οὗ τῷ Πα τρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κρά τος εἰς τοὺς αἰῶνας. Ἀμήν.
ἀδικήσει." Πάντα γὰρ ὄντως ἡμῖν δύνασθαι κατορθοῦν, ὅσα βλέπει πρὸς ἀρετὴν, προθύμως ὀρέγει Χριστὸς διὰ τῆς ἐνεργείας τοῦ ἁγίου Πνεύματος καὶ τοῦ σωτηρίου σταυροῦ· ἐφ' ᾧ γελῶσιν Ἑλλήνων παῖδες, οἱ μέχρι μὲν γλώτ της σοφοὶ, καὶ ἐπὶ ψιλοῖς ὡραϊζόμενοι ῥήμασι, περὶ δὲ τὴν τῆς ἀληθείας εὕρεσιν οὕτως ὄντες βραδεῖς, ὡς μηδὲν ἕτερον εἶναι δοκεῖν, ἢ αὐτὸ δὴ τοῦτο, καν θήλιοι, οἳ τοῖς ἥδιστα μελῳδεῖν εἰωθόσι τὰ ὦτα κα τασείοντες, κατ' οὐδένα τρόπον τῆς τοῦ λυροκτύπου τέχνης αἰσθάνονται. ∆έον οὖν αὐτοὺς ἐπὶ ταῖς οἰκείαις ἀβουλίαις αἰσχύνεσθαι, καὶ τοῖς τἀληθῆ διδάσκειν δυναμένοις προσεδρεύοντας ὠφελεῖσθαι, γελῶσιν οὓς ἔδει ζηλοῦν· καὶ ψέγουσιν οὓς, εἴπερ ἦσαν σο φοὶ, μιμεῖσθαι πάντως ἐχρῆν. Τοσούτους δὲ τῷ βίῳ, παρὰ τὸν ὄντα φύσει, θεοὺς ἐπεισφέροντες, οὕσπερ ἂν ἑκάστῳ δοκῇ, καὶ τὰ ἐξ ἡμῶν παραιτούμενοι ῥήματα, εὐλόγως ἀκούσειεν ὃ δὴ καί φασιν ἕνα τῶν παρ' αὐτοῖς ποιητῶν εἰπεῖν· Οὐκ ἀγαθὸν πολυκοιρανίη· εἷς κοίρανος ἔστω, Εἷς βασιλεὺς .... ὁ ἐν πᾶσι καὶ διὰ πάντων, καὶ ἐπὶ πάντας Θεός. Καὶ τὰ μὲν ἐκείνων ἐγκλήματα παρήσω νυνί· ἃ δέ γε εἰ πεῖν οἰκειότερον, καὶ τῷ παρόντι καιρῷ δοκεῖ πως ἔχειν ἐγγὺς, ταῦθ', ὡς ἔοικεν, εἰς μέσον ἄγειν ἀκό λουθον. δʹ. Σκανδαλίζονται τοίνυν ἐπὶ τῷ σταυρῷ τοῦ Σω τῆρος ἡμῶν Χριστοῦ οἱ πάντες ἀσεβείας εἰς ἄκρον ἐλάσαντες Ἰουδαῖοι, καὶ τοσοῦτον, οἶμαι, τὰς Ἑλλήνων μανίας ὑπερβαλλόμενοι, ὥστε εἴ τις ἐπ' ἀμ φοῖν γένοιτο κριτὴς, εὐθὺς ἂν, οἶμαι, τούτων καταδι κάσειεν, ἐν ἐλάττοσι κακοῖς τὰ ἐκείνων εἰπών. Οὔπω γὰρ, ἴσως ἐρεῖ, τὰς θείας ἀνεγνωκότες Γραφὰς, θαυ μαστὸν οὐδὲν εἰ τῶν τῆς ἀληθείας δογμάτων δι ημαρτήκασιν. Οἱ δέ γε διὰ νόμου καὶ προφητῶν τὰ 77.461 πρὸς εὐσέβειαν παιδαγωγούμενοι, τοσοῦτον Ἑλλή νων εἰς ἀβουλίαν διήνεγκαν, ὅσον τῆς μὲν ἀγνοίας ἐκείνοις εὔλογος ἡ παραίτησις· τοῖς δὲ τρόπος οὐ δεὶς εἰς ἀπολογίαν περίεστιν, ἀναγκαίας εἰσφέρων τῆς ἀμαθίας τὴν νόσον. Ὄψει δὲ, εἰ βούλει, καὶ αὐ τὸν τοῖς ἐμοῖς λόγοις συναγορεύοντα τὸν Χριστόν. Λέγει