι οὐ δεῖ εὐτράπελα φθέγγεσθαι. Ὅτι οὐ δεῖ γελᾶν, οὐδὲ γελοιαστῶν ἀνέχεσθαι. Ὅτι οὐ δεῖ ἀργολογεῖν λαλοῦντά τι ὃ μήτε πρὸς ὠφέ λειαν τῶν ἀκουόντων ἐστί, μήτε πρὸς τὴν ἀναγκαίαν καὶ συγκεχωρημένην τοῦ Θεοῦ χρείαν· ὥστε καὶ τοὺς ἐργαζο μένους σπουδάζειν, καθ' ὅσον δυνατόν, μετὰ ἡσυχίας ἐργάζεσθαι, καὶ αὐτοὺς δὲ τοὺς ἀγαθοὺς λόγους πρὸς ἐκείνους κινεῖν, τοὺς πεπιστευμένους μετὰ δοκιμασίας οἰκονομεῖν τὸν λόγον πρὸς οἰκοδομὴν τῆς πίστεως, ἵνα μὴ λυπῆται τὸ Πνεῦμα τὸ Ἅγιον τοῦ Θεοῦ. Ὅτι οὐ δεῖ τῶν ἐπεισερχομένων τινὰ ἐπ' ἐξουσίας ἐγγίζειν ἢ λαλεῖν τινι τῶν ἀδελφῶν, πρὶν ἂν οἱ ἐπιτεταγ μένοι τὴν φροντίδα τῆς ἐν πᾶσιν εὐταξίας δοκιμάσωσι πῶς ἀρέσκει Θεῷ πρὸς τὸ κοινῇ συμφέρον. Ὅτι οὐ δεῖ οἴνῳ δεδουλῶσθαι οὔτε περὶ κρέα ἐμπαθῶς ἔχειν, καὶ καθόλου περὶ οὐδὲν βρῶμα ἢ πῶμα φιλήδονον εἶναι· ὁ γὰρ ἀγωνιζόμενος πάντα ἐγκρατεύεται. Ὅτι τῶν διδομένων ἑκάστῳ εἰς χρῆσιν οὐδὲν ὡς ἴδιον ἔχειν δεῖ ἢ ταμιεύεσθαι, ἐν μέντοι τῇ φροντίδι, πᾶσιν ὡς δεσποτικοῖς προσέχοντα, μηδὲν τῶν παραρριπτομένων ἢ ἀμελουμένων, ἂν οὕτω τύχοι, παρορᾶν. Ὅτι οὐ δεῖ οὔτε αὐτὸν ἑαυτοῦ κύριον εἶναί τινα, ἀλλ' ὡς ὑπὸ Θεοῦ παραδεδομένον εἰς δουλείαν τοῖς ὁμοψύχοις ἀδελφοῖς, οὕτω καὶ φρονεῖν πάντα καὶ ποιεῖν, ἕκαστον δὲ ἐν τῷ ἰδίῳ τάγματι. 22.2 Ὅτι οὐ δεῖ γογγύζειν, οὔτε ἐν τῇ στενοχωρίᾳ τῶν πρὸς τὴν χρείαν, οὔτε ἐν τῷ καμάτῳ τῶν ἔργων, ἐχόντων τὸ κρίμα περὶ ἑκάστου τῶν ἐπιτεταγμένων τὴν τούτων ἐξου σίαν. Ὅτι οὐ δεῖ κραυγὴν γίνεσθαι, οὔτε ἄλλο τι σχῆμα ἢ κίνημα ἐν ᾧ χαρακτηρίζεται θυμὸς ἢ μετεωρισμὸς ἀπὸ τῆς πληροφορίας τοῦ παρεῖναι τὸν Θεόν. Ὅτι δεῖ τῇ χρείᾳ συμμετρεῖν τὴν φωνήν. Ὅτι οὐ δεῖ θρασέως ἢ καταφρονητικῶς τινι ἀποκρίνεσ θαι ἢ ποιεῖν τι, ἀλλ' ἐν πᾶσι τὸ ἐπιεικὲς καὶ τὸ τιμητικὸν πρὸς πάντας δεικνύειν. Ὅτι οὐ δεῖ ἐννεύειν ὀφθαλμῷ μετὰ δόλου, ἢ ἄλλῳ τινὶ σχήματι ἢ κινήματι μέλους κεχρῆσθαι ὃ λυπεῖ τὸν ἀδελφὸν ἢ καταφρόνησιν ἐμφαίνει. Ὅτι οὐ δεῖ καλλωπίζεσθαι ἐν ἱματίοις ἢ ὑποδήμασιν, ὅπερ ἐστὶ περπερία. Ὅτι δεῖ εὐτελέσι κεχρῆσθαι τοῖς πρὸς τὴν χρείαν τοῦ σώματος. Ὅτι οὐ δεῖ ὑπὲρ τὴν χρείαν καὶ πρὸς δαψίλειαν ἀνα λίσκειν οὐδέν, ὅπερ ἐστὶ παράχρησις. Ὅτι οὐ δεῖ τιμὴν ἐπιζητεῖν ἢ πρωτείων ἀντιποιεῖσθαι. Ὅτι δεῖ ἕκαστον προτιμᾶν ἑαυτοῦ πάντας. Ὅτι οὐ δεῖ ἀνυπότακτον εἶναι. Ὅτι οὐ δεῖ ἀργὸν ἐσθίειν τὸν ἐργάζεσθαι δυνάμενον, ἀλλὰ καὶ τὸν ἀσχολούμενον περί τι τῶν κατορθουμένων καὶ εἰς δόξαν Χριστοῦ ἐκβιάζεσθαι ἑαυτὸν εἰς τὴν σπουδὴν τοῦ κατὰ δύναμιν ἔργου. Ὅτι δεῖ ἕκαστον δοκιμασίᾳ τῶν προεστώτων μετὰ λόγου καὶ πληροφορίας, οὕτω ποιεῖν πάντα, ἄχρι καὶ αὐτοῦ τοῦ φαγεῖν καὶ πιεῖν, ὡς εἰς δόξαν Θεοῦ. Ὅτι οὐ δεῖ ἀφ' ἑτέρου εἰς ἕτερον ἔργον μεταβαίνειν ἄνευ τῆς δοκιμασίας τῶν εἰς τὸ διατυποῦν τὰ