Fragmenta in epistulam ad Romanos
περὶ ἡμᾶς αὐτοῦ σχέσεως, ἣν διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ποιησάμενος ἐνεδείξατο.
ζητήσεως, ἤδει μάτην τὰ λοιπὰ τῆς προκειμένης ἀπολογίας ἐρῶν· οὐ γὰρ ἔμελλεν ἔτι δυνήσεσθαι τοῖς ὑπ' αὐτοῦ λεγομένοις ὁ ἀκροατὴς προσέξειν τὸν νοῦν, ἐπιπροσθούσης αὐτῷ τῆς ἀμφιβολίας τῷ λογισμῷ, καὶ ὧν ἀκούει συνιέναι μὴ συγχωρούσης. ἵνα οὖν μὴ γένοιτο τοῦτο, πρότερον τὸ ὑποφυὲν ἀπόρημα διαλύει, καὶ οὕτως ἀνατρέχει πρὸς τὸ προκείμενον καὶ τὴν ἀπολογίαν ἀναλαμβάνει. 391 Τί οὖν ἐροῦμεν; μὴ ἀδικία παρὰ τῷ θεῷ; μὴ γένοιτο. οὕτω μὲν οὖν, φησίν, ἐκ τῆς γραφῆς παιδευόμεθα τὸν θεὸν κατ' οἰκείαν πρόθεσιν, ἀλλ' οὐκ ἐξ ἔργων ἢ σαρκικῆς συγγενείας ποιεῖσθαι τῶν ἀνθρώπων τὰς ἐκλογάς. πεφηνότος μέντοι τούτου τοιούτου τί φήσομεν; ἀδικεῖν τὸν θεόν; μὴ γένοιτο. καὶ τέως ἀποφήσας τὸ βλάσφημον, συλλέγει καὶ ἄλλας ῥήσεις τῆς θεοπνεύστου γραφῆς ἰσο δυναμούσας ταῖς προεκτεθείσαις αὐτῷ, καὶ προβαλλόμενος ὡς ἀπὸ τοῦ ἐναντίου τὰς πάσας ὁμοῦ καὶ τὸν ἐπισυλλογισμὸν αὐταῖς προστιθεὶς μίαν ἰσχυροτάτην λύσιν τῶν πασῶν ἐποιήσατο. λέγει τοίνυν· τῷ γὰρ Μωϋσεῖ λέγει· ἐλεήσω ὃν ἂν ἐλεῶ, καὶ οἰκτειρήσω ὃν ἂν οἰκτείρω. εἶτα ἐπισυλλογισμός· ἄρα οὖν οὐ τοῦ τρέχοντος οὐδὲ τοῦ θέλοντος, ἀλλὰ τοῦ ἐλεοῦντος θεοῦ. καὶ αὖθις λέγει ἡ γραφὴ τῷ Φαραὼ ὅτι εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε, ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου, καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ. εἶτα πάλιν ὁ ἐπισυλ λογισμός· ἄρα οὖν ὃν θέλει ἐλεεῖ, ὃν δὲ θέλει σκληρύνει. θεὶς οὕτω τὰς φωνὰς ταύτας ὡς ἂν ἀπὸ τοῦ δι' ἐναντίας προβληθείσας αὐτῷ, δέχεται τὴν ἀντίθεσιν· ἐρεῖς οὖν μοι· τί ἔτι μέμφεται; τῷ γὰρ βουλήματι αὐτοῦ τίς ἀνθέστηκεν; πάντως οὖν, φησί, τοῦτο πρὸς ἡμᾶς ἰσχυρόν, ὡς νομίζεις, ἐρεῖς ἐπὶ ταῖς ῥήσεσι ταύταις τὸ τί ἔτι μέμφεται; τῷ γὰρ βουλήματι αὐτοῦ τίς ἀνθέστηκεν; εἶτα σφόδρα καιρίαν τε καὶ ἀγχίστροφον ποιεῖται τὴν πρὸς τοῦτο ἀπόκρισιν, τὴν αὐτοῦ φωνὴν ἁρπάσας ἐκείνου καὶ δι' αὐτῆς ἀνατρέπων αὐτόν· μενοῦνγε, ὦ ἄνθρωπε, σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ θεῷ; ἐρωτᾷς με, φησί, τὸ τίς ἀνθ έστηκεν αὐτοῦ τῷ βουλήματι; ἐγὼ δή σοι λέγω ὅτι σὺ πρὸ πάντων ὁ ἀνταποκρινόμενος τῷ θεῷ· τίς μὲν γὰρ εἶ που πάντως; καὶ οὐκ ἂν οὐδεὶς εἶναί ποτε καταδέξαιο. ἀντιλέγων δὲ καὶ δικαζόμενος τῷ θεῷ πῶς οὐκ ἀνθέστηκας; οὐκοῦν τοῖς σαυτοῦ λόγοις ἑάλως, καὶ οἷς ἀρνῇ τούτοις ὁμολογεῖς τὴν ἀντίστασιν, καὶ σὺ σαυτοῦ πρὸ ἐμοῦ κατή γορος γέγονας· ζητεῖς μὲν γὰρ τίς ἀνθέστηκεν, τίς δὲ ὑπάρχεις αὐτός; εἰ μὲν οὖν ὁμολογεῖς εἶναι μηδείς, συγχωρῶ σοι τὸ μέμφεσθαι τοῖς ἀνθρώποις εἰκῇ τὸν θεόν, εἰ δὲ εἶ τις, κἂν μυριάκις ἀρνοῖοοὐδή που γὰρ ἕψεται τοῖς σοῖς λόγοις ἡ φύσις, δίκαιος ὁ θεὸς ἀποδέδεικται, καὶ παρὰ σοῦ πρώτου φέρεται τὴν νικῶσαν. Ἀλλὰ γὰρ ὃ τινῶν ἐπὶ τοῦ παρόντος τεθαύμακα, τοῦτο βούλομαι διελθεῖν. ἐπιχειρήσαντες τουτὶ τῆς ἐπιστολῆς τὸ μέρος ἑρμηνεῦσαί τινες, εἶτα οὐκ ἐξαρκέσαντες, τοῦ ἁγίου Παύλου τὴν οἰκείαν ἀπορίαν οὐκ ὤκνησαν καταψεύσασθαι· οὐ γὰρ ἐπιλυόμενον αὐτὸν τὰ παρὰ τῶν 392 ἐναντίων προβλήματα τὸ μενοῦνγε, ὦ ἄνθρωπε, σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος; ἔφασαν εἰρηκέναι, ἀλλ' ἐπιτιμῶντα καὶ ἐπιπλήττοντα καὶ μόνον οὐ βεβαιοῦντα τὸ τῷ θεῷ παρ' ἐκείνων ἐπαγό μενον κατηγόρημα. εἰ γὰρ οὐκ ἀποδίδωσι λόγον τοῦ πράγματος, ἀλλὰ τὰ τῆς ἐξουσίας τοῦ θεοῦ προτεινόμενος ἐπιστομίζει τὸν ἀντιλέγοντα, τῷ ἐκείνου λόγῳ συντρέχων σαφῶς ἐλέγχεται συνομολογῶν, οὐ δικαίως μέν, ἀλλ' αὐθεντίᾳ τὸν θεὸν τὰ ἀνθρώπινα διατάττειν, τοῖς δὲ προσήκειν ἡσυχῆ στέργειν, ὅπως ἂν ἔχοι τὰ κατ' αὐτούς, ἐοικότας τοῖς ὑπὸ τῶν κεραμέων σκεύεσι πλαττομένοις, οὐ διαδικάζεσθαι πρὸς τὸν δημιουρ γήσαντα φαύλους, εἶτα διότι φαῦλοι μεμφόμενον. οὓς εἰ μηδὲν ἄλλο τῶν ὅλων, τοῦτο γοῦν ἐχρῆν συνιδεῖν, ὡς εἴπερ ὁ ἀπόστολος ἠπίστατο μὴ δυνάμενος κατὰ τὸν ἐκείνων λόγον ἀπαντῆσαι ταῖς προστάσεσι ταύταις, οὐκ ἂν αὐτὰς προὐβάλλετο τὴν ἀρχήνοὐ γὰρ καὶ τοῦτο δήπουθεν ἠδυνάτειοὐδ' ἂν αὐτὸς λαβὰς εἰς κατάλυσιν τοῦ ἰδίου κηρύγματος τοῖς ἀντιπάλοις παρείχετο καθάπερ τὰ ἐκείνων, οὐ τὰ οἰκεῖα συνιστάνειν προῃρημένος· τοῦτο γὰρ οὐδ' ἂν ὁ πάντων ἔπαθεν εὐηθέστατος. ἀλλ' οὐχ οὕτως ἔχει. τεθαρρηκὼς