γάρ που περὶ αὐτῶν· "Εἰ μὴ ἦλθον καὶ ἐλά λησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἴχοσαν· νυνὶ δὲ πρόφα σιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὑτῶν." Εἰς τοῦτο δὲ ἤδη καταστάσεως τὰ ἐκείνων ἐλαύνει πράγ ματα, ὡς δοκεῖν ὄντως λοιδορίας οὐκ εἶναι τρόπον, εἴ τις αὐτοὺς ἐν Ἑλλήνων τάξει, καὶ ἐν τοῖς οὐδ' ὅλως εἰδόσι Θεὸν καταριθμῆσαι χρῆναι διϊσχυρί ζοιτο. Κωλύειν δ' ἴσως οὐδὲν, μᾶλλον δὲ ἀναγκαῖον ἤδη φαίνεται, καὶ ἐξ αὐτῶν ἡμᾶς τῶν πραγμάτων ποιεῖσθαι τὴν ἀπόδειξιν· οὕτω γὰρ ἂν ἐπὶ ταῖς λοι δορίαις ἔγκλημα ῥᾳδίως ἀποδυσαίμεθα· καὶ τοῖς ἀκροωμένοις, ὅτι λέγειν ἡμῖν τἀληθῆ διὰ πολλῆς τέ θειται σπουδῆς, φανερὸν καταστήσομεν. Ἐπ' αὐτὴν δὲ εἶμι τοῦ γένους τὴν ἀρχὴν, γένους δὲ τοῦ Ἑβραίων φημί. Ἐντεῦθεν γὰρ ἔσται καταφανὲς τὸ δηλούμε νον. Χαλδαῖος τοιγαροῦν κατὰ γένος ὑπάρχων ὁ μακάριος Ἀβραὰμ, καὶ ὑπὸ πατρὶ τεθραμμένος οὐκ εἰδότι τὸν κατ' ἀλήθειαν ὄντα Θεὸν, μέχρι μέν τινος χρόνου τοῖς τοῦ φύσαντος νόμοις διοικούμενος, ἐν τοῖς ἀγνοοῦσιν ἐτέλει, καὶ συνηρίθμητό ποτε τοῖς τῶν εἰδώλων προσκυνηταῖς. Φιλεῖ γὰρ ἡ νεότης ταῖς ἑτέρων χειραγωγεῖσθαι βουλαῖς, καὶ τὸ μὴ σφόδρα δέχεσθαι τοῦ λυσιτελοῦντος τὴν αἴσθησιν, τοῦ χρό νου θείην ἂν ἢ κατ' ἐκείνης γραφήν. Ἐπειδὴ δὲ Θεὸς τὸ τῶν Ἑβραίων γένος φυτεύειν ἐβούλετο, καλεῖ μὲν αὐτὸν εἰς ἐπίγνωσιν τὴν ἑαυτοῦ, ἕλκει δὲ ὥσπερ ἐξ ἀκανθῶν ῥίζαν εὐγενῆ καὶ μετατίθη σιν εἰς εὐλάβειαν, καὶ γέγονεν ὅπερ νῦν ἐστιν, τῇ προσθήκῃ τῆς εἰς Θεὸν ἐπιγνώσεως καθάπερ εἰς ἕτερόν τινα μεταβεβλημένος, καὶ, διὰ μόνον τὸ λα τρεύειν ἐθελῆσαι Θεῷ, τῶν ὅσοι δήποτε πρὸ αὐτοῦ γεγόνασι διενεγκών. Οὐκοῦν εἰ τῆς εὐσεβείας ὁ τρό πος, καὶ τῆς εἰς Θεὸν λατρείας ἡ δύναμις μεταποιη θέντα δεικνύει τὸν ἄνθρωπον, ἡ τῶν εἰρημένων ἀπο βολὴ πάλιν εἰς τὸ ἀρχαῖον καλέσει τὸν ᾧ συνέβη τοῦτο παθεῖν. Καλὸν γὰρ ἀποσυλῆσαι τὸν λόγον τῆς τοῦ δικαίου κεφαλῆς, καὶ εἰς τὸν ἀπὸ τῆς ῥίζης καρπὸν ἐνεγκεῖν· οὕτω γὰρ φανεῖται καὶ ἀληθὲς ὅτι, διὰ τῆς εἰς Χριστὸν ἀπειθείας, ἁπάσης εὐσεβείας ἀπηυτομολήκασιν. Ἄκουε τί φησι διά τινος τῶν προφητῶν ὁ Σωτήρ·