22
πέμψαι τινὰ τῶν ὑμετέρων μετ' ἐπιστολῆς, ἵνα συνδοξάσῃ τὴν κατὰ θεὸν αὐτοῖς γενομένην εὐδίαν, καὶ ὅτι λιμένος εὐόρμου τετύχηκα Χριστοῦ διὰ τῶν προσευχῶν ὑμῶν. τέλειοι ὄντες τέλεια καὶ φρονεῖτε· θέλουσι γὰρ ὑμῖν εὖ πράττειν καὶ θεὸς ἕτοιμος εἰς τὸ παρασχεῖν.
Ἀσπάζεται ὑμᾶς ἡ ἀγάπη τῶν ἀδελφῶν ὑμῶν τῶν ἐν Tρωάδι, ὅθεν καὶ γράφω ὑμῖν διὰ Bούργου, ὃν ἀπεστείλατε μετ' ἐμοῦ ἅμα Ἐφεσίοις τοῖς συναδέλφοις ὑμῶν, ὃς κατὰ πάντα με ἀνέπαυσεν. καὶ ὄφελον πάντες αὐτὸν ἐμιμοῦντο, ὄντα ἐξεμπλάριον θεοῦ διακονίας. ἐμείψεται αὐτὸν ἡ χάρις τοῦ κυρίου κατὰ πάντα. ἀσπάζομαι τὸν ἀξιόθεον ἐπίσκοπον ὑμῶν Πολύκαρπον καὶ τὸ θεοπρεπὲς πρεσβυτέριον καὶ τοὺς χριστοφόρους διακόνους τοὺς συνδούλους μου καὶ τοὺς κατὰ ἄνδρα καὶ κοινῇ πάντας ἐν ὀνόματι Ἰησοῦ Χριστοῦ καὶ τῇ σαρκὶ αὐτοῦ καὶ τῷ αἵματι, πάθει τε καὶ ἀναστάσει, σαρκικῇ τε καὶ πνευματικῇ ἐν ἑνότητι θεοῦ καὶ ὑμῶν. χάρις ὑμῖν, ἔλεος, εἰρήνη, ὑπομονὴ διὰ παντὸς ἐν Χριστῷ. Ἀσπάζομαι τοὺς οἴκους τῶν ἀδελφῶν μου σὺν γυναιξὶν καὶ τέκνοις καὶ ἀειπαρθένοις καὶ τὰς χήρας. ἔρρωσθέ μοι ἐν δυνάμει πνεύματος. ἀσπάζεται ὑμᾶς Φίλων ὁ συνδιάκονος, ὁ ὢν σὺν ἐμοί. ἀσπάζομαι τὸν οἶκον Γαυΐας, ἣν εὔχομαι ἡδρᾶσθαι πίστει καὶ ἀγάπῃ σαρκικῇ τε καὶ πνευματικῇ. ἀσπάζομαι Ἄλκην, τὸ ποθητόν μοι ὄνομα, καὶ ∆άφνον τὸν ἀσύγκριτον καὶ Eὔτεκνον καὶ πάντας κατ' ὄνομα. ἔρρωσθε ἐν χάριτι θεοῦ καὶ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, πεπληρωμένοι πνεύματος ἁγίου καὶ σοφίας θείας καὶ ἱερᾶς.
ΠΡOΣ ΠOΛΥKAΡΠON EΠIΣKOΠON ΣMΥΡNHΣ.
