οὗ τῷ Πα τρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κρά τος εἰς τοὺς αἰῶνας. Ἀμήν.
"Οὐαὶ αὐτοῖς, ὅτι ἀπεπήδησαν ἀπ' ἐμοῦ· δείλαιοί εἰσιν, ὅτι ἠσέβησαν εἰς ἐμέ." Πρῶτον μὲν γὰρ ἐκεῖνο καὶ κυριώτατον ἔγκλημα ταῖς τῶν Ἑβραίων ἐπιγράφεται κεφαλαῖς. Εἰ δέ τις αὐ τῶν καὶ ἕτερα πρὸς τούτῳ βούλοιτο καταριθμῆσθαι ἐγκλήματα, τοσοῦτον εὑρήσει τὸν ὄχλον, ὡς μὴ δύνασθαι τοῖς περὶ αὐτῶν ἀρκεῖσθαι διηγήμασι, μηδὲ τὸν ἄριστα μὲν ταῖς περὶ τοὺς λόγους ἐμπει 77.464 ρίαις ἐξηρτυμένον, ἠσκημένον δὲ οὕτως εἰς εὐγλωτ τίαν, ὡς μηδενὶ τῶν ἄλλων παραχωρεῖν, οἷς τό γε ἐν τούτῳ φαίνεσθαι λαμπροὺς, τῆς ἄλλης ἁπάσης εὐημερίας ἄμεινον ἔχειν δοκεῖ. Ὑπὲρ δὲ τοῦ μὴ ὁλο σχερῶς σιωπῆσαι, πρὸς τὸ πλῆθος ὥσπερ τῶν ἐγ κλημάτων ἀποναρκήσαντας, ὀλίγα κομιδῇ, καὶ δι' ὧν ὅπως ἀπεπήδησαν εἰσόμεθα, παραθεῖναι σπου δάσω. εʹ. Λέγει τοίνυν ὁ πάντων ἡμῶν ∆εσπότης Θεὸς, ἐπὶ ταῖς ἐκείνων δυσσεβείαις ἀγανακτῶν· "Πάντες οἱ ἄρχοντες αὐτῶν ἀπειθοῦντες· ἐποίησεν Ἐφραῒμ τὰς ῥίζας αὐτοῦ, ἐξηράνθη· καρπὸν οὐκ ἔτι μὴ ἐνέγκῃ. ∆ιότι καὶ ἐὰν γεννήσωσιν, ἀποκτενῶ τὰ ἐπιθυμήματα τῆς κοιλίας αὐτῶν. Ἀπώσεται αὐτοὺς ὁ Θεὸς, ὅτι οὐκ εἰσήκουσαν αὐτοῦ, καὶ ἔσονται πλανῆται ἐν τοῖς ἔθνεσιν." Ἆρ' οὐχὶ τῶν ἐμῶν λόγων ἡ πεῖρα, τοῦτο βοᾷ γεγωνότερον; Καὶ τῶν πραγμάτων ἡ ἔκβασις οὐχὶ τὴν ἀλήθειαν τοῖς εἰρημένοις ἐπιμαρτυρεῖ; Ἐπειδὴ γὰρ τὴν εἰς αὐτὸν εὐλάβειαν ἀπεσείσαντο, ἀπειθοῦντες ἅμα καὶ ἀντιλέγοντες, διὰ τοῦτο πρὸς ἀκαρπίαν ἐλαυνόμενοι, καὶ ὅσον οὐδέπω ξηρανθήσε σθαι μέλλοντες, ὥσπερ τὰ τῶν ὑδάτων ἀπῳκισμένα φυτὰ, τὰς ῥίζας τὸ τηνικάδε περιαλγήσαντες, ὅτε πρὸς αὐτοὺς ὁ τῶν προφητῶν ἐγίνετο λόγος, τελευ τῶντες, διὰ τῆς εἰς Χριστὸν ἀπειθείας, ἀπεξηράνθη σαν. Τοιγάρτοι καὶ τῆς πρὸς αὐτὸν φιλίας ἀποπεμ πόμενοι δικαίως ἀκούουσι· "Μεμίσηκα, ἀπῶσμαι ἑορτὰς ὑμῶν, καὶ οὐ μὴ ὀσφρανθῶ ἐν ταῖς πανηγύ ρεσιν ὑμῶν. ∆ιότι καὶ ἐὰν ἐνέγκητέ μοι ὁλοκαυτώ ματα, καὶ θυσίας, οὐ προσδέξομαι αὐτὰ, καὶ σωτη ρίους ἐπιφανείας ὑμῶν οὐκ ἐπιβλέψομαι. Μετάστησον ἀπ' ἐμοῦ ἦχον ᾠδῶν