γὰρ αὐτίκα οἵ τε συστησάμενοι καὶ ἀρθμήσαντες· πάντων δὲ πανταχοῦ ἁρπαζομένων καὶ κατακοπτομένων, ὥσπερ ἀλεκτορίδων ἐν ἑορτῇ καὶ συμποσίῳ κοινὴν εὐωχίαν ἔχοντι, καὶ ὁ Μάξιμος συνηρπάσθη μέν, καὶ εἰς τὴν Ἀντιόχειαν ἦλ7.6.6 θεν, ἔνθα ὁ βασιλεὺς διέτριβεν· αἰσχυνθέντες δὲ αὐτοῦ τὸν φόνον, ὡς πάντα ἐπὶ τῆς κρίσεως ἠλέγχθη, καὶ ὅτι κατέγνω τῶν ἐγχειρησάντων, καὶ ὅτι προεῖπεν ἀκριβῶς ἅπαντα, καθάπερ ἐν τῷ Μαξίμου σώματι θεόν τινα κολάζοντες, φονικήν τινα καὶ μαγειρώδη ψυχὴν τὸν Φῆστον ἐπὶ τὴν Ἀσίαν αὐτῷ συνεξέπεμψαν, τὴν Ἀσίαν τοιούτου τινὸς ἀξιώσαντες. 7.6.7 ὁ δὲ παραγενόμενος τὸ προσταχθὲν ἔπραξε καὶ παρ' ἑαυτοῦ προσέθηκεν, ἄφθονόν τινα χορηγίαν τῷ συώδει καὶ λελυσσηκότι τῆς ψυχῆς νέμων· πολλοὺς γὰρ προκατακόψας αἰτίους τε καὶ ἀναιτίους, καὶ τὸν μέγαν Μάξιμον αὐτοῖς ἐπέσφαξε. 7.6.8 κἀκεῖνο μὲν εἶχεν ἡ μαντεία τέλος, ἀπέβαινε δὲ καὶ τὰ λειπό7.6.9 μενα. ὅ τε γὰρ βασιλεὺς ἐν μεγάλῃ τῶν Σκυθῶν μάχῃ ξένον τινὰ ἠφανίσθη τρόπον, ὥστε οὐδὲ ὀστέον εἰς ἀναίρεσιν εὑρέθη· προσεπέθηκε δὲ ὁ δαίμων καὶ ἕτερόν τι μεῖζον· ὁ γὰρ Φῆστος ἐκεῖνος (καὶ ταῦτα δὲ ἀκριβῶς ὁ γράφων παρὼν συνηπίστατο) παραλυθεὶς τῆς ἀρχῆς, καὶ ἀποδημήσας πρὸς τὸν νεωστὶ βασιλεύοντα Θεοδόσιον, εἶτα ἐπανελθών (ἐγε γαμήκει γὰρ ἐκ τῆς Ἀσίας γάμον τυραννίδι πρέποντα), καὶ τὴν τρυφὴν ἐπιδεικνύμενος καὶ τὸ διαπεφευγέναι τὰ ἐγκλήματα, ἑορτήν τε ἐπήγγελλε πολυτελῆ τοῖς ἐν ἀξιώματι καὶ 7.6.10 κατὰ εὐγένειαν προβεβηκόσι. ἡ τρίτη δὲ ἦν ἡμέρα τῶν καλανδῶν, ἃς οὕτως Ἰανουαρίας ἡμέρας Ῥωμαῖοι προσονομάζουσι, καὶ προσκυνήσαντες πάντες αὐτῷ ὑπέσχοντο τὴν εὐωχίαν. 