Fragmenta in epistulam ad Romanos
περὶ ἡμᾶς αὐτοῦ σχέσεως, ἣν διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ποιησάμενος ἐνεδείξατο.
δέ, οἶμαι, Χριστῷ καὶ τῇ ἀληθείᾳ συν ηγορῶν οὐδεμίαν τοῖς ἐναντίοις εἰς διαβολὴν τοῦ εὐσεβοῦς δόγματος ὑπολείπεται πρόφασιν, ἀλλ' ὥσπερ τῶν ἄλλων πασῶν ἀντιθέσεων οὕτω καὶ ταύτης ἰσχυροτάτην ἐποιήσατο τὴν ἀναίρεσιν, καὶ τῶν βλασφήμων ἀπορράψας εὖ μάλα τὰ στόματα, προσεπάγει τούτοις καὶ ἕτερον ἐκ παραδείγματος τῷ πράγματι προσφυοῦς, τὸ μὲν ἐκείνων ἐπὶ πλέον ἀνατρέπων φρόνημα, τὸ δὲ εὐσεβὲς συνιστάς. μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι· τί με ἐποίησας οὕτως; ἢ οὐκ ἔχει ἐξουσίαν ὁ κεραμεὺς τοῦ πηλοῦ ποιῆσαι ἐκ τοῦ αὐτοῦ φυράματος ὃ μὲν εἰς τιμὴν σκεῦος, ὃ δὲ εἰς ἀτι μίαν; οὕτω μὲν οὖν, φησίν, αὐτὸς ὑφ' ἑαυτοῦ διηλέγχθης σαφῶς μοχθηρὸς ἐξ οἰκείας ὢν προαιρέσεως· ἀνθιστάμενος γὰρ ἐγκαλεῖς θεῷ καὶ λέγεις· τί ἔτι μέμφεται; εἰ δὲ ὅλως ἐθέλεις μαθεῖν, πῶς ἄν, εἴπερ φύσει πονηρός, ὡς φῄς, διεπέπλασο, πρὸς τὸν πλάστην οὐ διαφέρου; σκόπησον ἐπὶ τῶν ὡς ἀληθῶς φυσικὴν τὴν κατασκευὴν ἢ πρὸς τὸ φαῦ λον ἢ πρὸς τὸ καλὸν δεχομένων καὶ γνώμης καὶ προαιρέσεως λογικῆς ἀπεστερημένων, ὅπως ἕκαστον αὐτῶν ὃ γεγένηται στέργει καὶ τῆς δημιουργίας εὐθύνας οὐκ ἀπαιτεῖ καθὼς σὺ τὸν δημιουργόν. ὁ κεραμεὺς τὰ σκεύη τὰ πήλινα πλάττων ἕκαστον τῶν ἔργων αὐτοῦ πρὸς ἐξουσίαν, ὅπως ἂν βουληθείη, δημιουργεῖ, καὶ διάφορα κατασκευάζεται τοῦ αὐτοῦ φυράματος σκεύη, γίνεται δὲ πρὸς αὐτὸν ὑπὸ τῶν αὐτοῦ γινομένων ἀντίρρησις οὐδεμία. ἐνταῦθα μὲν οὖν οὐκ ἂν εἰκότως ὁ κεραμεὺς 393 μέμφοιτο σκεύει πρὸς ἀτιμίαν γεγενημένῳ, ἀλλ' οὐδ' ἂν τὸ πρὸς τιμὴν ἐπιτήδειον ἐπαινοῖ, ἐπεὶ μηδὲ παρ' αὐτῶν τίς ἐστι πρὸς αὐτὸν ἢ φαῦλος ἢ χρηστὸς ἀντιρρήσεως τρόπος, ἑκάστου φυσικὴν τὴν κατασκευὴν πρὸς ὃ γέγονεν εἰληφότος. ἐπὶ δὲ τῶν ἀνθρώπων ὁ αὐτὸς λόγος ἔχει χώραν οὐκέτι, αὐτεξουσίων τε καὶ κυρίων προαιρέσεως γενομένων, δυναμένων τε ἑαυτοὺς ἐκκαθαίρειν, εἰ βούλοιντο, πρὸς τὸ εὔχρηστα σκεύη τῷ ἑαυ τῶν ἀποτελεῖσθαι δεσπότῃ καὶ ἅγια, καὶ διὰ τοῦτο