Fragmenta in Psalmos

 φιλόθεος καὶ δι' οἴκου καὶ σκεύους ἀνακειμένου θεῷ πρὸς θεὸν ἀνεγείρεται. ἓν οὖν τοῦτο καὶ μόνον ἐζήτησα τὸν θεὸν ναὸν οἰκεῖν, ὅπερ ἡ Ἅννα ποιεῖ, καὶ

 κατὰ τὸ διαλλάττον τοῦ τρόπου κατὰ τὸ ῥηθὲν καὶ πάλιν παρὰ τοῦ σωτῆρος ὅτι Καὶ πολλαὶ μοναὶ παρὰ τῷ πατρί μου. 15 Ps 34,6 Αἱ ὁδοί, φησίν, τῶν ἀσεβῶν σ

 25 Ps 37,4a Σώματι διόλου κακουμένῳ παραβάλλει τὸ πολύπονον καὶ πολυπαθὲς αὐτοῦ, οἷον καὶ παρὰ τῷ Ἡσαΐᾳ τὸ Ἀπὸ ποδῶν ἕως τῆς κεφαλῆς οὐκ ἔστιν ἐν αὐτῷ

 κεχαρισμένον καὶ εἰς αἰῶνα παρατείνων τὰ ἀγαθὰ Ταῦτα μένει, φησίν, τὰ τρία· πίστις ἐλπὶς ἀγάπη. 34 Ps 39,5 Ἐν τούτῳ φησὶ τὸ μακάριον ἄνθρωπον ἐν τῷ θε

 Ἐξαιρέτως ἐπὶ Χριστοῦ τὴν ἀκακίαν ἀκούομεν τὴν πάσης κακίας καθαρότητα, ἣν ἐζήτει μὲν παρὰ ἀνθρώπων ὁ δημιουργὸς ἐπὶ τούτῳ γεγενημένων ὡς εἶναι τοῦ πο

 πάθους τῆς λήθης λέγει τὸ ∆ιὰ τί, ἀλλ' ἑκούσιον λήθην παρίστησι τὴν περὶ ἄνθρωπον ἀφροντιστίαν τὸν τῆς παρὰ θεοῦ ἀνάξιον ἐπιμελείας.

 καθάπαξ αὐχοῦμεν ἐπὶ σοὶ δι' ὅλου τοῦ χρόνου καὶ τῷ ὀνόματί σου χάριτας ἀναφέρομεν ᾧ σῳζόμεθα, ὥσπερ καὶ λέγεται διὰ τοῦ Ἱεζεκιὴλ ∆ι' ὑμᾶς ἐγὼ οὐ ποιῶ

 ἐκείνων οὐχὶ μικρὰν μερίδα (πολλοὶ γὰρ καὶ οἱ ἐξ Ἰουδαίων πεπιστευκότες), προοίμιόν τι τῆς περὶ τούτων μυσταγωγίας ποιεῖται, λόγον ἀγαθὸν ἐπαγγελλόμεν

 εἰς κεφαλήν, καὶ σὺ ἔσῃ εἰς οὐράν. ὅτι δὴ οἱ τὸ παλαιὸν ἐπήλυδες νόμου γενόμενοι πρὸς τὸ οἰκειοῦσθαι θεῷ νῦν αὐτοὶ τῆς πρὸς θεὸν συνόδου κατάρχουσιν,

 78 Ps 48,4.5 Λόγου, φησίν, ἅψομαι σοφοῦ κεκρυμμένου, μιγνὺς ᾠδῇ τὸ αἴνιγμα. πῶς οὐχὶ τὸ στόμα εἶπεν ἀνοίγειν εἰς παραβολὴν ἀλλὰ τὸ οὖς κλίνειν; ἢ ὅτι

 ἀνθρώπου ἡ ἁμαρτία εἰς τὸν κόσμον εἰσῆλθεν, καὶ ἐρρίζωται τὸ κακὸν ἐν τῇ πρώτῃ γυναικὶ καὶ ἐξ ἐκείνης διὰ τῶν τοκετῶν ἐπὶ τὰ τικτόμενα διαβαίνει. οἰκε

 ὑπόσχεσις ἐπήγαγε ταῦτα. 99A Ps 70,19.20 Αὐτόθεν ἄρχεται τοῦ ὕμνου ὅθεν ἐπήγγελται παραχρῆμα ποιῶν, τὸ ὑψηλὸν τῶν τοῦ θεοῦ τεραστίων μεγαλοφώνως ἀναβο

