22
Ἥρᾳ. καὶ ὡς συγγίνεται αὐτῇ, κεραυνοῦται καὶ ἀπόλλυται ἡ Σεμέλη. καὶ τότε λαβὼν ὁ Ζεὺς τὸν ∆ιόνυσον ἔμβρυον ὄντα ἔρραψεν ἐν τῷ ἑαυτοῦ μηρῷ. καὶ ὕστερον ἐν τῷ ἑβδόμῳ μηνὶ ἐλθὼν ὁ Ἑρμῆς ἀναπτύσσει τὸν μηρὸν τοῦ ∆ιός. καὶ γεννᾶται, ὥς φασι, ὁ ∆ιόνυσος. καὶ λαμβάνει αὐτὸν εἰς Νύσσαν τῆς Θρᾴκης, κἀκεῖ παρὰ τῶν Νυμφῶν γαλακτοτροφεῖται. 5.21 Εἰκοστὴ πρώτη ἐστὶν ἱστορία ἡ περὶ τοῦ ἀμφιγύου Ἡφαίστου. ἔστι δὲ αὕτη. Χωλὸς ἦν ὁ Ἥφαιστος, διὸ καὶ ἀμφιγύης· ἦν δὲ χαλκεὺς τὴν τέχνην. τούτου γυνὴ ἦν ἡ Ἀφροδίτη, καὶ αὐτὴν ἐμοιχεύετο ὁ Ἄρης. εὑρίσκει οὖν ὁ Ἥφαιστος τὴν μοιχείαν γενομένην, στήσας πάγας. θεὸν δὲ αὐτὸν λέγει κατῃθαλωμένον καὶ κεκαπνισμένον· αἰθάλη γὰρ εἶδος καπνοῦ παχυτέρου. ἐκεκάπνιστο δέ, ὡς χαλκεύς. κλυτοτέχνην δὲ αὐτὸν καλοῦσιν οἱ ποιηταί, ἐπειδὴ ἔνδοξον εἶχε τέχνην ταύτην τὴν χαλκευτικήν. Θερσίτην δὲ αὐτὸν Ὀλύμπιον καλεῖ διὰ τοιαύτην αἰτίαν· ὁ Ὅμηρος εἰσφέρει τινὰ ἄνθρωπον, Θερσίτην ὀνόματι, χωλὸν καὶ στραβὸν καὶ κυρτὸν καὶ μαδαρὸν καὶ προπετῆ. καί φησιν ὅτι οὗτος ἠκολούθει τῷ στρατοπέδῳ, οὐ διὰ τὸ πολεμεῖν ἀλλὰ διὰ τὸ γελᾶσθαι. ἐπεὶ οὖν ὁ Ἥφαιστος χωλὸς ἦν καὶ κεκαπνισμένος, λέγει αὐτὸν ὅτι ὡς Θερσίτης ἦν ὁ Ἥφαιστος ὑμῶν. Ὀλύμπιον δὲ αὐτὸν εἶπεν, οἱονεὶ οὐράνιον. Ὄλυμπος γὰρ ὁ οὐρανός. Θερσίτης οὖν Ὀλύμπιος καὶ χωλὸς καὶ προπετὴς ὑμῶν θεός. Τὸ δὲ ∆εσμώτης Ἄρης διὰ μοιχείαν, τῆς αὐτῆς ἐξήρτηται ἱστορίας. μοιχεύων γὰρ ὁ Ἄρης τὴν Ἀφροδίτην ἐδέθη ταῖς πάγαις ὑπὸ τοῦ Ἡφαίστου. τὸ δὲ Μετὰ τοῦ ∆είμου καὶ τοῦ Φόβου καὶ τοῦ Κυδοιμοῦ λέγει, ὅτι οὗτοι θεράποντες λέγονται εἶναι τοῦ Ἄρεως, υἱοὶ δὲ τοῦ Πολέμου, καὶ ὅτι καὶ οὗτοι συμπεπόνθασι τῷ Ἄρει, καὶ ὅτι ὁ Ἥφαιστος οὐκ ἐφοβήθη τὸν Φόβον καὶ τὸν ∆εῖμον καὶ τὸν Κυδοιμόν. τραυματίαν δὲ λέγει τὸν Ἄρεα, ἐπειδὴ ἐτρώθη ὑπὸ τοῦ ∆ιομήδους, προπετευόμενος ἐν τῷ πολέμῳ. Καὶ ἡ περὶ τῆς Ἀφροδίτης ἱστορία ἐξήρτηται, ὅτι πόρνη ἦν· ἐμοιχεύθη γὰρ ὑπὸ τοῦ Ἄρεως. καὶ ὅτι καὶ τῆς μίξεως αὐτὴν λέγουσιν ἔφορον εἶναι οἱ Ἕλληνες, διὰ τοῦτο εἶπον αὐτὴν ὑπηρέτιν. 