170 Ps 101,3 Ὅμοιον δυνάμει τὸ λεγόμενον τῇ Σαλομῶνος εὐχῇ
291 Ps 140,2 Εἰ πρωῒ τὸν ἐπιόντα βίον συνίεμεν τὸν ἐν ἀναπαύσει καὶ δόξῃ
ἑτέρων βασιλέων εἰς θεὸν ἐλπιζόντων γέγονεν, ἀληθευομένης τῆς ἐπαγγελίας τοῦ θεοῦ τῆς λεγούσης Ἐχθρεύσω τοῖς ἐχθροῖς σου καὶ ἀντικείσομαι τοῖς ἀντικειμένοις σου. οὐ δεῖ δὲ πάντως ἀεὶ νομίζειν ἀμάχους τὰς νίκας τοῖς δικαίοις περιγίνεσθαι. ἐπεὶ καὶ διὰ μάχης ἐλθόντες πολλάκις ἐνίκησαν, ἀλλὰ τὴν ἐπιφανεστάτην ἐν τούτοις λέγει βοήθειαν ἐν ᾗ μάλιστα θεὸς ὁ βοηθῶν φαίνεται. 160 Ps 90,9.10 Πρόσωπον τὸ τοῦ ἐλπίζοντος παρεισήγαγε λέγων παρ' ἑαυτοῦ πρὸς θεὸν ὅτι αὐτὸν ἔθετο τὴν ἐλπίδα. καὶ πάλιν ἐπιφωνεῖ τῷ τοιούτῳ ὅτι Ἐπειδήπερ εἵλου τὸν ὕψιστον ὥσπερ οἶκον ἀσφαλείας, πρὸς οὐδενὸς κρατηθήσῃ κακοῦ οὐδὲ οἶκος ὁ σὸς πληχθήσεται θεηλάτοις πληγαῖς. δῆλον γὰρ ὡς, εἴ τι πάθοι δίκαιος, καὶ οἶκος δικαίου ἀγώνισμα τοῦτο ἐξ ἀδίκων ἀνθισταμένων καὶ οὐ κόλασις παρὰ θεοῦ. δῆλον δὲ ὅτι μὴ κρατήσῃ τὰ κακὰ τοῦ γυμναστικῶς πάσχοντος ἀλλ' ὥσπερ ἐξ ὕπνου διαναστήσεται καθάπερ ἐν τῷ τρίτῳ ἐλέγετο ψαλμῷ· κἂν ἑπτάκις πέσῃ κατὰ τὴν παροιμίαν, ἀναστήσεται.
161 Ps 92,1b-d ∆υνατὸν οὖν καὶ ὅσον πρὸς τὴν εἰς ἀνθρώπους ἐπίγνωσιν
λέγεσθαι τὸ ἐνδύεσθαι δόξαν καὶ περιζωννύεσθαι δύναμιν, οἰκειότερον δὲ πρὸς τὴν ἐν προτέρᾳ παρουσίᾳ γενομένην ἀδοξίαν Χριστοῦ καὶ τὸ ἀνθρώπινον ἀσθενές. αὐτὸς δὴ καὶ εἰς ἀγαθὰ βέβαια τὴν οἰκουμένην στηριζομένην προάγει ἐν αὐτῷ ἣν οὐδενὶ τρόπῳ μετακινεῖσθαι ἔτι δυνατόν.