 γὰρ καὶ τέθηλεν οἰκουμένη πᾶσα τῷ Χριστοῦ καρπῷ καὶ πλῆθος ἀναρίθμητον τῶν ἐφ' ἑκάστης πόλεως ἀναφαινομένων Χριστοῦ παίδων ὡς ἀπὸ τῆς γῆς πόα. 105 Ps

 111a Ps 73,4a Ἀναγκαίως ἡ τῶν τόπων μνήμη διὰ τὴν τοῦ λαοῦ παρανομίαν. ὅτι κατὰ τῶν τόπων οὐκ ἦν ἀγανακτήσεως πρόφασις, καὶ οἱονεὶ διὰ τὴν τοῦ τόπου φ

 τουτέστιν ὄρη τροφῆς. τὴν γὰρ τροφὴν θήραν καὶ ἐν τῷ ΡΛΑ κέκληκε λέγων Τὴν θήραν αὐτῆς εὐλογῶν εὐλογήσω, ὃ δὴ Σίτησιν ἐν ἐκείνῳ Σύμμαχος εἴρηκεν. ἐν δ

 (οὐχ ὁ κύκλῳ περιάγων αὐτόν) καὶ διατείνας αὐτὸν ὡς σκηνὴν κατοικεῖν (οὐχ ὡς κύκλον περιελίττεσθαι)· καὶ Ἀπ' ἄκρου θεμελίου οὐρανοῦ φησιν Ἡσαΐας ἔρχεσ

 δεσπότην. εἰ γὰρ καὶ ἐγκλήματα κατὰ τῶν δούλων εἴη δίκαια, ἀλλὰ καὶ φειδὼ περὶ τὸ οἰκεῖόν ἐστιν ἀπανθρώπως ὑπὸ τοῦ ἀλλοτρίου πορθούμενον. λέγει δὲ καὶ

 σκιᾷ μὲν τὰ ὄρη ἐκάλυψεν ἡ προειρημένη ἄμπελος διὰ τὸ πᾶν ὕψος καὶ πᾶσαν δύναμιν τὴν ὑπὲρ γῆς ὑπερβαλέσθαι, ταῖς δὲ τῶν ἀκρεμόνων ἐκτάσεσι τὰς κέδρους

 καταλλαγή φησι κόσμου, ὕστερον δὲ ἡ πρόσληψις ζωὴ ἐκ νεκρῶν, τελείας τῆς εὐμενείας τοῦ θεοῦ φανείσης ἀνθρώποις, ἐπειδὰν τῶν ἐπαγγελιῶν πληροῖ τῶν πρὸς

 ὀφθαλμοί μου ἠσθένησαν ἀπὸ πτωχείας ὁ Σύμμαχος Ὁ ὀφθαλμός μου ἐξέρρευσεν ἀπὸ τῆς κακώσεως ἐξέδωκεν. 146 Ps 87,13 Σῷζε οὖν γένος ὑπὸ σοῦ πεποιημένον ἐπ

 ἅπερ εἴρηται διὰ τοῦ προφήτου Νάθαν. ἐλέῳ δὲ τῷ παρ' ἑαυτοῦ καὶ τῇ προσηκούσῃ περὶ τὸν δίκαιον σπουδῇ φησιν ὑψοῦσθαι αὐτόν, καθὰ καὶ παραδόξως ἤρατο ν

 ἑτέρων βασιλέων εἰς θεὸν ἐλπιζόντων γέγονεν, ἀληθευομένης τῆς ἐπαγγελίας τοῦ θεοῦ τῆς λεγούσης Ἐχθρεύσω τοῖς ἐχθροῖς σου καὶ ἀντικείσομαι τοῖς ἀντικει

 φάσκων καὶ εὐφραίνεσθαι τὰς πολλὰς νήσους τουτέστι τὰ ἔθνη, εἶτα ἑξῆς ὠδίνειν τὴν γῆν καὶ τὰ ὄρη τήκεσθαι· πῇ μὲν τοὺς ἁγίους λέγει, πῇ δὲ τοὺς ἐναντί

 170 Ps 101,3 Ὅμοιον δυνάμει τὸ λεγόμενον τῇ Σαλομῶνος εὐχῇ

 λέγει τῆς ἱδρύσεως θεοῦ δυνάμεως δεῖγμα τὸ γῆν οὖσαν στοιχεῖον τὸ βαρύτατον ὑπὲρ ὑδάτων πεπῆχθαι καὶ μένειν δι' αἰῶνος ἀμετακίνητον, οὐ δή που τῆς ὑπο

 θεοῦ καὶ ἐκ τῶν ἑκάστοτε λεγομένων τεράτων δείκνυται· δεῖ δὲ θεοῦ γνωρίζεσθαι δύναμιν καὶ οὐχ ἱστορίαν πραγμάτων ἀπαράλειπτον πάντως γίνεσθαι. οὐκ εἰς

