Fragmenta in Psalmos

 φιλόθεος καὶ δι' οἴκου καὶ σκεύους ἀνακειμένου θεῷ πρὸς θεὸν ἀνεγείρεται. ἓν οὖν τοῦτο καὶ μόνον ἐζήτησα τὸν θεὸν ναὸν οἰκεῖν, ὅπερ ἡ Ἅννα ποιεῖ, καὶ

 κατὰ τὸ διαλλάττον τοῦ τρόπου κατὰ τὸ ῥηθὲν καὶ πάλιν παρὰ τοῦ σωτῆρος ὅτι Καὶ πολλαὶ μοναὶ παρὰ τῷ πατρί μου. 15 Ps 34,6 Αἱ ὁδοί, φησίν, τῶν ἀσεβῶν σ

 25 Ps 37,4a Σώματι διόλου κακουμένῳ παραβάλλει τὸ πολύπονον καὶ πολυπαθὲς αὐτοῦ, οἷον καὶ παρὰ τῷ Ἡσαΐᾳ τὸ Ἀπὸ ποδῶν ἕως τῆς κεφαλῆς οὐκ ἔστιν ἐν αὐτῷ

 κεχαρισμένον καὶ εἰς αἰῶνα παρατείνων τὰ ἀγαθὰ Ταῦτα μένει, φησίν, τὰ τρία· πίστις ἐλπὶς ἀγάπη. 34 Ps 39,5 Ἐν τούτῳ φησὶ τὸ μακάριον ἄνθρωπον ἐν τῷ θε

 Ἐξαιρέτως ἐπὶ Χριστοῦ τὴν ἀκακίαν ἀκούομεν τὴν πάσης κακίας καθαρότητα, ἣν ἐζήτει μὲν παρὰ ἀνθρώπων ὁ δημιουργὸς ἐπὶ τούτῳ γεγενημένων ὡς εἶναι τοῦ πο

 πάθους τῆς λήθης λέγει τὸ ∆ιὰ τί, ἀλλ' ἑκούσιον λήθην παρίστησι τὴν περὶ ἄνθρωπον ἀφροντιστίαν τὸν τῆς παρὰ θεοῦ ἀνάξιον ἐπιμελείας.

 καθάπαξ αὐχοῦμεν ἐπὶ σοὶ δι' ὅλου τοῦ χρόνου καὶ τῷ ὀνόματί σου χάριτας ἀναφέρομεν ᾧ σῳζόμεθα, ὥσπερ καὶ λέγεται διὰ τοῦ Ἱεζεκιὴλ ∆ι' ὑμᾶς ἐγὼ οὐ ποιῶ

 ἐκείνων οὐχὶ μικρὰν μερίδα (πολλοὶ γὰρ καὶ οἱ ἐξ Ἰουδαίων πεπιστευκότες), προοίμιόν τι τῆς περὶ τούτων μυσταγωγίας ποιεῖται, λόγον ἀγαθὸν ἐπαγγελλόμεν

 εἰς κεφαλήν, καὶ σὺ ἔσῃ εἰς οὐράν. ὅτι δὴ οἱ τὸ παλαιὸν ἐπήλυδες νόμου γενόμενοι πρὸς τὸ οἰκειοῦσθαι θεῷ νῦν αὐτοὶ τῆς πρὸς θεὸν συνόδου κατάρχουσιν,

 78 Ps 48,4.5 Λόγου, φησίν, ἅψομαι σοφοῦ κεκρυμμένου, μιγνὺς ᾠδῇ τὸ αἴνιγμα. πῶς οὐχὶ τὸ στόμα εἶπεν ἀνοίγειν εἰς παραβολὴν ἀλλὰ τὸ οὖς κλίνειν; ἢ ὅτι

 ἀνθρώπου ἡ ἁμαρτία εἰς τὸν κόσμον εἰσῆλθεν, καὶ ἐρρίζωται τὸ κακὸν ἐν τῇ πρώτῃ γυναικὶ καὶ ἐξ ἐκείνης διὰ τῶν τοκετῶν ἐπὶ τὰ τικτόμενα διαβαίνει. οἰκε

 ὑπόσχεσις ἐπήγαγε ταῦτα. 99A Ps 70,19.20 Αὐτόθεν ἄρχεται τοῦ ὕμνου ὅθεν ἐπήγγελται παραχρῆμα ποιῶν, τὸ ὑψηλὸν τῶν τοῦ θεοῦ τεραστίων μεγαλοφώνως ἀναβο