162 Ps 93,20-23 Μὴ ταῖς ἀδίκοις φησὶ βασιλείας δυνατὸν μετεῖναι τῆς σῆς
δυνάμεως αἳ πόνον ἐπιφέρουσι τοῖς νόμον φυλάττουσιν, ὑφ' ὧν ὁ δίκαιος εἰς σύλληψιν ἀγρεύεται καὶ ὁ μηδὲν ἀδικῶν φονεύεται. καθόλου δὴ τὴν κατάλυσιν τῆς ἀδικίας ἐν τούτοις ἐνδείκνυται τῇ τοῦ θεοῦ δικαιοσύνῃ συνισταμένῃ. οὐ δώσεις οὖν ἔφη κακοῖς κράτος, ἀλλὰ τῷ δικαίῳ περιθήσεις ἀσφάλειαν ἀντ' ἐρύματος αὐτῷ καταστὰς καὶ τὰς εἰς σὲ κρατύνας ἐλπίδας· καὶ ἅπερ ᾤοντο οἱ φαῦλοι προχωρήσειν αὐτοῖς κατὰ τῶν δικαίων, ταῦτα εἰς ὀπίσω καὶ ἐπ' αὐτοὺς ὑποστρέψει· καὶ ὡς ἐπονηρεύσαντο τοὺς δικαίους ἀφανεῖς καταστῆσαι, οὕτως εἰς ἀφανὲς οἰχήσονται· τοῦτο τέλος τῆς ἐκδικίας τῆς παρὰ σοῦ.
163 Ps 95,6 Γινωσκέσθω θεὸς ὃν ἡμεῖς σέβομεν, ὁ τὸν οὐρανὸν καὶ τὴν δόξαν
ἔχων ὑπερουράνιον, ᾧ καλλονὴ πάρεστιν, ᾧ δύναμις καὶ σεμνότης ἐν ἀπορρήτῳ· κατὰ τὴν ἀσώματον δηλαδὴ καὶ θείαν ὑπεροχήν, ἐπεὶ τά γε σωματικὰ ναῶν μεγέθη καὶ κάλλη τεχνικαῖς ἀκριβείαις καὶ πλούτου πολυτελείαις ἐπιτετή δευται καὶ τοῖς ἔθνεσι περὶ δαίμονας. ἐν Ἰσραὴλ δέ, εἰ καὶ ταῦτα προσῆν, κατὰ τύπον τῶν ἀοράτων ἀπ' ἀρχῆς ἐγεγόνει καὶ διὰ Μωσέως εἴρηται καὶ τοῖς ἀοράτοις παραχωρεῖ, μάλιστα μὲν νῦν ἐπὶ τοῦ παρόντος εὐαγγελισμοῦ ὅτε ἡ πνευματικὴ ζητεῖται καὶ θεωρεῖται σεμνότης, οὐ μὴν ἀλλὰ καὶ τὸ παλαιὸν παρά γε τοῖς συνετοῖς ὡς καὶ παρὰ τῷ Σολομῶνι μέγιστον μὲν καὶ πολυτελέστατον ὡς ἂν μεγίστῳ ὄντι τῷ θεῷ φήσαντι ναὸν οἰκοδομεῖν, λέγοντι δὲ ὅτι τὴν θεοῦ δόξαν οὐδὲ ὁ οὐρανὸς χωρεῖν δύναται. 164
Ps 96,1-6 Τὸ Ὁ κύριος ἐβασίλευσεν ἑτέρως ἄρτι καὶ ἑτέρως νῦν ἀκουστέον· καὶ γὰρ ἐκ τῆς προτέρας παρουσίας ἐβασίλευσεν ὡς ἐν κεφαλαίῳ κατακρίνας τὴν ἁμαρτίαν ἐν τῇ ἁγίᾳ σαρκὶ καὶ καταργήσας τὸν θάνατον, καὶ ἐν τῇ δευτέρᾳ βασιλεύσει διὰ τῶν καθ' ἕκαστον τῶν μετόχων αὐτοῦ λελυκὼς τὸ κακὸν καὶ τὴν φθορὰν, ὅτε δὴ καὶ ἀφίξονται ἄνθρωποι θεάσασθαι τὸν τῆς αἰωνίου ζωῆς ταμίαν πληροῦσθαι τῆς παρ' αὐτοῦ ζωῆς ἤδη δυνάμενοι καὶ τὴν δόξαν τῆς βασιλείας αὐτοῦ θεωρεῖν ἐν αὐτοῖς μὲν ἐμφανιζομένης ὡς ἐν οἴκῳ βασιλείῳ, τοὺς δ' ἐναντίους ἀφανεῖς καθιστάσης ὡς πῦρ τήκει κηρόν. Ἀγαλλιᾶσθαί τε οὖν πάλιν τὴν γῆν
23