 δὲ παιδεύσεως τὸ τέλος ἡ πρὸς τὸ ὀρθὸν τοῦ ἀνθρώπου κατόρθωσις ἐν ἡγεμονίᾳ πνεύματος, ὑπακοῇ δὲ σαρκός. διὰ τοῦτο τῶν τε ἡδέων τὰς χορηγίας ὑπερετίθετ

 ἀνακινήσαντος αὐτῶν τὸν πρότερον εὔδιον πλοῦν, ὑφ' ὧν κορυφουμένων εἰς ὕψος ἀναγομένους αὐτοὺς καὶ ἀναρρεόντων καταγομένους, οἷον ἐν θαλάττῃ γίνεσθαι

 202 Ps 110 arg. Λέγεται ἐν τῷ παρόντι διὰ βραχέων ὁ ὕμνος, καὶ διὰ τῶν εἴκοσι δύο στοιχείων τῶν Ἑβραίων αἱ πρῶται φωναὶ τῶν στίχων προΐασι κατὰ τὴν Ἑβ

 ζῶσαν τὴν ὄντως εὐάρεστον θεῷ, ὧν καὶ τὸ πλῆθος ἀνα πληροῖ τὸ θυσιαστήριον ἄχρι πρὸς τὸ ἀκρότατον ὕψος τὸ συναπτόμενον τοῖς οὐρανίοις ἀγγέλοις, διὰ τῆ

 ἡμῶν. προσαγαγὼν οὖν ἑαυτὸν ὡς προσήκει ταπεινόν, ἀμοιβὴν ζητεῖ παρὰ θεοῦ τὴν ἐπὶ βίον ἔννομον ἀγωγὴν καὶ τὴν κατὰ λόγον θεοῦ ζωήν. ταπεινοῦ δὲ καὶ αὐ

 ἀναφέρεσθαι δεῖ τὰς νῦν λεγομένας πλάσεις, οἷον καὶ τὸ Πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ ἐπίσταμαί σε· καθὸ καὶ Ἰὼβ λέγει τὸ Πηλόν με ἔπλασας, τὴν ἐν τῷ

 παροξυσμῷ τῷ πρὸς τοὺς ἐπιβουλεύοντας, ὡς οὐκ ἐπλάνησε τὸν ∆αυὶδ ἡ τοῦ Σαοὺλ ἐπιβουλὴ πρὸς τὸ ἀμύνασθαι πρὸς τὸ προσῆκον. 237 Ps 118,111 Ἐπέτεινε τὴν

 ἀποθνῄσκον τας διὰ τοῦ θανάτου λυτρούμενος· ᾧ καὶ ἀκολούθως ἐπάγεται τὸ Ζήσεται ἡ ψυχή μου, καὶ τὰ ἑξῆς.

 θεοσεβεστάτων, δι' ὧν ἡ βασιλεία ∆αυὶδ ἀνορθοῦται χάριτι τοῦ Χριστοῦ ὃς τοῖς δώδεκα ἔδωκεν ἀποστόλοις τὸ ἐπὶ δώδεκα θρόνοις καθεζομένους κρίνειν τὸν Ἰ

 μεγίστην ἐπιφέρει τὴν ἁπασῶν ἐκείνων περισωστικήν. τροφῆς γὰρ εὐπορίαν ἔδωκεν ἐξ ἀρχῆς ἣν Θήραν καλεῖ, σίτησιν δὲ ἕτερος ἑρμηνεύει. καὶ τοὺς οἰκήτορας

 τὸν κατὰ τὸ ἐμφανὲς ἔλεγχον ὅτι μὴ θεοὶ ὧν τὰ τοιαῦτα ὁμοιώματα. θεῖον γὰρ τὸ ὁμοίωμα τοῦ θεοῦ· διὸ καὶ ἄνθρωπος εἰκὼν ὁ θεῖος, οὐχ ὁ τῆς θεότητος ἐστ

 διὰ τὴν τοῦ Ἰσραὴλ ἄφεσιν εἰς ἐξουσίαν προαγόμενος, ὡς ἔχει τὰ διὰ τοῦ Ἡσαΐου προφητευθέντα· ἀλλ' ὁ μακαρισμὸς εἰς ἐκείνους περιστήσεται τοὺς ἀποδιδόν

