πολλὴν εἰς τὰ πράγματα συνέφερεν εὔνοιαν, τῷ τε σώματι παραβαλλόμενος ἐς τοὺς πρώτους κινδύνους, καὶ πρὸς τὸν τῆς αὐλῆς ἔπαρχον ἄντικρυς διαφερόμενος, ὥστε οὐδὲ ὁ βασιλεὺς τὴν διαφορὰν ἠγνόει. καί τοί γε ἦν ἔπαρχος Σαλούτιος, ἀνὴρ καὶ ἐπὶ τῆς Ἰουλιανοῦ βασιλείας κοσμήσας τὴν ἑαυτοῦ τύχην, ἀλλ' ὅμως τήν τε βλακείαν αὐτοῦ διὰ τὸ γῆρας ἀπήλεγχεν καὶ Νικίαν 7.5.4 ἀπεκάλει· καὶ γὰρ ἔμελεν αὐτῷ κατὰ τὸν καιρὸν ἐκεῖνον μοσχεύειν καὶ ῥωννύναι τὴν ψυχὴν ὑπ' ἀναγνώσεώς τε καὶ τῆς ἱστορικῆς ἐμπειρίας. 7.5.5 Χωρησάντων δὲ καλῶς τῶν πραγμάτων, ὁ Βάλης ὑπερηγάσθη τὸν Κλέαρχον, καὶ οὐκ ἀπέλυσε τῆς ἀρχῆς, ἀλλ' εἰς ἀρχὴν μετέστησε χείρονα, ἀνθύπατον αὐτὸν ἐπιστή7.5.6 σας τῆς νῦν ἰδίως Ἀσίας καλουμένης. αὕτη δὲ ἀπὸ Περγάμου τὸ ἁλιτενὲς ἐπέχουσα πρὸς τὴν ὑπερκειμένην ἤπειρον ἄχρι Καρίας ἀποτέμνεται, καὶ ὁ Τμῶλος αὐτῆς περιγράφει τὸ πρὸς Λυδίαν. ἔστι δὲ ἀρχῶν ἐνδοξοτάτη, καὶ οὐ κατήκοος τοῦ τῆς αὐλῆς ἐπάρχου, πλὴν ὅσα γε νῦν πάλιν ἐς τὸν νεώτερον τουτονὶ θόρυβον ἅπαντα συμπεφύραται καὶ ἀνα7.5.7 τετάρακται. τότε δὲ τὴν ὑγιαίνουσαν Ἀσίαν ἀπολαβὼν ὁ Κλέαρχος, εὗρεν ἐκεῖ τὸν Μάξιμον κατατεινόμενον ταῖς βασά7.5.8 νοις, καὶ μόλις ἀνέχοντα. θεῖον δὴ τὸ μετὰ ταῦτά ἐστιν εἰπεῖν ἔργον, οὐ γὰρ ἄν τις οὕτως τὸ παράλογον ἐς ἄλλον τινὰ ἀναφέροι δικαίως ἢ θεόν· τούς τε γὰρ στρατιώτας ἅπαντας, οἳ ταύταις ἐφεστήκεσαν ἀλήκτως ταῖς κολάσεσιν, μείζονι βίᾳ φυγεῖν ἀπηνάγκασεν, καὶ τὸν Μάξιμον ἀνῆκε τῶν δεσμῶν, ἐπιμέλειάν τε ἐποιήσατο τοῦ σώματος, καὶ ὁμοτράπεζον ἔθετο, καὶ πρὸς τὸν βασιλέα τοσαύτῃ κατεχρήσατο παρρησίᾳ, ὡς ὁ βασιλεὺς ἤδη καὶ μεθῆκε τὴν ψυχήν, καὶ 7.5.9 πάντα γε συνεχώρησεν ὅσα Κλέαρχος ἔπειθεν. τῷ γοῦν Σαλουτίῳ τὴν ἀρχὴν παραλύσας, Αὐξόνιον ἐπενόησε τοῖς τῆς αὐλῆς ἔργοις <ἐπιστῆσαι>. ὁ δὲ Κλέαρχος τούς τε κολαστῆρας ἐκείνους στρατιώτας, καὶ ὅσον κατὰ τὸν ἀτυχῆ χρόνον ἐκεῖνον ἦσαν ὑφελόμενοί