1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

22

ὀνόματος ἀνεχόμενος αὐτὸν καλέσαι ποτὲ, ἀλλὰ καὶ αὐτὴν αὐτοῦ μισῶν τὴν προσηγορίαν, καὶ εἰς συγγένειαν αὐτὸν ἤγαγε, τέκνον αὐτὸν προσειπών. Τί τοῦ ∆αυῒδ μακαριώτερον, ὃς τὸν ἀνδροφόνον πατέρα ἐποίησε, καὶ τὸν λύκον πρόβατον, καὶ τὴν κάμινον τῆς ὀργῆς δρόσου πολλῆς ἐνέπλησε, καὶ τὰ κύματα εἰς γαλήνην μετέβαλε, καὶ τὴν φλεγμονὴν τοῦ θυμοῦ κατέσβεσεν ἅπασαν; Τὰ γὰρ ῥήματα ἐκεῖνα τοῦ ∆αυῒδ εἰς τὴν διάνοιαν εἰσελθόντα τοῦ τεθηριωμένου τούτου, πᾶσαν ταύτην εἰργάσατο τὴν μεταβολὴν, ἣν ἀπὸ τῶν ῥημάτων τούτων ἔστι ἰδεῖν. Οὔτε γὰρ εἶπεν, Οἱ λόγοι σοι οὗτοι, τέκνον ∆αυΐδ; ἀλλὰ τί; Ἡ φωνή σου αὕτη, τέκνον ∆αυΐδ; καὶ πρὸς αὐτὸν γὰρ τὸν φθόγγον διεθερμαίνετο λοιπόν. Καὶ καθάπερ πατὴρ χρονίας ἀκούσας φωνῆς παιδὸς ἐπανελθόντος ποθὲν, οὐχὶ πρὸς τὴν ὄψιν μόνην, ἀλλὰ καὶ πρὸς τὴν φωνὴν αὐτὴν διεγείρεται· οὕτω καὶ ὁ Σαοὺλ, ἐπειδὴ τὰ ῥήματα τοῦ ∆αυῒδ εἰσελθόντα τὴν ἔχθραν ἐξέβαλεν, ἐπέγνω λοιπὸν τὸν ἅγιον, καὶ πάθος ἀποθέμενος, πάθος ἐδέξατο. Ἐκβαλὼν γὰρ θυμὸν, ἐδέξατο εὐθυμίαν τε καὶ συμπάθειαν. Καὶ καθάπερ νυκτὸς μὲν παρούσης οὐδὲ παρόντα πολλάκις ἐπιγινώσκομεν φίλον, ἡμέρας δὲ γενομένης, καὶ πόῤῥωθεν ὁρῶντες αὐτὸν γνωρίζομεν· οὕτω καὶ ἐπὶ τῆς ἔχθρας συμβαίνειν εἴωθεν. Ἕως μὲν ἂν ὦμεν ἀηδῶς πρὸς ἀλλήλους ἔχοντες, καὶ φωνῆς ἑτέρως ἀκούομεν, καὶ ὄψιν μετὰ διεφθαρμένης βλέπομεν γνώμης· ἐπειδὰν δ' ἀποθώμεθα τὴν ὀργὴν, ἡ πρὸ τούτου πολεμία καὶ ἐχθρὰ φωνὴ, προσηνὴς καὶ ἡδίστη ἡμῖν φαίνεται, καὶ ἡ πολεμία ὄψις καὶ ἀηδὴς ποθεινὴ καὶ ἐπίχαρις. ςʹ. Τοῦτο γίνεται καὶ ἐπὶ τοῦ χειμῶνος. Οὐκ ἀφίησι τοῦ οὐρανοῦ τὸ κάλλος ἡ τῶν νεφῶν φαίνεσθαι συνδρομή· ἀλλὰ κἂν μυριάκις ὀξυδερκὲς ἔχωμεν τὸ ὄμμα, οὐκ ἰσχύομεν ἀντιλαβέσθαι τῆς ἄνω φαιδρότητος. Ἐπειδὰν δ' ἡ τῆς ἀκτῖνος θερμότης ἐνδιατρίψασα