Ἰγνάτιος, ἐπίσκοπος Ἀντιοχείας, ὁ καὶ μάρτυς Ἰησοῦ Χριστοῦ, Πολυκάρπῳ ἐπισκόπῳ ἐκκλησίας Σμυρναίων, μᾶλλον ἐπισκοπημένῳ ὑπὸ θεοῦ πατρὸς καὶ κυρίου Ἰησοῦ Χριστοῦ, πλεῖστα χαίρειν. Ἀποδεχόμενος τὴν ἐν θεῷ σου γνώμην ἡδρασμένην ὡς ἐπὶ πέτραν ἀκίνητον, ὑπερδοξάζω καταξιωθεὶς τοῦ προσώπου σου τοῦ ἀμώμου, οὖ ὀναίμην ἐν θεῷ. παρακαλῶ σε ἐν χάριτι, ᾗ ἐνδέδυσαι, προσθεῖναι τῷ δρόμῳ σου καὶ πάντας παρακαλεῖν, ἵνα σώζωνται. ἐκδίκει σου τὸν τόπον ἐν πάσῃ ἐπιμελείᾳ σαρκικῇ τε καὶ πνευματικῇ. τῆς ἑνώσεως φρόντιζε, ἧς οὐδὲν ἄμεινον. πάντας βάσταζε, ὡς καὶ σὲ ὁ κύριος. πάντων ἀνέχου ἐν ἀγάπῃ, ὥσπερ καὶ ποιεῖς. προσευχαῖς σχόλαζε ἀδιαλείπτοις, αἰτοῦ σύνεσιν πλείονα ἧς ἔχεις. γρηγόρει ἀκοίμητον πνεῦμα κεκτημένος. τοῖς κατὰ ἄνδρα κατὰ ὁμοήθειαν λάλει θεοῦ. πάντων τὰς νόσους βάσταζε ὡς τέλειος ἀθλητής, ὡς καὶ ὁ κύριος πάντων· αὐτὸς γάρ, φησί, τὰς ἀσθενείας ἡμῶν ἔλαβεν καὶ τὰς νόσους ἡμῶν ἐβάστασεν. ὅπου πλείων κόπος, πολὺ κέρδος.
Kαλοὺς μαθητὰς ἐὰν φιλῇς, χάρις σοι οὐκ ἔστιν· μᾶλλον δὲ τοὺς λοιμοτέρους ἐν πραΰτητι ὑπότασσε. οὐ πᾶν τραῦμα τῇ αὐτῇ ἐμπλάστρῳ θεραπεύεται· τοὺς παροξυσμοὺς ἐμβροχαῖς παῦε. φρόνιμος γίνου ὡς ὁ ὄφις ἐν πᾶσιν καὶ ἀκέραιος εἰσαεὶ ὡς ἡ περιστερά. διὰ τοῦτο ἐκ ψυχῆς καὶ σώματος εἶ, σαρκικὸς καὶ πνευματικός, ἵνα τὰ φαινόμενά σοι εἰς πρόσωπον ἐπανορθώσῃς· τὰ δὲ ἀόρατα αἴτει ἵνα σοι φανερωθῇ, ἵνα μηδέν σοι λείπῃ, καὶ παντὸς χαρίσματος περισσεύῃς. ὁ καιρὸς ἀπαιτεῖ σε εὔχεσθαι. ὥσπερ γὰρ κυβερνήτῃ ἄνεμος συμβάλλεται καὶ ὡς νηῒ χειμαζομένῃ λιμένες εὔθετοι εἰς σωτηρίαν, οὕτω καὶ σοὶ τὸ ἐπιτυχεῖν θεοῦ. νῆφε ὡς θεοῦ ἀθλητής, οὗ τὸ θέλημα ἀφθαρσία καὶ ζωὴ αἰώνιος, περὶ ἧς καὶ σὺ πέπεισαι. κατὰ πάντα σου ἀντίψυχος ἐγὼ τὰ δεσμά μου, ἃ ἠγάπησας. Oἱ δοκοῦντες ἀξιόπιστοι εἶναι καὶ ἑτεροδιδασκαλοῦντες μή σε καταπλησσέτωσαν· στῆθι δὲ ἑδραῖος ὡς ἄκμων τυπτόμενος. μεγάλου ἐστὶν ἀθλητοῦ δέρεσθαι καὶ νικᾶν. μάλιστα δὲ ἕνεκεν θεοῦ πάντα ὑπομένειν ἡμᾶς δεῖ, ἵνα καὶ αὐτὸς ἀναμείνῃ εἰς τὴν βασιλείαν. πλεῖον