Thesaurus de sancta consubstantiali trinitate ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
γὰρ ἐν Χριστῷ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, οἱ καὶ πάλαι τῆς σωτηρίας αὐτὸν θεμέλιον ἔχοντες.
Μαρτυρίαι ἀπὸ τῆς θείας Γραφῆς, δι' ὧν ἔστιν ἰδεῖν, ὅτι γενητὸς ἐκ Πατρός
ἀλλὰ διὰ μιᾶς καὶ ἀῤῥήτου δυνάμεως τὰ πάντα δημιουργεῖ, οὕτω καὶ γεννᾷ, οὐ μεριζόμενος, ὡς ἐκεῖνοί φασι. Καὶ πάλιν· Ὥσπερ τὸ Πνεῦμα τὸ ἅγιον οὐ μερισμὸν ὑπομένει περὶ τὴν οὐσίαν, διαφόρους ἐκπέμπον τοὺς ἐν τοῖς χαρίσμασι τρόπους καὶ πρὸς τὸ ἑκάστου μέτρον τοῖς ἀξίοις χορηγοῦν, ἀλλ' ἔστιν ἓν καὶ τὸ αὐτὸ ποικίλως καὶ ἀπαθῶς ἐν πᾶσιν ἐνεργοῦν, οὕτω καὶ τὴν γεννητικὴν οὐσίαν τοῦ Θεοῦ οὐκ ἄν τις τῶν εὖ φρονούντων ἀδικεῖσθαι φήσειεν ἢ μερισμὸν, ἢ ἀπόῤῥοιάν τινα παθεῖν, ἕνα καὶ μόνον ἐξ ἑαυτῆς ἐκλάμψασαν Υἱόν. ΑΛΛΟ. Ἀντίθεσις ὡς ἐκ τῶν Εὐνομίου. Εἰ γεγέννηκε, φησὶν, ἐξ ἑαυτοῦ τὸν Υἱὸν ὁ Πατὴρ, καὶ ἔστιν ἕτερος παρ' αὐτὸν ἐν ἰδίᾳ τε ὢν ὑποστάσει, καὶ Υἱοῦ Πατὴρ νοούμενος, μεμέρισται δηλαδὴ καὶ πάντα τὰ τοῦ Πατρὸς, καὶ οὐκ ἐν αὐτῷ μείναντα μόνῳ, ἀλλὰ καὶ εἰς τὸν Υἱὸν, διαβεβηκότα φαίνεται. Οὐκοῦν ἢ οὐκέτι τελείαν ἔχει τὴν δόξαν ὁ Πατὴρ, μεμερισμένης καὶ αὐτῆς ἐν τῷ Υἱῷ, ἢ εἰ τελείαν ἔχει τὴν δόξαν, ἀποστερεῖ τὸν Υἱὸν, τὸ δοθὲν ὥσπερ εἰς ἑαυτὸν αὖθις ἐπανακλίνων· καὶ ἡ πρότερον ἐν μονάδι θεότης τελείαν ἔχουσα δόξαν, νῦν ἐν δυάδι γενομένη, τὸ τέλειον οὐκ ἔχει. Μόλις δὲ ἐξ ἑαυτῆς ἐρανίζεται τοῦτο, κιχρῶντος τρόπον τινὰ τοῦ Πατρὸς τῷ Υἱῷ τὴν ἑαυτοῦ, καὶ πάλιν ἀντικιχρωμένου παρ' αὐτοῦ τὴν δοθεῖσαν αὐτῷ. Πρὸς τοῦτο λύσις. Πάλιν τὰ σωμάτων ἴδια τῇ ἀσωμάτῳ φύσει περιτιθέντες οὐκ αἰσχύνονται, μερισμοὺς καὶ ἀποτομὰς, διαστάσεις τε καὶ χωρισμοὺς ἐπὶ τῆς θείας εἰσφέροντες οὐσίας ἀμαθῶς· οὐκ εἰδότες ὅτι μερίζεσθαι λέγοντες σχήματι σωματικῷ, εἰς τὴν τοῦ Πατρὸς οὐσίαν δυσσεβοῦσι μεγάλως, ἠλλοιῶσθαι καὶ παρατετράφθαι