καὶ διαῤῥήξασα τὸ νέφος, δείξῃ τὸν ἥλιον, δείκνυσι καὶ τὴν τοῦ οὐρανοῦ πάλιν εὐπρέπειαν. Οὕτω καὶ ἐφ' ἡμῶν ὀργιζομένων γίνεται· καὶ καθάπερ νέφος πεπυκνωμένον πρὸ τῶν ὀφθαλμῶν καὶ πρὸ τῶν ἀκοῶν ἑστῶσα ἡ ἔχθρα, ἑτέρας καὶ τὰς φωνὰς καὶ τὰς ὄψεις ποιεῖ φαίνεσθαι. Ἐπειδὰν δὲ φιλοσοφήσας τις τὴν ἔχθραν ἀπόθηται καὶ διαῤῥήξῃ τῆς λύπης τὸ νέφος, τότε ἀδεκάστῳ λογισμῷ καὶ ὄψεται πάντα, καὶ 54.703 ἀκούσεται· ὅπερ οὖν καὶ ὁ Σαοὺλ οὗτος ἔπαθεν. Ἐπειδὴ γὰρ τὸ νέφος διεῤῥάγη τῆς ἔχθρας, ἐπέγνω τοῦ ∆αυῒδ τὴν φωνὴν, καί φησιν· Ἡ φωνή σου αὕτη, τέκνον ∆αυΐδ; Ποία Αὕτη; Ἡ τὸν Γολιὰθ κατενεγκοῦσα, καὶ τὴν πόλιν ἐξαρπάσασα τῶν κινδύνων, καὶ περὶ δουλείας καὶ περὶ θανάτου κινδυνεύοντας ἅπαντας καὶ πρὸς ἀσφάλειαν καὶ πρὸς ἐλευθερίαν ἐπανάγουσα πάλιν, ἡ τὴν ἐκείνου καταστέλλουσα μανίαν, πολλὰ καὶ μεγάλα αὐτὸν ἐργασαμένη καλά. Αὕτη γὰρ ἡ φωνὴ τὸν βάρβαρον ἐκεῖνον κατήνεγκε· πρὸ γὰρ τοῦ λίθου, ἡ τῆς εὐχῆς δύναμις αὐτὸν ἐχειρώσατο. Οὐ γὰρ ἁπλῶς τὸν λίθον ἔῤῥιψεν, ἀλλὰ πρότερον εἰπὼν, Σὺ ἔρχῃ πρός με ἐν τοῖς θεοῖς σου· ἐγὼ δὲ ἔρχομαι πρὸς σὲ ἐν ὀνόματι Κυρίου Σαβαὼθ, ὃν ὠνείδισας σήμερον, οὕτως ἀφῆκε. Καὶ αὕτη τὸν λίθον ἐχειραγώγησεν ἡ φωνὴ, αὕτη τὴν ἀγωνίαν ἐνέβαλε τῷ βαρβάρῳ, αὕτη τὸ θράσος ἐξέκοψε τοῦ πολεμίου. Καὶ τί θαυμάζεις, εἰ θυμὸν καταστέλλει φωνὴ δικαίου, καὶ πολεμίους καθαιρεῖ, ὅπου γε καὶ δαίμονας ἀπελαύνει; Ἐφθέγγοντο γοῦν μόνον οἱ ἀπόστολοι, καὶ πᾶσαι ἐδραπέτευον αἱ ἀντικείμεναι δυνάμεις. Ἡ φωνὴ τῶν ἁγίων καὶ τὰ στοιχεῖα πολλάκις ἔστησε, καὶ τὰς ἐνεργείας αὐτῶν μετέβαλεν. Εἶπε γοῦν ὁ Ἰησοῦς τοῦ Ναυῆ μόνον, Στήτω ὁ ἥλιος καὶ ἡ σελήνη, καὶ ἔστη· οὕτω καὶ ὁ Μωϋσῆς θάλατταν ἐπέδησε, καὶ ἀνῆκεν· οὕτως οἱ παῖδες οἱ τρεῖς τὴν ἐνέργειαν τοῦ πυρὸς ἔσβεσαν διὰ τῶν ὕμνων ἐκείνων καὶ διὰ τῆς φωνῆς. ∆ιὰ τοῦτο καὶ πρὸς αὐτὴν τὴν