23
δὲ τὰς τῆς σαρκὸς ἡδονάς, ἐπελθεῖν δὲ λοιπὸν τῇ ὁδῷ τῇ ἀγούσῃ ἐπὶ τὰς μονὰς τοῦ Κυρίου. Ἐπειδὴ οὖν ἀναγκαῖόν ἐστιν, εἰ φύσει ἐν ἐπιθυμίᾳ καθέστηκε τῆς μακαρίας ὄντως δια γωγῆς καὶ τὸν καλὸν καὶ ἐπαινούμενον ἔρωτα ἔσχεν ἐν τῇ ἑαυτοῦ ψυχῇ, ἀγαπήσας Κύριον τὸν Θεὸν ἡμῶν ἐξ ὅλης καρδίας καὶ ἐξ ὅλης ἰσχύος καὶ ἐξ ὅλης διανοίας, ὑποδει χθῆναι αὐτῷ ὑπὸ τῆς ὑμετέρας θεοσεβείας τὰ δυσχερῆ καὶ δυσάντητα τῆς στενῆς καὶ τεθλιμμένης ὁδοῦ, ἐν ἐλπίδι δὲ αὐτὸν καταστῆναι τῶν νῦν τέως μὴ βλεπομέ νων, ἐν ἐπαγγελίαις δὲ ἀποκειμένων ἀγαθῶν τοῖς ἀξίοις τοῦ Κυρίου· διὸ γράφων παρακαλῶ τὴν ἀσύγκριτον ὑμῶν ἐν Χριστῷ τελειότητα τυπῶσαι, εἰ οἷόν τε εἴη, καὶ δίχα μου ποιῆσαι τήν τε ἀποταγὴν αὐτοῦ κατὰ τὸ ἀρέσκον Θεῷ καὶ στοιχειωθῆναι αὐτὸν κατὰ τὰ δόξαντα τοῖς ἁγίοις Πατράσι καὶ ἐγγράφως ὑπ' αὐτῶν ἐκτεθέντα· ἤδη δὲ αὐτῷ προταθῆναι ἅπαντα ὅσα τῇ ἀκριβείᾳ δοκεῖ τῇ ἀσκητικῇ καὶ οὕτως αὐτὸν προσαχθῆναι τῷ βίῳ αὐθαιρέτως ἀνα δεξάμενον τοὺς ὑπὲρ τῆς εὐσεβείας ἀγῶνας καὶ ὑπαγα γόντα ἑαυτὸν τῷ χρηστῷ τοῦ Κυρίου ζυγῷ, καί, κατὰ μίμησιν τοῦ δι' ἡμᾶς πτωχεύσαντος καὶ σάρκα φορέσαντος πολιτευσάμενον καὶ κατὰ σκοπὸν δραμόντα πρὸς τὸ βρα βεῖον τῆς ἄνω κλήσεως, τυχεῖν τῆς παρὰ τοῦ Κυρίου ἀπο δοχῆς. Ἐγὼ γὰρ σπουδάζοντα αὐτὸν ἐνταῦθα δέξασθαι τὸν τῆς κατὰ Θεὸν ἀγάπης στέφανον ὑπερεθέμην, βουλό μενος μετὰ τῆς ὑμετέρας θεοσεβείας ἀλεῖψαι αὐτὸν πρὸς τοὺς τοιούτους ἄθλους καὶ ἕνα ὃν ἂν ὑμῶν αὐτὸς ἐπιζη τήσῃ ἐπιστῆσαι αὐτῷ ἀλείπτην, καλῶς παιδοτριβοῦντα καὶ παλαιστὴν δόκιμον ἀπεργαζόμενον διὰ τῆς συντόνου καὶ μακαρίας ἐπιμελείας, τιτρώσκοντα καὶ καταβάλλοντα τὸν κοσμοκράτορα τοῦ σκότους τούτου, καὶ τὰ πνευματικὰ δὲ τῆς πονηρίας, πρὸς ἃ ἡμῖν ἐστι κατὰ τὸν μακάριον Ἀπό στολον ἡ πάλη. Ὃ τοίνυν ἐγὼ μεθ' ὑμῶν ἠβουλήθην ποιῆ σαι, ἡ ἐν Χριστῷ ὑμῶν ἀγάπη καὶ δίχα μου ποιησάτω.
