1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

21

τοιοῦτόν τι εἶναι. ἐν τῇ ∆ωδώνῃ λέγεται ὅτι ἐν ὕψει τινὶ ἵστατο ἀνδριὰς βαστάζων ῥάβδον, καὶ παρ' αὐτὸν λέβης τις ἵστατο. οἱ οὖν μαντευόμενοι ἤρχοντο παρὰ τὸν τόπον τοῦτον καὶ ηὔχοντο. ὅτε οὖν ἤθελε χρησμῳδῆσαι αὐτοῖς ὁ θεός, ὁ ἀνδριὰς ἐκεῖνος ἔπαιε τῇ ῥάβδῳ τὸν λέβητα. εἶτα ἤχει ὁ λέβης, καὶ ἐκ τοῦ λέβητος ἦχός τις ἀπετελεῖτο ἐναρμόνιος. καὶ ἐνεφοροῦντο αἱ προφήτιδες, καὶ ἔλεγον ἃ αὐταῖς ὁ δαίμων ἐνέβαλλεν. 5.15 Πεντεκαιδεκάτη ἐστὶν ἱστορία ἡ περὶ τῆς Πυθίας. ἔστι δὲ αὕτη. Φωκὶς χώρα ἐν τῇ Ἑλλάδι. ἐν ταύτῃ ἐστὶ πόλις καλουμένη ∆ελφοί. ἐν τῇ πόλει ταύτῃ ἐστὶν ἱερὸν τοῦ Ἀπόλλωνος, ὃ καλεῖται Πυθώ. ἐν τούτῳ τῷ ἱερῷ ἦν ὁ τρίπους καὶ αἱ ψῆφοι αἱ μαντικαί. καὶ αἱ μὲν μαντικαὶ ψῆφοι ἦσαν ἐν τῇ φιάλῃ τοῦ τρίποδος. ἡνίκα οὖν ὁ μαντευόμενος ἠρώτα περὶ τῆς μαντείας, αἱ ψῆφοι ἥλλοντο καὶ ἐκινοῦντο ἐν αὐταῖς. τότε οὖν ἡ μάντις ἐνεφορεῖτο καὶ ἔλεγεν ἃ ἤθελεν ὁ Ἀπόλλων. ἐκαλεῖτο δὲ ἡ προφῆτις Πυθία. πληροῦσθαι δὲ ἐνταῦθα εἶπεν αὐτὴν καὶ ἐμφορεῖσθαι καὶ ἐνθουσιάζεσθαι. 5.16 Ἑξκαιδεκάτη ἐστὶν ἱστορία ἡ περὶ τῆς Κασταλίας. ἔστι δὲ αὕτη. Πηγή ἐστιν ἐν Ἀντιοχείᾳ ἐν ᾗ λέγεται τὸν Ἀπόλλωνα παρεδρεύειν, καὶ μαντείας καὶ χρησμοὺς τοῖς ἐρχομένοις περὶ τὸ ὕδωρ λέγεσθαι. λέγεται δὲ ὅτι, ἡνίκα ἐμαντεύετό τις, αὔρας καὶ πνοὰς τὸ ὕδωρ ἀνεδίδου. καὶ ἀναδιδομένων τῶν τοιούτων πνευμάτων, οἱ ἱερεῖς οἱ περὶ τὴν πηγὴν ἔλεγον ἃ ἤθελεν ὁ δαίμων. 5.17 Ἑπτακαιδεκάτη ἐστὶν ἱστορία ἡ Πάλιν ἀνδριὰς ἄφωνος. Περὶ τούτου τοίνυν τοῦ ἀνδριάντος, ποῦ τε ἵστατο καὶ πῶς ἐφθέγγετο, ἡμεῖς οὐχ ἱστορήσαμεν. δεῖ δὲ νομίζειν εἶναι τὸν ἀνδριάντα τὸν ἐν ∆ελφοῖς, καὶ αὐτὸν τὸ τηνικάδε φωνὴν †ἔναρθρον ἀπολύοντα. εἰδέναι γὰρ χρὴ ὅτι αἱ τῶν δαιμόνων φωναὶ ἄναρθροί εἰσι διὰ τὸ μὴ ἔχειν ὄργανα φωνητικά, ὅπως διατυπώσωσι τὴν ἐξερχομένην φωνήν. 