21
προφήταις καὶ τοῖς εὐαγγελισαμένοις ὑμῖν τὸν σωτήριον λόγον. τὰς δὲ δυσωνύμους αἱρέσεις καὶ τοὺς τὰ σχίσματα ποιοῦντας φεύγετε ὡς ἀρχὴν κακῶν. Πάντες τῷ ἐπισκόπῳ ἀκολουθεῖτε, ὡς ὁ Χριστὸς Ἰησοῦς τῷ πατρί, καὶ τῷ πρεσβυτερίῳ δὲ ὡς τοῖς ἀποστόλοις· τοὺς δὲ διακόνους ἐντρέπεσθε ὡς θεοῦ ἐντολὴν διακονοῦντας. μηδεὶς χωρὶς ἐπισκόπου τι πρασσέτω τῶν ἀνηκόντων εἰς τὴν ἐκκλησίαν. ἐκείνη βεβαία εὐχαριστία ἡγείσθω ἡ ὑπὸ τὸν ἐπίσκοπον οὖσα ἢ ᾧ ἂν αὐτὸς ἐπιτρέψῃ. ὅπου ἂν φανῇ ὁ ἐπίσκοπος, ἐκεῖ τὸ πλῆθος ἔστω, ὥσπερ ὅπου ὁ Χριστός, πᾶσα ἡ οὐράνιος στρατιὰ παρέστηκεν ὡς ἀρχιστρατήγῳ τῆς δυνάμεως κυρίου καὶ διανομεῖ πάσης νοητῆς φύσεως. οὐκ ἐξόν ἐστιν χωρὶς τοῦ ἐπισκόπου οὔτε βαπτίζειν οὔτε προσφέρειν οὔτε θυσίαν προσκομίζειν οὔτε δοχὴν ἐπιτελεῖν, ἀλλ' ὃ ἂν ἐκείνῳ δοκῇ κατ' εὐαρέστησιν θεοῦ, ἵνα ἀσφαλὲς ᾖ καὶ βέβαιον πᾶν, ὃ πράσσεται.
Eὔλογόν ἐστι λοιπὸν ἀνανῆψαι ἡμᾶς, ὡς ἔτι καιρὸν ἔχομεν εἰς θεὸν μετανοεῖν. ἐν γὰρ τῷ ᾅδῃ οὐκ ἔστιν ὁ ἐξομολογούμενος. ἰδοὺ γὰρ ἄνθρωπος, καὶ τὸ ἔργον αὐτοῦ πρὸ προσώπου αὐτοῦ. τίμα, φησίν, υἱὲ τὸν θεὸν καὶ βασιλέα. ἐγὼ δέ φημι· τίμα μὲν τὸν θεὸν ὡς αἴτιον τῶν ὅλων καὶ κύριον, ἐπίσκοπον δὲ ὡς ἀρχιερέα, θεοῦ εἰκόνα φοροῦντα κατὰ μὲν τὸ ἄρχειν θεοῦ, κατὰ δὲ τὸ ἱερατεύειν Χριστοῦ. καὶ μετὰ τοῦτον τιμᾶν χρὴ καὶ βασιλέα· οὔτε γὰρ θεοῦ τις κρείττων ἢ παραπλήσιος ἐν πᾶσι τοῖς οὖσιν, οὔτε δὲ ἐν ἐκκλησίᾳ ἐπισκόπου τις μείζων ἱερωμένου θεῷ ὑπὲρ τῆς τοῦ κόσμου παντὸς σωτηρίας, οὔτε βασιλέως τις παραπλήσιος ἐν ἄρχουσιν, εἰρήνην καὶ εὐνομίαν τοῖς ἀρχομένοις πρυτανεύοντος. ὁ τιμῶν ἐπίσκοπον ὑπὸ θεοῦ τιμηθήσεται, ὥσπερ οὖν ὁ ἀτιμάζων αὐτὸν ὑπὸ θεοῦ κολασθήσεται. εἰ γὰρ ὁ βασιλεῦσιν ἐπεγειρόμενος κολάσεως ἄξιος δικαίως γενήσεται ὥς γε παραλύων τὴν κοινὴν εὐνομίαν, πόσῳ δοκεῖτε χείρονος ἀξιωθήσεται τιμωρίας ὁ ἄνευ ἐπισκόπου τι ποιεῖν προαιρούμενος καὶ τὴν ὁμόνοιαν διασπῶν καὶ τὴν εὐταξίαν συγχέων; ἱερωσύνη γάρ ἐστιν τὸ πάντων ἀγαθῶν ἐν ἀνθρώποις ἀναβεβηκός, ἧς ὁ καταμανεὶς οὐκ ἄνθρωπον ἀτιμάζει, ἀλλὰ θεὸν καὶ Χριστὸν Ἰησοῦν, τὸν πρωτότοκον καὶ μόνον τῇ φύσει τοῦ πατρὸς ἀρχιερέα. πάντα οὖν ὑμῖν μετ' εὐταξίας ἐπιτελείσθω ἐν Χριστῷ· οἱ λαϊκοὶ τοῖς διακόνοις ὑποτασσέσθωσαν, οἱ διάκονοι τοῖς πρεσβυτέροις, οἱ πρεσβύτεροι τῷ ἐπισκόπῳ, ὁ ἐπίσκοπος τῷ Χριστῷ, ὡς αὐτὸς τῷ πατρί. καθά με ἀνεπαύσατε, ἀδελφοί, καὶ ὑμᾶς Ἰησοῦς ὁ Χριστός. ἀπόντα με καὶ παρόντα ἠγαπήσατε· ἀμείψεται ὑμᾶς ὁ θεός, δι' ὃν ταῦτα εἰς τὸν δέσμιον αὐτοῦ ἐνεδείξασθε. εἰ γὰρ καὶ μή εἰμι ἱκανός, ἀλλὰ τὸ τῆς προθυμίας ὑμῶν μέγα. ὁ τιμῶν γὰρ προφήτην εἰς ὄνομα προφήτου μισθὸν προφήτου λήψεται· δηλονότι καὶ ὁ τιμῶν δέσμιον Ἰησοῦ Χριστοῦ μαρτύρων λήψεται μισθόν. Φίλωνα καὶ Γάϊον καὶ Ἀγαθόποδα, οἳ ἐπηκολούθησάν μοι εἰς λόγον θεοῦ, διάκονοι Χριστοῦ ὄντες, καλῶς ἐποιήσατε ὑποδεξάμενοι ὡς διακόνους Χριστοῦ· οἳ καὶ σφόδρα εὐχαριστοῦσιν τῷ κυρίῳ ὑπὲρ ὑμῶν, ὅτι αὐτοὺς ἀνεπαύσατε κατὰ πάντα τρόπον. οὐδὲν ὑμῖν παραλογισθήσεται, ὧν εἰς αὐτοὺς ἐποιήσατε. δóη ὑμῖν ὁ κύριος εὑρεῖν ἔλεος παρὰ κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ.ἀντίψυχον ὑμῶν τὸ πνεῦμά μου καὶ τὰ δεσμά μου, ἃ οὐχ ὑπερηφανεύσατε οὐδὲ ἐπῃσχύνθητε· διὸ οὐδὲ ὑμᾶς ἐπαισχυνθήσεται ἡ τελεία ἐλπίς, Ἰησοῦς Χριστός. Aἱ προσευχαὶ ὑμῶν ἤγγισαν εἰς τὴν Ἀντιοχέων ἐκκλησίαν, καὶ εἰρηνεύεται· ὅθεν δεδεμένος πάντας ἀσπάζομαι. οὐκ ὢν ἄξιος ἐκεῖθεν, ἔσχατος αὐτῶν ὤν, κατὰ θέλημα κατηξιώθην, οὐκ ἐκ συνειδήσεως ἐμῆς, ἀλλ' ἐκ χάριτος θεοῦ· ἣν εὔχομαι τελείαν μοι δοθῆναι, ἵνα ἐν ταῖς προσευχαῖς ὑμῶν θεοῦ ἐπιτύχω. ὅπως οὖν ὑμῶν τὸ ἔργον τέλειον γένηται ἐπὶ τῆς γῆς καὶ ἐν τῷ οὐρανῷ, πρέπει εἰς θεοῦ τιμὴν χειροτονῆσαι τὴν ἐκκλησίαν ὑμῶν θεοπρεσβύτην, εἰς τὸ γενόμενον ἐν Συρίᾳ συγχαρῆναι αὐτοῖς, ὅτι εἰρηνεύουσι καὶ ἀπέλαβον τὸ ἴδιον μέγεθος, καὶ ἀπεκατεστάθη αὐτοῖς τὸ ἴδιον σωμάτιον. ὃ ἐφάνη μοι ἄξιον, τοῦτό ἐστιν, ὥστε