24.τ ΑΘΑΝΑΣΙΩ, ΤΩ ΠΑΤΡΙ ΑΘΑΝΑΣΙΟΥ ΤΟΥ ΕΠΙΣΚΟΠΟΥ
24.1 Ὅτι μὲν κρείττονα εἶναι διαβολῶν ἀνθρώπου βίον τῶν χαλεπωτάτων
ἐστίν, ἵνα μὴ τῶν ἀδυνάτων εἴπω, αὐτός τε πέπεισμαι καὶ τὴν σὴν χρηστότητα νομίζω μὴ ἀμφι βάλλειν. Τὸ μέντοι μηδεμίαν παρέχειν ἐξ ἑαυτῶν λαβήν, μήτε τοῖς ἀκριβῶς ἐπιτηροῦσι τὰ πράγματα, μήτε τοῖς κατ' ἐπήρειαν ἐφεδρεύουσιν ἡμῶν τοῖς ὀλισθήμασι, τοῦτο δὲ καὶ δυνατὸν καὶ ἴδιον τῶν συνετῶς καὶ κατὰ τὸν τῆς εὐσεβείας σκοπὸν τὸν ἑαυτῶν βίον διεξαγόντων. Ἡμᾶς δὲ μὴ οὕτως εὐκόλους οἴου, μηδὲ εὐπαραγώγους εἶναι, ὥστε ἀνεξετάστως τὰς παρὰ τῶν τυχόντων προσίεσθαι καταρρήσεις. Μεμνήμεθα γὰρ τοῦ πνευματικοῦ παραγγέλ ματος μὴ χρῆναι προσδέχεσθαι ἀκοὴν ματαίαν παρεγγυῶντος. Πλὴν ἀλλ' ἐπειδὴ ὑμεῖς αὐτοί φατε, οἱ περὶ τοὺς λόγους ἐσπουδακότες, τὰ φαινόμενα τῶν ἀφανῶν εἶναι σημεῖα, τοῦτο ἀξιοῦμεν (καὶ μὴ βαρέως δέξῃ εἴ τι ἐν διδασκαλίας εἴδει λεχθήσεται παρ' ἡμῶν· τὰ γὰρ ἀσθενῆ τοῦ κόσμου καὶ τὰ ἐξουθενημένα ἐξελέξατο ὁ Θεός, καὶ δι' αὐτῶν πολλάκις οἰκονομεῖ τὴν σωτηρίαν τῶν σωζο μένων)· ὅ γε μὴν λέγω καὶ παραγγέλλω, ἐκεῖνό ἐστι· πάντα μὲν λόγον, πᾶσαν δὲ πρᾶξιν καθήκουσαν περιεσκεμμένως ἐπιτελεῖσθαι, καὶ κατὰ τὸ ἀποστολικὸν παράγγελμα μηδε μίαν ἐν μηδενὶ διδόναι προσκοπήν. Πρέπον γὰρ εἶναι τίθεμαι, ἀνδρὸς πολλὰ μὲν ἐπὶ μαθήσει λόγων ἱδρώσαντος, ἐθνῶν δὲ καὶ πόλεων ἀρχὰς διευθύναντος καὶ πρὸς μεγάλην προγόνων ἀρετὴν τὸν ζῆλον ἔχοντος, τὸν βίον προκεῖσθαι εἰς ὑπόδειγμα ἀρετῆς. Τὴν μέντοι περὶ τὰ τέκνα διάθεσιν οὐχὶ λόγῳ νῦν ὀφείλεις δεικνύναι, ὅς γε πάλαι ἔδειξας, ἀφ' οὗ πατὴρ ἐγένου, οὐ μόνον τῇ φυσικῇ στοργῇ κεχρη μένος ἣν καὶ τὰ ἄλογα παρέχεται τοῖς ἐκγόνοις, ὡς αὐτός τε εἶπας καὶ ἡ πεῖρα δείκνυσιν, ἀλλὰ καὶ ἐπιτείνειν δηλον ότι τὴν ἀγάπην ἐκ προαιρέσεως, ὅσῳ ὁρᾷς τοιαῦτα ὄντα οἷα ἄξια