Fragmenta in epistulam ad Romanos
περὶ ἡμᾶς αὐτοῦ σχέσεως, ἣν διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ποιησάμενος ἐνεδείξατο.
δὴ καὶ ἀνιῶμαι διηνεκῶς· οὐ μήν ἐστιν εἰπεῖν διὰ τὸ μὴ προσίεσθαι τούτους τὸ εὐαγγέλιον, ὅτι ὁ λόγος τοῦ θεοῦ, ἵνα εἴπῃ ἡ ὑπόσχεσις τοῦ θεοῦ ψευδὴς ἐξελήλεγκ ται. διὰ τί; οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραήλ, οὗτοι Ἰσραήλ. οὐ γὰρ ἐπειδή, φησίν, ἐκ τοῦ Ἰσραὴλ πάντες κατάγουσιν, ἤδη καὶ αὐτοὶ Ἰσραὴλ πάντες εἰσίν, τοῦτ' ἔστιν οὐ συμμετέχοντες αὐτῷ τῆς εἰς θεὸν εὐγνωμοσύνης, οὐδὲ τοῦ πράγματος τοῦ ἐν τῷ ὀνόματι δηλουμένου μετέχουσιν, κἂν εἰ τὴν κατὰ σάρκα διαδοχὴν ἔχοιεν ἐκεῖθεν αὐχεῖν. καὶ σαφέστερον ἔτι τὸν λόγον τοῦτον ποιῶν τοῖς ἑξῆς· οὐδ' ὅτι εἰσὶ σπέρμα Ἀβραάμ, πάντες τέκνα. ἐπεί, φησίν, εἰ μὴ τοῦτο τοιοῦτόν ἐστιν, ἀνάγκη καὶ σύμπαν τὸ σπέρμα τοῦ Ἀβραὰμ ἐν τάξει τέκνων αὐτῷ καταλελογίσθαι. ἀλλὰ μὴν οὐχ οὕτως ἔχει, φησὶ γοῦν ὁ θεῖος χρησμὸς πρὸς αὐτόν· ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα. τοῦτο δὲ τί ἄλλο δηλοῖ ἢ ὅτι πάντως τὰ τῆς ἐπαγγελίας ἕπεται τῇ σαρκικῇ συγγενείᾳ; καὶ γοῦν ὁ ἐκτὸς Ἄγαρ Ἰσμαὴλ καὶ οἱ ἐκ τῆς Χεττούρας μετὰ ταῦτα γεγεννημένοι σπέρμα καὶ αὐτοὶ τοῦ Ἀβραὰμ οὐδὲν ἧττον ὑπῆρχεν. οὐ μὴν διὰ τοῦτο ὁ θεὸς ὁμοίως αὐτοὺς τῷ Ἰσαὰκ πάντας προσήκατο, ἀλλ' ἐκείνους μὲν ἀπεώσατο, τοῦτον δὲ διὰ τὸ κατ' ἐπαγγελίαν αὐτῷ τετέχθαι θεοῦ προετίμησεν· ὅτι γὰρ δι' ἐπαγγε λίας τὸν Ἰσαὰκ ἐτεκνώσατο μαρτυρεῖ, φησίν, ἡ γραφὴ σαφῶς λέγουσα· κατὰ τὸν καιρὸν τοῦτον ἐλεύσομαι καὶ ἔσται τῇ Σάρρᾳ υἱός. ἄρα οὖν ἀποδείκνυται τοῦτο ἐντεῦθεν ἀναντιρρήτως, ὅτι μὴ δουλεύει μηδὲ κατακολουθεῖ συγγενείᾳ σαρκικῇ τὰ τῆς χάριτος. {Rom 9,10-13} Ἐπειδὴ ἦν εἰκὸς ἀντιλέγοντα τὸν Ἰουδαῖον ἢ τὰ τῶν γυναικῶν πρόσωπα προβαλέσθαι καὶ φῆσαι μὴ εἶναι δυνατὸν τοὺς ἐκ τῆς παιδίσκης τοῖς ἐκ τῆς ἐλευθέρας κληρονομεῖν, ἢ πράξεις τῶν τετεγμένων τινάς, εἶτα οἰηθῆναί τι λέγειν, ἀναιρεῖ καὶ τοῦτο καί φησιν· οὐ μόνον δέ, ἀλλὰ καὶ Ῥεβέκκα ἐξ ἑνὸς κοίτην ἔχουσα, Ἰσαὰκ τοῦ πατρὸς ἡμῶν. συνῳδὰ τοῖς περὶ τὸν Ἀβραάμ, φησί, καὶ τὰ περὶ τὸν Ἰσαάκ τε