 γὰρ καὶ τέθηλεν οἰκουμένη πᾶσα τῷ Χριστοῦ καρπῷ καὶ πλῆθος ἀναρίθμητον τῶν ἐφ' ἑκάστης πόλεως ἀναφαινομένων Χριστοῦ παίδων ὡς ἀπὸ τῆς γῆς πόα. 105 Ps

 111a Ps 73,4a Ἀναγκαίως ἡ τῶν τόπων μνήμη διὰ τὴν τοῦ λαοῦ παρανομίαν. ὅτι κατὰ τῶν τόπων οὐκ ἦν ἀγανακτήσεως πρόφασις, καὶ οἱονεὶ διὰ τὴν τοῦ τόπου φ

 τουτέστιν ὄρη τροφῆς. τὴν γὰρ τροφὴν θήραν καὶ ἐν τῷ ΡΛΑ κέκληκε λέγων Τὴν θήραν αὐτῆς εὐλογῶν εὐλογήσω, ὃ δὴ Σίτησιν ἐν ἐκείνῳ Σύμμαχος εἴρηκεν. ἐν δ

 (οὐχ ὁ κύκλῳ περιάγων αὐτόν) καὶ διατείνας αὐτὸν ὡς σκηνὴν κατοικεῖν (οὐχ ὡς κύκλον περιελίττεσθαι)· καὶ Ἀπ' ἄκρου θεμελίου οὐρανοῦ φησιν Ἡσαΐας ἔρχεσ

 δεσπότην. εἰ γὰρ καὶ ἐγκλήματα κατὰ τῶν δούλων εἴη δίκαια, ἀλλὰ καὶ φειδὼ περὶ τὸ οἰκεῖόν ἐστιν ἀπανθρώπως ὑπὸ τοῦ ἀλλοτρίου πορθούμενον. λέγει δὲ καὶ

 σκιᾷ μὲν τὰ ὄρη ἐκάλυψεν ἡ προειρημένη ἄμπελος διὰ τὸ πᾶν ὕψος καὶ πᾶσαν δύναμιν τὴν ὑπὲρ γῆς ὑπερβαλέσθαι, ταῖς δὲ τῶν ἀκρεμόνων ἐκτάσεσι τὰς κέδρους

 καταλλαγή φησι κόσμου, ὕστερον δὲ ἡ πρόσληψις ζωὴ ἐκ νεκρῶν, τελείας τῆς εὐμενείας τοῦ θεοῦ φανείσης ἀνθρώποις, ἐπειδὰν τῶν ἐπαγγελιῶν πληροῖ τῶν πρὸς

 ὀφθαλμοί μου ἠσθένησαν ἀπὸ πτωχείας ὁ Σύμμαχος Ὁ ὀφθαλμός μου ἐξέρρευσεν ἀπὸ τῆς κακώσεως ἐξέδωκεν. 146 Ps 87,13 Σῷζε οὖν γένος ὑπὸ σοῦ πεποιημένον ἐπ

 ἅπερ εἴρηται διὰ τοῦ προφήτου Νάθαν. ἐλέῳ δὲ τῷ παρ' ἑαυτοῦ καὶ τῇ προσηκούσῃ περὶ τὸν δίκαιον σπουδῇ φησιν ὑψοῦσθαι αὐτόν, καθὰ καὶ παραδόξως ἤρατο ν

 ἑτέρων βασιλέων εἰς θεὸν ἐλπιζόντων γέγονεν, ἀληθευομένης τῆς ἐπαγγελίας τοῦ θεοῦ τῆς λεγούσης Ἐχθρεύσω τοῖς ἐχθροῖς σου καὶ ἀντικείσομαι τοῖς ἀντικει

 φάσκων καὶ εὐφραίνεσθαι τὰς πολλὰς νήσους τουτέστι τὰ ἔθνη, εἶτα ἑξῆς ὠδίνειν τὴν γῆν καὶ τὰ ὄρη τήκεσθαι· πῇ μὲν τοὺς ἁγίους λέγει, πῇ δὲ τοὺς ἐναντί

 170 Ps 101,3 Ὅμοιον δυνάμει τὸ λεγόμενον τῇ Σαλομῶνος εὐχῇ

 λέγει τῆς ἱδρύσεως θεοῦ δυνάμεως δεῖγμα τὸ γῆν οὖσαν στοιχεῖον τὸ βαρύτατον ὑπὲρ ὑδάτων πεπῆχθαι καὶ μένειν δι' αἰῶνος ἀμετακίνητον, οὐ δή που τῆς ὑπο