σου, καὶ ψαλμὸν ὀργάνων σου οὐκ ἀκούσομαι." Οὐ γὰρ ἐπὶ ταῖς κατὰ τύπον τιμαῖς ἐφήδεσθαι δεῖν ἐδοκίμαζεν ὁ τὴν ἀλήθειαν ἀγαπήσας Θεός· ἀλλ' ὅσον οὐδέπω τὸν τῆς ἐν πνεύματι λα τρείας καιρὸν ἀναδειχθήσεσθαι κατεμήνυεν, ἀνατρο πὴν μὲν ἔσεσθαι τῶν ἀρχαίων ἐθῶν εἰσηγούμενος· ἀντὶ δὲ τούτων, χαριεῖσθαι τὰ βελτίονα. Καὶ γοῦν σαφέστατα διά τινος τῶν προφητῶν τοῦτο βοᾷ· "Καὶ ἔσται ἐν ταῖς ἡμέραις ἐκείναις, οὐκ ἐροῦσιν ἔτι, Κιβωτὸς διαθήκης Ἁγίου Ἰσραήλ· οὐκ ἀναβήσεταιἐπὶ καρδίαν, οὐδὲ ὀνομασθήσεται· οὐδὲ ἐπισκεφθή σεται, καὶ οὐ ποιηθήσεται ἔτι." Εἰ δέ τις βούλοιτο μαθεῖν, ὃν ὁ προφήτης ἐδήλου καιρὸν, καθ' ὃν οὐκ ἀναβήσεται μὲν ἐπὶ καρδίαν, οὐκ ὀνομασθήσεται δὲ ἔτι τὴν κιβωτὸν διϊσχυρίζεται, ὁράτω τὰ νῦν πράγματα, ἐν οἷς τέ ἐστι, σκοπείτω τὰ Χριστιανῶν μυστήρια. Οὐ γὰρ δή που τοῖς Ἑβραίων ἔθεσιν εἰς λατρείαν κεχρῆσθαι [καὶ] ἡμᾶς ἠβουλήθη Θεός· οὐδὲ κιβωτός ἐστι παρ' ἡμῖν, χρυσίῳ μὲν ἔξωθεν ἠγλαϊ σμένη, ἔσωθεν δὲ τὰς Μωσέως βίβλους ὠδίνουσα· ἀλλ' ἕκαστος τῶν πιστευόντων εἰς Χριστὸν, ναὸς τοῦ 77.465 Πνεύματος ἀποτελεῖται, ὅλην, ἵν' οὕτως εἴπω, τοῦ ἁγιασμοῦ τὴν πηγὴν εἰσδεχόμενος. Καὶ μή τις οἰέσθω τῶν ἀκροωμένων, ἢ κατὰ Μωσέως ἡμᾶς ποιεῖσθαι τοὺς λόγους, ἢ τοῖς δι' ἐκείνου νομοθετουμένοις ἐπι τιμᾷν. Μὴ γὰρ οὕτω φρενῶν ἔξω γενοίμην, ὡς τοῦ τον ἔχειν ἑλέσθαι τὸν σκοπὸν, ἕτερα λεγούσης τῆς θείας Γραφῆς. "Ὁ μὲν γὰρ νόμος ἅγιος, καὶ ἡ ἐντολὴ ἁγία, καὶ δικαία καὶ ἀγαθὴ," καθάπερ ὁ Παῦλός φησιν· ἔκειτο δὲ μέχρι καιροῦ διορθώσεως, οὔπω τὴν ἀληθῆ λατρείαν εἰσφέρων. ∆ιὰ τοῦτο ὁ Θεὸς μεταποιήσειν αὐτὸν ἐπὶ τὸ ἄμεινον διά τινος τῶν προφητῶν ὑπισχνεῖτο, λέγων· "Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ καὶ τῷ οἴκῳ Ἰούδα διαθήκην καινήν." Ὅπερ ἄριστα νοήσας ὁ Παῦλός φησιν· "Ἐν τῷ λέγειν καινὴν, πεπαλαίωκε τὴν πρώτην· τὸ δὲ πα λαιούμενον καὶ γηράσκον, ἐγγὺς ἀφανισμοῦ." Καὶ πάλιν· "Εἰ γὰρ ἐκείνη ἦν ἄμεμπτος, οὐκ ἂν δευτέ ρας ἐζητεῖτο τόπος." Ἐπειδὴ τοίνυν μομφῆς μὲν οὐκ ἐλευθέραν ἔφησεν εἶναι τὴν πρώτην· "Οὐδὲν