5.22 Εἰκοστὴ δευτέρα ἐστὶν ἱστορία πῶς ἡ Ἀθηνᾶ παρθένος οὖσα τίκτει δράκοντα. ἔστι δὲ αὕτη. Ὁ Ζεὺς βουλόμενος ἀποκυῆσαι ἐκ τοῦ ἐγκεφάλου αὐτοῦ τὴν Ἀθηνᾶν, ἐδεῖτο συνεργοῦ τοῦ λαβόντος καὶ πλήξαντος τὴν κεφαλὴν ἵνα ἀποκυηθείη. καὶ λόγους προσφέρει τῷ Ἡφαίστῳ περὶ τούτου. ὁ δὲ Ἥφαιστος οὐκ ἄλλως εἵλετο σχίσαι τὴν κεφαλὴν τοῦ ∆ιός, εἰ μὴ τὴν γεννωμένην ἀποπαρθενεύσῃ· καὶ ἠνέσχετο ὁ Ζεύς. λαβὼν οὖν ὁ Ἥφαιστος τὸν βουπλῆγα, τέμνει τὴν κεφαλὴν τοῦ ∆ιός. καὶ ἐξέρχεται ἡ Ἀθηνᾶ, καὶ ἐπεδίωκεν αὐτὴν ὁ Ἥφαιστος, ἵνα αὐτῇ συγγένηται. καὶ ἐπιδιώκων ἀπεσπέρμηνεν εἰς τὸν μηρὸν τῆς Ἀθηνᾶς. ἡ δὲ Ἀθηνᾶ λαβοῦσα ἔριον ἐξέμαξε τὸ σπέρμα, καὶ ἔρριψεν ἐν τῇ γῇ. καὶ ἐγίνετο ἐκ τῆς γῆς καὶ τοῦ ἐρίου ἄνθρωπος δρακοντόπους, ὃς ἐκαλεῖτο Ἐριχθόνιος, ἀπὸ τοῦ ἐρίου καὶ τῆς χθονὸς λαβὼν τὸ ὄνομα. 5.23 Εἰκοστὴ τρίτη ἐστὶν ἱστορία ὅτι Ὁ Ἡρακλῆς μαίνεται. ἔστι δὲ αὕτη. Μεγάρη οὕτω καλουμένη, Κρέοντος τοῦ Θηβῶν βασιλέως θυγάτηρ, ἐγαμήθη τῷ Ἡρακλεῖ. καὶ ἐπαιδοποίησεν ἐξ αὐτῆς. ἡ δὲ Ἥρα, ἀπεχθῶς ἔχουσα πρὸς τὸν Ἡρακλέα διὰ πολλά, ἐνέβαλεν αὐτῷ μανίαν. καὶ μανεὶς ἀπέκτεινε τὰ ἑαυτοῦ τέκνα τὰ ἐκ τῆς Μεγάρης. 5.24 Εἰκοστὴ τετάρτη ἐστὶν ἱστορία, πῶς ὁ Ζεὺς δι' ἀσέλγειαν πάντα γίνεται. ἔστι δὲ αὕτη. Λέγεται ὁ Ζεὺς ἐρασθεὶς τῆς ∆ανάης γενέσθαι χρυσὸς καὶ ῥυῆναι καὶ οὕτως αὐτῇ συγγενέσθαι. ὁμοίως ἐρασθεὶς καὶ Γανυμήδους, ἀετὸς ἐγένετο· ἐρασθεὶς δὲ Εὐρώπης, βοῦς ἐγένετο, Λήδας δὲ καὶ Νεμέσεως, κύκνος. καὶ οὕτως ἀεὶ μετεβάλλετο, πάντα γινόμενος δι' ἀκαθαρσίαν, ὁ παρ' αὐτοῖς ἐξοχώτατος θεός, καὶ πάντας τοὺς ἄλλους θεοὺς ἀνέλκων εἰς οὐρανούς. 5.25 Εἰκοστὴ πέμπτη ἐστὶν ἱστορία ἡ περὶ τοῦ τάφου τοῦ ∆ιὸς ἐν Κρήτῃ. ἔστι δὲ αὕτη. Λέγεται ὁ Ζεὺς ἐκεῖ τραφῆναι ἐν τῇ Κρήτῃ καὶ ἀποθανεῖν, καὶ εἶναι τάφον ἐν ᾧ ἐπιγέγραπται κεῖσθαι ἐκεῖσε τὸν ∆ία, καὶ εἶναι ἔλεγχον τοῦτο κατὰ τῶν λεγόντων τὸν ∆ία θεόν. ἐλέγχονται γὰρ ὅτι ἄνθρωπος ἦν καὶ τέθνηκε καὶ κεῖται ἐν τῇ Κρήτῃ. 5.26 Εἰκοστὴ ἕκτη ἐστὶν ἱστορία ἡ περὶ τοῦ