 ταῖς εὐεργεσίαις, τουτέστιν ἐπὶ τοὺς ἐλπίδα μὴ ἔχοντας καὶ ἀθέους ἐν τῷ κόσμῳ οὓς μηδὲ ὄντας ὁ ἀπόστολος κέκληκεν. 282 Ps 137,7.8a ∆εύτερον ἐπιφέρει τ

 291 Ps 140,2 Εἰ πρωῒ τὸν ἐπιόντα βίον συνίεμεν τὸν ἐν ἀναπαύσει καὶ δόξῃ

 300 Ps 143,4.5 Πάντα δὲ ὅμοια τὰ μὲν ἀνθρώπινα, θείας δὲ ἐνεργείας φοβερᾶς τε καὶ ἰσχυρᾶς καὶ ὀλοθρευτικῆς ἀνθρώπων ἐνδείγματα. 301 Ps 144,1 Κατὰ μὲν

 πληροῦσαν αὐτὸν δύναμιν καὶ σοφίαν ἔχων ἀλλὰ πλήρη προελθοῦσαν ἐξ ἑαυτοῦ, καθὰ καὶ Σολομὼν γέννημα τὴν σοφίαν λέγει καὶ ἐκ θεοῦ προσεληλυθυῖαν τὴν αὐτ

ἅπερ εἴρηται διὰ τοῦ προφήτου Νάθαν. ἐλέῳ δὲ τῷ παρ' ἑαυτοῦ καὶ τῇ προσηκούσῃ περὶ τὸν δίκαιον σπουδῇ φησιν ὑψοῦσθαι αὐτόν, καθὰ καὶ παραδόξως ἤρατο νίκας ἐν πολέμοις καὶ ἀήττητος ἦν. 152 Ps 88,36 Καθ' ἑαυτοῦ ὄμνυσι θεός, ἐπεὶ κατ' οὐδενὸς ἔχει μείζονος ὀμόσαι, καθάπερ ὁ Παῦλός φησιν. Ὤμοσα γάρ φησιν ἐν τῷ ἁγίῳ μου, ἢ ὡς ἡ Ε ἔκδοσις Κατὰ τοῦ ἁγιασμοῦ μου ἀντὶ τοῦ Κατὰ τῆς ἁγιωσύνης μου. 153 Ps 88,39-46 [Ταῦτα μὲν ὁ Θεοδώρητος ὁμοίως Ἀπολιναρίῳ ἐξέθετο.] 154 Ps 88,49 Μεῖζόν τι καὶ ὑπὲρ ἄνθρωπον ἐπιζητῶν φαίνεται, τὸν μὲν βίον ὃν ζῶμεν ἐξευτελίζων ὡς ὄντα οὐδέν, εἰς μάταιόν τι χωρεῖν φάσκων ἀνθρώπους, οὐ μὴν εἰς ματαιότητα γενέσθαι ὅπερ λέγων ἀξιοῖ μὴ προσθῆναι φθορᾷ ὡς τότε καὶ τῆς βασιλείας ἀνορθωθησομένης δηλαδή, ἐπειδὰν καὶ φθορᾷ λυθῇ καὶ τὸ εἰς αἰῶνας ζῆν δοθῇ. πόθεν δ' ἂν ἡμῖν ἡ θανάτου γένοιτο ἀποφυγή; πόθεν δὲ εἰ μὴ παρὰ σοῦ; οὐ γὰρ παρ' ἑαυτοῦ ἂν τοῦτό γε ὑπάρξειεν ἀνθρώπῳ· οὐδείς ἐστιν ὃς ζήσεται καὶ οὐκ ἀποθανεῖται, οὐδ' ἑαυτὸν ἐκ θανάτου δυνήσεται ῥύσασθαι. ταῦτα δὲ ἄντικρυς τὸν οὐράνιον ἐπιζητεῖ βασιλέα τὸν λυτῆρα τῆς ματαιότητος τὸν αὐτόν τε θανάτου κρείττονα καὶ ἀνθρώποις ἐκ θανάτου σωτῆρα καὶ τὸ μάταιον τῆς νῦν ζωῆς εἰς ἀλήθειαν μεταβάλλοντα καὶ τὴν βασιλείαν αἰώνιον ἐπ' αἰωνίου ζωῆς κατασκευάζοντα. 155 Ps 88,51-53a Οὐκ ἀπέγνω τὸν ἔλεον, ἀλλ' ἐπιζητεῖν τὴν ὑπόσχεσιν καὶ τὸ δίκαιον ἐπικαλεῖται τοῦ θεοῦ κατὰ τῶν ἀσεβῶν ἐθνῶν τῶν ὀνειδιζόντων τὸν δίκαιον κακοπραγήσαντα περὶ τὸ ἐξ αὐτοῦ γένος καὶ πεπτωκότα· οὓς θεοῦ μὲν εἶναί φησιν ἐχθρούς, ὀνειδίζειν δὲ τὸ τοῦ δικαίου βασιλέως ἴχνος ὡς ἐξαληλιμμένον. ταῦτα παρακαλέσας εὐλογεῖ. ἐλπίζοντος δὲ ἡ εὐλογία. τί δὲ ἐλπίζοντος ἢ τὰς εὐχὰς περαιωθήσεσθαι τὴν ἐπαγγελίαν καὶ μὴ διαπεσεῖσθαι καθὰ ἐξ ἀρχῆς πιστεύων φαίνεται, ὡς καὶ ὁ Παῦλός φησιν Οὐχ οἷόν τε ὅτι ἐκπέπτωκεν ὁ λόγος τοῦ θεοῦ;