τι καὶ ὑβρίσαντες, τοὺς μὲν ἠμύνετο, 7.5.10 τοὺς δὲ εἰσεπράττετο· καὶ πάντες τοῦτο διὰ στόματος εἶχον 7.6.1 ὡς εἴη δεύτερος Ἰουλιανὸς τῷ Μαξίμῳ. ἐνταῦθα δὴ καὶ δημοσίας τινὰς ἐπιδείξεις ὁ Μάξιμος ἐποιήσατο, ἀλλ' (οὐ γὰρ ἐπεφύκει πρὸς θέατρον) τὴν δόξαν εἰς ἐλάχιστον ἤνεγκεν, ὡς ἀνέφερεν ἑαυτόν, διαλεγόμενος πάλιν. πολλὰ γοῦν τῶν τε κτημάτων ἀνεκομίζετο, καὶ τῶν ἑτέρως πως διακεκλεμμένων, καὶ ἦν ταχὺ μάλα ὄλβιος, καὶ ὥσπερ ἄρτι παριὼν εἰς 7.6.2 τὴν Ἰουλιανοῦ βασιλείαν. ὁ δὲ καὶ εἰς τὴν Κωνσταντινούπολιν περιφανὴς ὢν ἐπεδήμησε, καὶ πάντες αὐτὸν ἐδεδοίκεσαν, τήν τε τύχην ἀνισταμένην ὁρῶντες· καὶ τῆς δεινότητος τῆς περὶ θεουργίας ἐστὶ μὲν πεπειραμένος, τὴν δὲ ἐς τὸν λόγον ἐπὶ πλέον ἐδόξαζεν. ἐνταῦθα δὲ αὐτῷ πάλιν διὰ 7.6.3 τὸ πολὺ κλέος ταχύτερον ἀνέφυ πάθος. οἱ γὰρ περὶ τὰ βασίλεια τοῖς βασι<λεῦσι ἐπιβουλὴν> τινὰ συστησάμενοι καὶ προστησάμενοι μαντεῖον ἰδιωτικὸν (οὐ παντός ἐστι καταμαθεῖν ὃ λέγω), χρησμοῦ τινὸς ἐκπεσόντος ἀσαφεστέρου, τὸν χρησμὸν ἐπὶ τὸν Μάξιμον ἀνήνεγκαν, τὸ μὲν πρᾶγμα οὐχ ὁμολογήσαντες, ὡς δ' ἂν αὐτοῦ χρήσαντος καὶ ἀνελόντος τὶ σαφέστερον βουλόμενοι μαθεῖν· δέδεικτο γὰρ τότε τὰ τῶν θεῶν Μάξιμον μόνον πάντων ἀνθρώπων εἰδέναι, κἂν ἐπικε7.6.4 καλυμμένα πρὸς τοὺς ἄλλους φέρηται. ὁ δὲ τὸν νοῦν ἐπιστήσας καὶ διαθρῶν τὰ λεγόμενα, τὸ κεκρυμμένον μὲν ἐν τοῖς λόγοις, ὂν δὲ ἀληθῶς, εἶδεν ὀξέως, καὶ μαντείων ἀληθέστερον ἐξήνεγκεν, ὡς τόν τε ἀναγνόντα (λέγων ἑαυτόν) ἀπώλεσαν, καὶ πάντας (οὐ τοὺς εἰδότας τὴν <παρά>ταξιν μόνον προσέ θηκεν, ἀλλὰ καὶ τὸ κολασθησόμενον ἀδίκως πλέον ἀπεφήνατο), ἀνύτων δὲ ἐπέθηκεν ὅτι "μετὰ τὴν ἁπάντων κοινὴν καὶ πολύτροπον φθοράν, ἐν ᾗ τὸν φόνον εἰργασάμεθα, ὁ βασιλεὺς ξένον τινὰ ἀναφθαρήσεται τρόπον, οὐδὲ ταφῆς ἀξιω7.6.5 θείς, οὐδὲ ἐνδόξου τάφου." καὶ ταῦτα ἔσχεν οὕτως, καὶ ἐν τοῖς διεξοδικοῖς ἀκριβέστερον γέγραπται. ἑαλώκεσαν μὲν