7.6.11 ὁ δὲ παρῆλθε μὲν εἰς τὸ τῶν Νεμέσεων ἱερόν (καί τοί γε οὐδέποτε φήσας θεραπεύειν θεούς, ἀλλ' οὓς ἐκόλασεν ἅπαντας διὰ τοῦτο ἀνῃρηκώς), παρελθὼν δὲ ὅμως, αὐτοῖς ὄναρ 7.6.12 ἀπήγγειλε καὶ κατεδάκρυε τὴν ὄψιν διηγούμενος. τὸ δὲ ὄνειρον ἦν· τὸν Μάξιμον ἔφασκεν τραχηλάγχην ἐπιβαλόμενον ἕλκειν αὐτὸν εἰς τὸν ᾅδην, ὡς δικασόμενον ἐπὶ τοῦ Πλουτέως. οἱ δὲ παρόντες, καίπερ δεδιότες καὶ πρὸς τὸν ὅλον τοῦ ἀνδρὸς ἀναφέροντες βίον, τά τε δάκρυα ἀπέψηχεν ἕκαστος, καὶ ταῖν Θεαῖν ἐκέλευον εὔχεσθαι· ὁ δὲ ἐπείθετο καὶ ηὔχετο. 7.6.13 ἐξιόντι δὲ αὐτῷ, τοῖν ποδοῖν ἀμφοῖν ὑπενεχθέντων, ἐπὶ τὰ νῶτα ἐξολισθαίνει τὸ σῶμα, καὶ ἄναυδος ἔκειτο· καὶ ἀπενεχθεὶς αὐτίκα ἐτελεύτησε, καὶ τοῦτο ἔδοξεν εἶναι τῆς Προνοίας ἔργον ἄριστον. ΠΡΙΣΚΟΣ. Περὶ δὲ Πρίσκου τὰ μὲν πολλὰ κατὰ τὴν περιπεσοῦσαν ἀνάγκην· καὶ πρότερον εἴρηται ὅθεν γε ἦν· ἴδιον δὲ κατὰ τὸ ἦθος αὐτοῦ τοιοῦτον ἀπομνημονεύεται· κρυψίνους τε ἦν ἄγαν καὶ βαθυγνώμων, μνήμης τε εἰς ἄκρον ἀφιγμένος, καὶ τὰς δόξας ἁπάσας τῶν παλαιῶν συνῃρηκὼς 8.1.2 καὶ ἐπὶ στόματος ἔχων· κάλλιστος δὲ ὢν καὶ μέγας ὀφθῆναι, καὶ ἀπαίδευτος ἂν ἔδοξεν εἶναι διὰ τὸ μόλις χωρεῖν ἐς διάλεξιν, ἀλλ' ὡς θησαυρόν γέ τινα ἐφύλαττε τὰ δόγματα, καὶ τοὺς εὐκόλως περὶ αὐτῶν προϊεμένους φωνὴν ἀσώτους 8.1.3 ἔφασκεν. οὐ γὰρ νικώμενον ἐν ταῖς διαλέξεσιν ἐξημεροῦσθαι μᾶλλον ἔφασκεν, ἀλλὰ πρὸς τὴν δύναμιν τῆς ἀληθείας ἀντιβαίνοντα, ταῖς δὲ ἡδοναῖς καὶ τῷ φιλοσωμάτῳ κατακλώμενον ἀγριοῦσθαι, καὶ μισόλογόν τε ἅμα καὶ μισοφιλόσοφον 8.1.4 ἀποτελεῖσθαι καὶ διαπράττεσθαι. διὰ ταύτην οὖν τὴν αἰτίαν ἐπεῖχε τὰ πολλά. καὶ βραδὺς ἦν καὶ ὀγκώδης κατὰ τὸ ἦθος, καὶ τὸ ἦθος ἐφύλαττεν οὐ μόνον ὅτε ἑταίροις καὶ ὁμιληταῖς 8.1.5 συνῆν, ἀλλ' ἐκ νεότητος αὐτῷ τὸ ἀξίωμα συνεγήρασεν. ὁ γοῦν Χρυσάνθιος πρὸς <τὸν> ταῦτα γράφοντα ἔλεγεν, ὡς ὁ μὲν Αἰδεσίου τρόπος κοινὸς ἦν καὶ δημοτικός, καὶ μετά γε τοὺς ἄθλους ὅσοι περὶ λόγους ἦσαν, πρὸς περίπατον ἐξῄει κατὰ