156 Ps 89,4a Εἰ δὲ περὶ χιλίων ἐτῶν οὕτως εἴρηκεν, δῆλον ὅτι βίος ἀνθρώπου

διάστημα ἔσται τὸ λεπτότατον καὶ ὥσπερ ἀμέριστον. 157 Ps 89,10 Ὅλος μὲν οὖν, φησίν, ὁ ἀνθρώπινος βίος ἐν ἑβδομηκοστῷ που περιγράφεται χρόνῳ. ἐκ τοῦ πλείστου δὲ λέγει τοῦτο. οὐδὲ οὗτος δὲ ἐν ἀνέσει δοθεὶς ἀλλὰ σχεδὸν ὅλος ἐν ταλαιπωρίᾳ· ἢ γὰρ ὡς νήπιοι παιδευόμεθα ἢ ὡς νεανίσκοι κάμνομεν ἢ ὡς γέροντες ταλαιπωρούμεθα. καλῶς οὖν εἶπεν Καὶ τὸ πλεῖον αὐτῶν κόπος καὶ πόνος. οὕτως γὰρ τῆς τάξεως τῆς κατὰ τὴν ἡλικίαν ἐχούσης ὀλίγος ἄγαν ὁ ὑποκλεπτόμενος εἰς εὐφροσύνην εὑρίσκεται χρόνος. 158 Ps 89,17 Νύκτα μὲν εἰκότως τὸν χρόνον ἐκάλεσεν ἅπαντα τοῦτον ἐν ᾧ καθεύδει θανατούμενος ἄνθρωπος, πρωΐαν δὲ τὸν ἐπιόντα ἐν ᾧ ζησόμεθα φανέντος κυρίου καὶ τοῦ ἐλέου κατελθόντος ἐξ οὐρανοῦ. ἀξιοῖ δὲ παραγενέσθαι τὸν ἥλιον καὶ ἡμέραν διαλάμψαι καὶ δοθῆναι διηνεκῆ τοῖς δικαίοις εὐφροσύνην ἀντὶ τῶν ἡμερῶν ἐν αἷς ἐκακώθημεν μυρίοις κακοῖς περιπίπτοντες. οὗτοι δὲ ἦσαν οἱ Καιροὶ τῆς ἀναψύξεως οὓς καὶ Πέτρος προλέγει, εἰς οὓς ἀποσταλήσεσθαί φησι τὸν προκεχειρισμένον Ἰησοῦν τὸν κύριον ἡμῶν.

159 Ps 90,7.8 Ἑξῆς χιλιάδα μὲν ἐξ εὐωνύμων πεσεῖσθαί φησιν, μυριάδα δ' ἐκ

δεξιῶν πρὶν καὶ συνεγγίσαι καὶ κακόν τι προστρίψασθαι ὥστε αὐτὸν ἀδεῶς ἐπόψεσθαι πίπτουσι καὶ ἀπολλυμένοις ἀνταποδόσει τῇ παρὰ τοῦ θεοῦ, οἷον τῷ Ἰωσαφὰτ ὑπῆρξε κατ' ἐπαγγελίαν ὥστε μὴ διαπολεμήσαντι ψάλλοντι δὲ καὶ αἰνοῦντι θεὸν δι' ἀλλήλων ἰδεῖν τοὺς πολεμίους ἀπολλυμένους· Ἦλθον γάρ φησιν ἐπὶ τὴν σκοπιὰν τῆς ἐρημίας καὶ ἐπέβλεψαν καὶ εἶδον τὸ πλῆθος, καὶ ἰδοὺ πάντες νεκροὶ πεπτωκότες ἐπὶ τῆς γῆς καὶ οὐκ ἦν σῳζόμενος. παραπλήσιον δὲ τούτῳ καὶ ἐφ'

22