5.18 Ὀκτωκαιδεκάτη ἐστὶν ἱστορία ἡ περὶ τῆς ∆άφνης. ἔστι δὲ μυθευόμενος λόγος οὗτος. ∆άφνη, φησί, κόρη ὑπῆρχεν ἐκ Λάδωνος τοῦ ποταμοῦ καὶ Γῆς τὴν γένεσιν εὐτυχήσασα. αὕτη, φησί, περικαλλής τε οὖσα τῷ εἴδει καὶ ὡραϊζομένη ταῖς ὄψεσιν, εἰς ἔρωτα ἐκίνησε τὸν Ἀπόλλωνα. ὁ δὲ Ἀπόλλων, φησί, κινούμενος ἐκ τοῦ ἔρωτος, ἐπεδίωκε τὴν ∆άφνην, εἴ πως ἰσχύσει συγγενέσθαι τῇ κόρῃ. ἡ οὖν κόρη, τὴν παρθενίαν ἐθέλουσα φυλάξαι, τῇ οἰκείᾳ μητρὶ τῇ Γῇ προσηύξατο βοηθῆσαι αὐτῇ. ἡ δὲ Γῆ διανοίξασα τοὺς ἑαυτῆς κόλπους ἐδέξατο τὴν παῖδα· καὶ ψυχαγωγῆσαι θέλουσα τὸν θεόν, φυτὸν ἀνῆκεν ὁμώνυμον τῇ κόρῃ, ὃ λαβὼν ὁ Ἀπόλλων στέφεται παρὰ τὸν τρίποδα, ψυχαγωγούμενος ὑπὲρ τῆς ἐρωμένης αὐτῷ ∆άφνης. 5.19 Ἐννεακαιδεκάτη ἐστὶν ἱστορία ἡ περὶ τοῦ Τὸν ∆ιόνυσον εἶναι ἀνδρόγυνον. Λέγουσι καὶ τὰ ἀνδρῶν ποιεῖν καὶ τὰ γυναικῶν πάσχειν, καὶ τὰς Βάκχας περὶ αὐτὸν μαινάδας γενομένας ἐκβακχεύειν καὶ τοὺς Σατύρους καὶ τοὺς Σειληνοὺς ἐξορχουμένους περὶ αὐτόν. εἴπομεν δὲ πολλάκις ὡς ὅτι αὐτός ἐστιν ὁ τοῦ οἴνου, φησί, δημιουργὸς καὶ ἔφορος, καὶ ὅτι δέδωκε καὶ ταῖς γυναιξὶ καὶ τοῖς ἀνδράσιν. καὶ ἔπιον καὶ ἐμεθύσθησαν, καὶ μεθυσθέντες μετὰ τῶν γυναικῶν χορεύουσι περὶ αὐτόν. τοὺς δὲ Σατύρους λέγουσιν εἶναι ποιμένας, ἄλλοι δὲ θείους τινὰς δαίμονας περὶ τὸν ∆ιόνυσον. Περὶ τοῦ φαλλοῦ ἤδη εἰρήκαμεν ἐν τῷ Πρώτῳ Λόγῳ, ὅτι αἰδοῖον ἦν δερμάτινόν τι ὃ νῦν οἱ μῖμοι ἔχουσιν, ὃ καλοῦσι φαλητάριον. καὶ τοῦτο ἔχουσιν ἐν τοῖς ∆ιονυσίοις, φοροῦντες ἐν παιγνίοις καὶ ἑορτάζουσιν, ἐν ᾧ τότε ἐτελοῦντο ἐκεῖνοι. 5.20 Εἰκοστή ἐστιν ἱστορία ἡ περὶ Σεμέλης καὶ τοῦ κεραυνοῦ. Σεμέλη Κάδμου ἦν θυγάτηρ. ταύτης ἠράσθη ὁ Ζεύς, καὶ συγγίνεται αὐτῇ. ἡ δὲ Ἥρα ζηλοτύπως φερομένη σχηματίζεται πρόσωπον τροφοῦ ἐγνωσμένης τῇ Σεμέλῃ, καὶ συμβουλεύει αὐτῇ τῇ Σεμέλῃ ὅτι ∆εῖ αἰτῆσαι τὸν ∆ία συγγενέσθαι σοι ὥσπερ συγγίνεται τῇ Ἥρᾳ. συνεγένετο δὲ τῇ Ἥρᾳ ὁ Ζεὺς μετὰ βροντῶν καὶ κεραυνῶν. ταῦτα δὲ συνεβούλευσεν ἡ Ἥρα τῇ Σεμέλῃ ἵνα ἐρχομένου τοῦ ∆ιὸς μετὰ κεραυνῶν πρὸς αὐτήν, ὡς θνητὴ καταφλεχθήσεται, καὶ μηκέτι ἔχοι τὴν ἀντίζηλον. ὃ δὴ καὶ γέγονε. τοῦ ∆ιὸς γὰρ ἐλθόντος πάλιν πρὸς τὴν Σεμέλην, ᾔτησεν ἡ Σεμέλη οὕτως αὐτῇ συγγενέσθαι ὡς τῇ