1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

21

πνεύματος δύναμιν τῇ γραφῇ σύνηθες ὀνομάζειν, εἴτε διότι χολῆς ἐστιν ἄμοιρον τοῦτο τὸ ὄρνεον, ἢ καὶ ὅτι δυσωδίας ἐχθρόν, καθώς φασιν οἱ ταῦτα παρατηρήσαντες. Οὐκοῦν ὁ πάσης πικρίας καὶ σαρκικῆς δυσωδίας ἑαυτὸν ἀποστήσας καὶ πάντων τῶν ταπεινῶν τε καὶ χαμαιζήλων ὑπεραρθείς, μᾶλλον δὲ παντὸς τοῦ κόσμου γεγονὼς ὑψηλό τερος ἐν τῷ προειρημένῳ πτερῷ, ἐκεῖνος εὑρήσει τὸ μόνον ἐπιθυμίας ἄξιον καὶ γενήσεται καὶ αὐτὸς καλὸς τῷ καλῷ προσπελάσας· καὶ ἐν αὐτῷ γεγονὼς λαμπρός τε καὶ φωτοειδὴς ἐν τῇ μετουσίᾳ τοῦ ἀληθινοῦ φωτὸς καταστή σεται. Ὥσπερ γὰρ ἐν νυκτὶ τὰς ἀθρόας τοῦ ἀέρος ἐκλάμ ψεις, ἅς τινες διᾴττοντας καλοῦσιν ἀστέρας, οὐδὲν ἄλλο φασὶν οἱ ταῦτα φιλοσοφήσαντες ἢ ἀέρα εἶναι ὑπὸ βίας πνευμάτων τινῶν εἰς τὸν αἰθέριον τόπον ὑπερχεόμενον- λέγουσι γὰρ τὸν πυροειδῆ τοῦτον ὁλκὸν ἐκφλογωθέντος ἐν τῷ αἰθέρι τοῦ πνεύματος ἐν τῷ οὐρανῷ ἐγχαράσσεσθαι- ὥσπερ οὖν ὁ περίγειος οὗτος ἀὴρ ἀνωσθεὶς ὑπὸ τῆς βίας τοῦ πνεύματος φωτοειδὴς γίνεται τῷ καθαρῷ τοῦ αἰθέρος ἐναλλοιούμενος, οὕτω καὶ ὁ νοῦς ὁ ἀνθρώπινος καταλιπὼν τὸν θολερὸν τοῦτον καὶ αὐχμώδη βίον, ἐπειδὰν καθαρὸς γενόμενος ἐν τῇ δυνάμει τοῦ πνεύματος φωτοειδὴς γένηται καὶ ἐμμιχθῇ τῇ ἀληθινῇ καὶ ὑψηλῇ καθαρότητι, διαφαί νεται καὶ αὐτὸς ἐν ἐκείνῃ καὶ ἀκτίνων ἐμπίμπλαται καὶ φῶς γίνεται κατὰ τὴν τοῦ κυρίου ὑπόσχεσιν, ὃς «τοὺς δικαίους λάμψειν καθ' ὁμοιότητα τοῦ ἡλίου» κατεπηγγείλατο. Τοῦτο καὶ ἐπὶ τῆς γῆς ὁρῶμεν γινόμενον ἐπὶ κατόπτρου ἢ ὕδατος ἢ ἄλλου τινὸς τῶν ἀποστίλβειν διὰ λειότητα δυναμένων· ὅταν γάρ τι τούτων δέξηται τὴν τοῦ ἡλίου ἀκτῖνα, καὶ ἄλλην ἐφ' ἑαυτοῦ ἀκτῖνα ποιεῖ, οὐκ ἂν τοῦτο ποιῆσαν εἰ ῥύπῳ τινὶ τὸ καθαρόν τε καὶ στίλβον τῆς ἐπιφανείας ἀχρειωθείη. Εἴτε οὖν ἡμεῖς ἄνω γενοίμεθα καταλιπόντες τὸ περίγειον σκότος, ἐκεῖ φωτοειδεῖς γενη σόμεθα τῷ ἀληθινῷ φωτὶ τοῦ Χριστοῦ ἐμπελάσαντες, εἴτε «τὸ φῶς τὸ ἀληθινόν», «τὸ καὶ ἐν τῇ σκοτίᾳ» λάμπον, καὶ μέχρις ἡμῶν καταβαίη καὶ ἡμεῖς φῶς ἐσόμεθα, καθώς φησι τοῖς μαθηταῖς που ὁ κύριος, εἰ μή τις ἀπὸ κακίας ῥύπος τῇ καρδίᾳ προσπεπλασμένος τὴν χάριν τοῦ ἡμετέρου φωτὸς ἀμαυρώσειε.

