22
τοιαῦτα ἐπιτεταγμένων, ἐκτὸς εἰ μή πού τινα ἀπαραίτητος ἀνάγκη εἰς βοήθειαν τοῦ ἀδυνατήσαντος καλοίη αἰφνίδιον. Ὅτι δεῖ ἕκαστον μένειν ἐν ᾧ ἐτάχθη καὶ μὴ ὑπερβαί νοντα τὸ ἴδιον μέτρον ἐπιβαίνειν τοῖς μὴ ἐπιτεταγμένοις, εἰ μή τι ἂν οἱ ταῦτα πεπιστευμένοι δοκιμάσωσί τινα χρῄ ζοντα βοηθείας. Ὅτι οὐ δεῖ ἀφ' ἑτέρου ἐργαστηρίου εἰς ἕτερον εὑρισ κεσθαί τινα. Ὅτι οὐ δεῖ κατὰ φιλονεικίαν ἢ ἔριν τὴν πρός τινα ποιεῖν τι. 22.3 Ὅτι οὐ δεῖ φθονεῖν τῇ ἑτέρου εὐδοκιμήσει, οὔτε ἐπι χαίρειν ἐλαττώμασί τινος. Ὅτι δεῖ ἐν ἀγάπῃ Χριστοῦ λυπεῖσθαι μὲν καὶ συντρί βεσθαι ἐπὶ τοῖς τοῦ ἀδελφοῦ ἐλαττώμασιν, εὐφραίνεσθαι δὲ ἐπὶ τοῖς κατορθώμασιν. Ὅτι οὐ δεῖ ἀδιαφορεῖν ἐπὶ τοῖς ἁμαρτάνουσιν ἢ ἐφησυ χάζειν αὐτοῖς. Ὅτι δεῖ τὸν ἐλέγχοντα, μετὰ πάσης εὐσπλαγχνίας, φόβῳ Θεοῦ καὶ σκοπῷ τοῦ ἐπιστρέψαι τὸν ἁμαρτάνοντα, ἐλέγχειν. Ὅτι δεῖ τὸν ἐλεγχόμενον ἢ ἐπιτιμώμενον καταδέχεσθαι προθύμως, γνωρίζοντα τὸ ἑαυτοῦ ὄφελος ἐν τῇ διορθώσει. Ὅτι οὐ δεῖ, ἐγκαλουμένου τινός, ἄλλον ἐνώπιον ἐκείνου ἢ ἄλλων τινῶν ἀντιλέγειν τῷ ἐγκαλοῦντι. Ἐὰν δὲ ἄρα ποτὲ ἄλογον φανῇ τινι τὸ ἔγκλημα, κατ' ἰδίαν κινεῖν λόγον πρὸς τὸν ἐγκαλοῦντα καὶ ἢ πληροφορεῖν ἢ πληροφορεῖσθαι. Ὅτι δεῖ ἕκαστον, ὅση δύναμις, θεραπεύειν τὸν ἔχοντά τι κατ' αὐτοῦ. Ὅτι οὐ δεῖ μνησικακεῖν τῷ ἁμαρτήσαντι καὶ μετα νοοῦντι, ἀλλ' ἐκ καρδίας ἀφεῖναι. Ὅτι δεῖ τὸν λέγοντα μετανοεῖν ἐφ' ἁμαρτήματι μὴ μόνον κατανυγῆναι ἐφ' ᾧ ἥμαρτεν, ἀλλὰ καὶ καρποὺς ἀξίους τῆς μετανοίας ποιῆσαι. Ὅτι ὁ ἐπὶ τοῖς πρώτοις ἁμαρτήμασι παιδευθεὶς καὶ τῆς ἀφέσεως ἀξιωθείς, ἐὰν πάλιν ἁμάρτῃ, χεῖρον τοῦ προτέρου κατασκευάζει ἑαυτῷ τὸ κρίμα τῆς ὀργῆς. Ὅτι δεῖ τὸν μετὰ πρώτην καὶ δευτέραν νουθεσίαν ἐπι μένοντα τῷ ἐλαττώματι ἑαυτοῦ φανεροῦσθαι τῷ προεστῶτι, ἐὰν ἄρα ὑπὸ πλειόνων ἐπιτιμηθεὶς ἐντραπῇ. Ἐὰν δὲ μηδὲ οὕτω διορθώσηται, ὡς σκάνδαλον