λέγοντες αὐτὸν, καὶ ἐκ τελείου καταβεβηκέναι πρὸς τὸ ἀτελές. Οἱ γὰρ ὅλως ἐκβεβηκέναι τοῦ Πατρὸς τὴν οὐσίαν οἰόμενοι τὸν Υἱὸν διαστατῶς τε 75.84 καὶ κεχωρισμένως, καὶ διὰ τοῦτο φάσκοντες μεμερίσθαι πάντα τὰ αὐτοῦ, καὶ εἰς ἥμισυ δόξης αὐτὸν ἐλθεῖν διὰ τὸ βεβηκέναι τὸ λεῖπον εἰς τὸν Υἱὸν, ἀγνοοῦσιν οἵῳ περιπίπτουσιν ἀτοπήματι. Ἄρα γὰρ ἐπειδήπερ, ὡς αὐτοί φασιν, ἐν μονάδι πρότερον ὢν ὁ Πατὴρ, καὶ τὴν δημιουργικὴν δύναμιν ἔχων ἐν ἑαυτῷ, προεβάλετο τὸν Υἱὸν, καὶ δι' αὐτοῦ πάντα δημιουργεῖ, ἔξω τῆς οὐσίας τῆς ἑαυτοῦ τὴν ἐπὶ τῷ δύνασθαι δημιουργεῖν ἔπεμψε δύναμιν, καὶ ὃ μὴ πρότερον ἦν, τοῦτο γέγονεν ὕστερον, ἔρημός τε νῦν ἐστιν ἰσχύος δημιουργικῆς· ἀλλὰ τοῦτο φρονεῖν ἢ λέγειν ἄμετρον ἔχει τὴν δυσσέβειαν· Ὁ Πατὴρ γὰρ ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι, φησὶν ὁ Χριστός. Ὥσπερ οὖν οὐ μεμέρισται τοῦ Πατρὸς τὸ δημιουργικὸν, οὐδὲ ἀτελής ἐστι νῦν ἐν τῇ οὐσίᾳ αὐτοῦ, ἔχοντος τελείως τοῦτο καὶ τοῦ Υἱοῦ, οὕτω καὶ τελείαν ἔχει τὴν δόξαν, ἔχοντος πάλιν τοῦ Υἱοῦ καὶ ἐν δόξῃ τὸ τέλειον. Ὅμοιος γὰρ ὢν κατὰ πάντα τῷ γεννήσαντι, διὰ τοῦτο τελείαν ἔχει τὴν δόξαν, ἐπειδήπερ ἐκ τελείαν ἔχοντος δόξαν ἐγεννήθη Πατρός.
ΛΟΓΟΣ Ζʹ.
Πρὸς τοὺς προτείνοντας τό· Ἀβουλήτως ἢ κατὰ βούλησιν ἐγέννησε τὸν Υἱὸν ὁ Πατήρ; Ἐρώτησις ὡς ἐκ τῶν αἱρετικῶν. Ἀβουλήτως ἄρα, φασὶ, καὶ ἀσκέπτως ἐγέννησεν ἤτοι πεποίηκε τὸν Υἱὸν ὁ Πατὴρ, ἢ κατὰ βούλησιν οἰκείαν; Εἰ μὲν οὖν ἀβουλήτως ἐγέννησεν αὐτὸν, πέπονθέ τι τῶν παρὰ γνώμην· εἰ δὲ κατὰ βούλησιν, προϋπάρχειν δὲ τῶν γινομένων ἀνάγκη τὴν περὶ αὐτῶν σκέψιν, προῆν ἄρα τοῦ Υἱοῦ ὁ Πατὴρ, μεσολαβούσης τὴν γέννησιν τῆς περὶ αὐτοῦ βουλήσεως. Ἀπολογία πρὸς τοῦτο. Πόθεν ὑμεῖς, ὦ οὗτοι, κατὰ βούλησιν ἢ ἀβουλήτως γεγεννῆσθαι λέγειν τὸν Υἱὸν, ἢ καὶ ὅλως τοιαύτας τοῖς ἐντυγχάνουσι τὰς πεύσεις προσάγειν, ἀπὸ ποίας τοῦτο μεμαθήκατε Γραφῆς; Τίς δὲ τῶν ἁγίων ἢ κατὰ βούλησιν ἢ ἀβουλήτως αὐτὸν