δικαίως ἐπὶ τοῖς κατὰ γνώμην ἔργοις ἢ τιμωρουμένων ἢ τιμωμένων· ταῦτα πρὸς τὸ τί ἔτι μέμφεται; τῷ γὰρ βουλήματι αὐτοῦ τίς ἀνθέστη κεν; ἀντειπών, ἑρμηνεύει λοιπὸν καὶ τῶν προτεθεισῶν τῆς γραφῆς ῥήσεων τὸν σκοπόν, ὧν ἐν μὲν τῇ πρὸς τὸν Μωϋσέα δηλοῦται φιλάν θρωπος ὁ θεός, ἐν δὲ τῇ δευτέρᾳ τῇ πρὸς τὸν Φαραὼ τιμωρητικός τε καὶ αὐστηρός. τούτων οὖν τῶν ῥήσεων συνάξας τὸν νοῦν ἐπὶ τῶν περὶ τοὺς Αἰγυπτίους τε καὶ τοὺς Ἰσραηλίτας συμβεβηκότων αὐτὸν ἐξετάζει καί φησι· εἰ δὲ θέλων ὁ θεὸς ἐνδείξασθαι τὴν ὀργὴν καὶ τὰ ἑξῆς. {Rom 9,22-28} Εἰ θέλων ὁ θεὸς ἐνδείξασθαι τὴν ὀργὴν καὶ γνωρίσαι τὸ δυνατὸν αὐτοῦ ἤνεγκεν ἐν πολλῇ μακρο θυμίᾳ σκεύη ὀργῆς κατηρτισμένα εἰς ἀπώλειαν, καὶ ἵνα γνωρίσῃ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ ἐπὶ σκεύη ἐλέους, ἃ προητοίμασεν εἰς δόξαν. ἔστι δὲ ἀσαφὴς διὰ συντομίαν ὁ λόγος· βούλεται γὰρ εἰπεῖν ὅτι λίαν εἴρηται κάλλιστα πρός τε τὸν Μωϋσέα τὸ ἐλεήσω ὃν ἂν ἐλεῶ, καὶ πρὸς τὸν Φαραὼ τὸ εἰς αὐτὸ τοῦτο ἐξήγειρα σε, ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου. θέλων γάρ, φησίν, ὁ θεὸς γνώριμον ἅπασιν ἀνθρώποις τὴν οἰκείαν ἐργάσασθαι δύναμιν μεθ' ἧς τοὺς μὲν ὀργῆς ἀξίους κολάσει, τοὺς δὲ οἰκτείρων ἐλεήσει, τὸ κατὰ τοὺς Αἰγυπτίους καὶ τοὺς Ἰσραηλίτας ἐπραγματεύσατο, διδασκαλίαν τῆς οἰκείας δικαιοκρισίας ταύτην κοινὴν τῷ κόσμῳ προθεὶς καὶ παμπονήρους καὶ δυσσεβεῖς ὄντας τοὺς περὶ τὸν Φαραὼ καὶ τὴν ἐσχάτην δίκην ὑπομεῖναι δικαίους, μακροθυμίᾳ μὲν τὴν κατ' αὐτῶν ἀνεβάλετο τιμωρίαν καὶ συνεχώρησεν 394 ὑψωθῆναι κατὰ τοῦ ἰδίου λαοῦ, περιβλέπτους δὲ καὶ περιβοήτους ἤδη δι' ὑπερβολὴν ὠμότητος καταστάντας ἐμφανῶς τε καὶ λαμπρῶς ἀπολώλεκεν, καὶ τὸ τῶν Ἰσραηλιτῶν ἐλεήσας πανδημεὶ διεσώσατο γένος ἐπίδοξον ταῖς εὐεργεσίαις ποιήσας. αὕτη μὲν οὖν ἐστι τῆς ἀποστολικῆς ῥήσεως ἡ διάνοια, ἐνδεῖ δὲ αὐτῇ πρὸς ἀποπλήρωσιν τὸ τί ἔτι μέμφεται; ἵνα ᾖ τοιοῦτον τὸ πᾶν· εἰ δὲ θέλων ὁ θεὸς ἐνδείξασθαι τὴν ὀργὴν καὶ γνωρίσαι τὸ δυνατὸν αὐτοῦ ἤνεγκεν ἐν πολλῇ μακροθυμίᾳ σκεύη ὀργῆς κατηρτισμένα εἰς ἀπώλειαν, καὶ ἵνα γνωρίσῃ τὸν πλοῦτον