ἐκκόπτεσθαι τοῦ λοιποῦ καὶ «ὡς ἐθνικὸν καὶ τελώνην ὁρᾶσθαι» πρὸς τὴν ἀσφά λειαν τῶν τὴν σπουδὴν τῆς ὑπακοῆς ἐργαζομένων, κατὰ τὸ εἰρημένον· «Ἀσεβῶν καταπιπτόντων, δίκαιοι ἔμφοβοι γίνονται.» ∆εῖ δὲ καὶ πενθεῖν ἐπ' αὐτῷ, ὡς μέλους ἐκκοπέντος ἐκ τοῦ σώματος. Ὅτι οὐ δεῖ ἐπὶ παροργισμῷ ἀδελφοῦ ἐπιδῦναι τὸν ἥλιον, μή ποτε ἡ νὺξ διαστῇ μεταξὺ ἀμφοτέρων καὶ καταλίπῃ ἐν ἡμέρᾳ Κρίσεως ἀπαραίτητον ἔγκλημα. Ὅτι οὐ δεῖ καιρὸν ἀναμένειν ἐπὶ τῇ ἑαυτοῦ διορθώσει, διὰ τὸ μὴ ἀσφαλὲς ἔχειν περὶ τῆς αὔριον, ὅτι πολλοὶ πολλὰ βουλευσάμενοι τὴν αὔριον οὐ κατέλαβον. Ὅτι οὐ δεῖ ἀπατᾶσθαι χορτασίᾳ κοιλίας, δι' ἧς γίνονται φαντασίαι νυκτεριναί. Ὅτι οὐ δεῖ περισπᾶσθαι εἰς ἄμετρον ἐργασίαν καὶ ὑπερ βαίνειν τοὺς ὅρους τῆς αὐταρκείας, κατὰ τὸν εἰπόντα Ἀπόστολον· «Ἔχοντες δὲ διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα, ὅτι ἡ περισσεία ἡ ὑπὲρ τὴν χρείαν εἰκόνα πλεονεξίας ἐμφαίνει, ἡ δὲ πλεονεξία ἀπόφασιν ἔχει εἰδωλολατρείας. Ὅτι οὐ δεῖ φιλάργυρον εἶναι οὐδὲ θησαυρίζειν εἰς ἀνω φελῆ ἃ μὴ δεῖ. Ὅτι δεῖ τὸν προσερχόμενον Θεῷ ἀκτημοσύνην ἀσπά ζεσθαι κατὰ πάντα καὶ καθηλωμένον εἶναι τῷ φόβῳ τοῦ Θεοῦ, κατὰ τὸν εἰπόντα· «Καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας μου· ἀπὸ γὰρ τῶν κριμάτων σου ἐφοβήθην.» ∆ῴη δὲ ὁ Κύριος, μετὰ πάσης πληροφορίας ὑμᾶς ἀνα δεξαμένους τὰ εἰρημένα, εἰς δόξαν Θεοῦ καρποὺς ἀξίους τοῦ Πνεύματος ἐπιδείξασθαι, Θεοῦ εὐδοκίᾳ καὶ συνεργίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἀμήν.
23.τ ΠΑΡΑΘΕΤΙΚΗ ΠΡΟΣ ΜΟΝΑΖΟΝΤΑ
23.1 Ὁ δεῖνα, ὡς λέγει, καταγνοὺς τῆς τοῦ βίου τούτου ματαιότητος καὶ
καταμαθὼν ὅτι τῆς ζωῆς ταύτης τὰ τερπνὰ ἐνταῦθα τὴν καταστροφὴν ἔχει ὕλας μόνον κατα σκευάζοντα τῷ αἰωνίῳ πυρί, ταχεῖαν δὲ ἔχοντα τὴν πάροδον, κατέλαβέ με βουλόμενος ἀποστῆναι μὲν τῆς μοχθηρᾶς καὶ πολυστενάκτου ζωῆς, καταλιπεῖν