καὶ τὴν τούτου γαμετὴν Ῥεβέκκαν ἐστίν, καὶ ὁ αὐτὸς κἀκ 390 τούτων λόγος πάλιν συνίσταται· ἐνταῦθα γὰρ ὑμῖν οὐδὲ προσώπων οὐδὲ χρόνων οὐδὲ πράξεων διαφορά, οὐδ' ἔτι τῶν τοιούτων ἔνεστιν αἰτιάσασθαι· πατήρ τε γὰρ εἷς τῷ Ἠσαῦ καὶ τῷ Ἰακὼβ καὶ μήτηρ μία καὶ ἐκ μιᾶς οἱ ἀμφότεροι κοίτης. ἀλλ' ὅμως οὕτως ἐχόντων τῶν κατ' αὐτούς, μήπω γεννηθέντων μηδὲ πραξάντων αὐτῶν τι ἀγαθῶν ἢ κακῶν, ἵνα ἡ κατ' ἐκλογὴν πρόθεσις τοῦ θεοῦ μένῃ, οὐκ ἐξ ἔργων ἀλλ' ἐκ τοῦ καλοῦντος, ἐρρέθη αὐτῇ· ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι. καὶ τοῦτο οὕτως καὶ ἐπὶ τῶν πραγμάτων ἐκβὰν ἡ γραφὴ διὰ τοῦ προφήτου Ἀγγαίου. μαρτυρεῖ πολλοῖς ὕστερον χρόνοις, ὅτι τὸν Ἰακὼβ ἠγάπησα, τὸν δὲ Ἠσαῦ ἐμίσησα. ταύτην δὲ τὴν ῥῆσιν παρέθηκεν δεῖξαι βουληθεὶς τὴν τοῦ θεοῦ κρίσιν δικαίαν, εἴπερ οὖν τῇ περὶ αὐτῶν αὐτοῦ προγνώσει κἀκείνων ὁ βίος ὕστερον ἀκόλουθος ὤφθη. καὶ μὴν εἰ τῇ κατὰ σάρκα διαδοχῇ τὰ τῶν εὐλογιῶν ἕπεσθαι χρή, καὶ σπέρμα τῷ Ἀβραὰμ ἡ γραφὴ τὸ φυσικὸν ὑπισχνεῖτο, μάλιστα μὲν καὶ τὸν Ἰσμαὴλ τῶν ἴσων καὶ τῶν αὐτῶν ἐχρῆν ἀπολαύειν τῷ Ἰσαάκ. εἰ δ' ἄρα τοῦτο οὐχ οἷόν τε τῷ τὸν μὲν εἶναι παιδίσκης τὸν δὲ ἐλευθέρας, καίτοι τοὺς ἐκ τοῦ Ἰακὼβ οὐδὲν τοῦτο διέκρινεν, ἀλλ' οἱ τῶν παιδισκῶν ἐν ἴσῃ τάξει τοῖς τῶν ἐλευθέρων γεγένηνται. οὐ μὴν ἀλλ' εἰ μὴ δυνατὸν ἦν ἐπὶ τοῦ Ἰσμαὴλ τὸ τοιοῦτον, τοῖς γοῦν ἐκ τῆς Χεττούρας ἔδει τῶν ὁμοίων μετεῖναι· εἰ δὲ μηδὲ τοῦτο ἦν ἐνδεχόμενοντὸν γὰρ ἐκ μόνης τῆς Σάρρας καὶ τοὺς καθ' ἑξῆς ἐκ τούτου λοιπὸν τὰς ἐπαγγελίας προσῆκεν διαδέξασθαι πῶς ὁ ἐκ τοῦ Ἰσαὰκ Ἠσαῦ παρεώραται; ἔτι οὖν ἀμφιβάλλει τις τὸ μὴ φύσεως ἀνάγκη δουλεύειν θεόν, μηδὲ ἐξ ἔργων ἀλλ' ἐκ τοῦ καλοῦντος εἶναι τὸ πᾶν. {Rom 9,14-21} Τί οὖν ἐροῦμεν; μὴ ἀδικία παρὰ τῷ θεῷ; μὴ γένοιτο. περὶ τοῦ μὴ τὸν θεὸν τὰς οἰκείας ὑποσχέσεις ἠθετηκέναι ποιούμενος τὴν ἀπολογίαν, ἐκ τῆς ἀπολογίας αὐτῆς ᾔσθετο ταύτην ὑπανακύπτουσαν αὐτῷ τὴν ἀντίθεσιν καὶ χωρεῖ μεταξὺ πρὸς τὴν ταύτης λύσιν. ἐκείνην ἐν μετεώρῳ τέως καταλιπών, ποιεῖ δὲ τοῦτο σοφῶς τε ἄγαν καὶ συνετῶς· παρεμπεσούσης γὰρ ἐκ τῶν λόγων αὐτοῦ τῇ τοῦ ἀκροατοῦ διανοίᾳ τῆς περὶ τούτου