11.5 Τάχα τοίνυν ἡμᾶς ἠρέμα διὰ τῶν ὑποδειγμάτων ὁ λόγος προσήγαγε τῇ ἐπινοίᾳ τῆς πρὸς τὸ κρεῖττον ἡμῶν ἀλλοιώσεως, καὶ ἐδείχθη μὴ δυνατὸν ἑτέρως εἶναι συνα φθῆναι τὴν ψυχὴν τῷ ἀφθάρτῳ θεῷ, μὴ καὶ αὐτὴν ὡς οἷόν τε καθαρὰν γενομένην διὰ τῆς ἀφθαρσίας, ὡς ἂν διὰ τοῦ ὁμοίου καταλάβοι τὸ ὅμοιον, οἱονεὶ κάτοπτρον τῇ καθα ρότητι τοῦ θεοῦ ἑαυτὴν ὑποθεῖσα, ὥστε κατὰ μετοχὴν καὶ ἐμφάνειαν τοῦ πρωτοτύπου κάλλους καὶ τὸ ἐν αὐτῇ μορφω θῆναι. Εἰ δή τις τοιοῦτός ἐστιν, οἷος ἤδη πάντα καταλιπεῖν τὰ ἀνθρώπινα, εἴτε σώματα εἴτε χρήματα εἴτε τὰ ἐν ἐπιστήμαις ἢ τέχναις ἐπιτηδεύματα ἢ καὶ ὅσα ἐν ἔθεσι καὶ νόμοις δεξιὰ θεωρεῖται-περὶ τὰ τοιαῦτα γὰρ ἡ πλάνη τῆς τοῦ καλοῦ κατανοήσεως, ἐν οἷς ἡ αἴσθησις κριτήριον γίνεται-, ὁ τοιοῦτος πρὸς ἐκεῖνο μόνον ἐρωτικῶς τε καὶ ἐπιθυμητικῶς ἕξει, ὃ οὐχ ἑτέρωθεν ἔχει τὸ καλὸν εἶναι οὐδὲ ποτὲ ἢ πρός τι τοιοῦτόν ἐστιν, ἀλλ' ἐξ ἑαυτοῦ καὶ δι' ἑαυτοῦ καλὸν καὶ ἐν ἑαυτῷ τοιοῦτον, ἀεὶ καλὸν ὂν καὶ οὐδέποτε καλὸν γενόμενον ἢ ποτὲ οὐκ ἐσόμενον, ἀλλὰ πάντοτε ὡσαύτως ἔχον προσθήκης τε καὶ αὐξήσεως ὑπεράνω καὶ ἀνεπίδεκτον πάσης τροπῆς τε καὶ ἀλλοιώσεως.

11.6 Τῷ τοίνυν πάσας ἑαυτοῦ τὰς τῆς ψυχῆς δυνάμεις ἐκ «παντὸς εἴδους κακίας» ἀποκαθάραντι τολμῶ καὶ λέγω ὅτι ἐμφανὲς γίνεται τὸ μόνον τῇ φύσει καλόν. Καθάπερ γὰρ ὀφθαλμῷ τὴν λήμην ἀπορρυψαμένῳ τὰ ἐν τῷ ἀέρι τηλαυγῶς καθορᾶται, οὕτω καὶ τῇ ψυχῇ διὰ τῆς ἀφθαρσίας παραγίνεται