 θεοῦ καὶ ἐκ τῶν ἑκάστοτε λεγομένων τεράτων δείκνυται· δεῖ δὲ θεοῦ γνωρίζεσθαι δύναμιν καὶ οὐχ ἱστορίαν πραγμάτων ἀπαράλειπτον πάντως γίνεσθαι. οὐκ εἰς

 δὲ παιδεύσεως τὸ τέλος ἡ πρὸς τὸ ὀρθὸν τοῦ ἀνθρώπου κατόρθωσις ἐν ἡγεμονίᾳ πνεύματος, ὑπακοῇ δὲ σαρκός. διὰ τοῦτο τῶν τε ἡδέων τὰς χορηγίας ὑπερετίθετ

 ἀνακινήσαντος αὐτῶν τὸν πρότερον εὔδιον πλοῦν, ὑφ' ὧν κορυφουμένων εἰς ὕψος ἀναγομένους αὐτοὺς καὶ ἀναρρεόντων καταγομένους, οἷον ἐν θαλάττῃ γίνεσθαι

 202 Ps 110 arg. Λέγεται ἐν τῷ παρόντι διὰ βραχέων ὁ ὕμνος, καὶ διὰ τῶν εἴκοσι δύο στοιχείων τῶν Ἑβραίων αἱ πρῶται φωναὶ τῶν στίχων προΐασι κατὰ τὴν Ἑβ

 ζῶσαν τὴν ὄντως εὐάρεστον θεῷ, ὧν καὶ τὸ πλῆθος ἀνα πληροῖ τὸ θυσιαστήριον ἄχρι πρὸς τὸ ἀκρότατον ὕψος τὸ συναπτόμενον τοῖς οὐρανίοις ἀγγέλοις, διὰ τῆ

 ἡμῶν. προσαγαγὼν οὖν ἑαυτὸν ὡς προσήκει ταπεινόν, ἀμοιβὴν ζητεῖ παρὰ θεοῦ τὴν ἐπὶ βίον ἔννομον ἀγωγὴν καὶ τὴν κατὰ λόγον θεοῦ ζωήν. ταπεινοῦ δὲ καὶ αὐ

 ἀναφέρεσθαι δεῖ τὰς νῦν λεγομένας πλάσεις, οἷον καὶ τὸ Πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ ἐπίσταμαί σε· καθὸ καὶ Ἰὼβ λέγει τὸ Πηλόν με ἔπλασας, τὴν ἐν τῷ

 παροξυσμῷ τῷ πρὸς τοὺς ἐπιβουλεύοντας, ὡς οὐκ ἐπλάνησε τὸν ∆αυὶδ ἡ τοῦ Σαοὺλ ἐπιβουλὴ πρὸς τὸ ἀμύνασθαι πρὸς τὸ προσῆκον. 237 Ps 118,111 Ἐπέτεινε τὴν

 ἀποθνῄσκον τας διὰ τοῦ θανάτου λυτρούμενος· ᾧ καὶ ἀκολούθως ἐπάγεται τὸ Ζήσεται ἡ ψυχή μου, καὶ τὰ ἑξῆς.

 θεοσεβεστάτων, δι' ὧν ἡ βασιλεία ∆αυὶδ ἀνορθοῦται χάριτι τοῦ Χριστοῦ ὃς τοῖς δώδεκα ἔδωκεν ἀποστόλοις τὸ ἐπὶ δώδεκα θρόνοις καθεζομένους κρίνειν τὸν Ἰ

 μεγίστην ἐπιφέρει τὴν ἁπασῶν ἐκείνων περισωστικήν. τροφῆς γὰρ εὐπορίαν ἔδωκεν ἐξ ἀρχῆς ἣν Θήραν καλεῖ, σίτησιν δὲ ἕτερος ἑρμηνεύει. καὶ τοὺς οἰκήτορας

 τὸν κατὰ τὸ ἐμφανὲς ἔλεγχον ὅτι μὴ θεοὶ ὧν τὰ τοιαῦτα ὁμοιώματα. θεῖον γὰρ τὸ ὁμοίωμα τοῦ θεοῦ· διὸ καὶ ἄνθρωπος εἰκὼν ὁ θεῖος, οὐχ ὁ τῆς θεότητος ἐστ

 διὰ τὴν τοῦ Ἰσραὴλ ἄφεσιν εἰς ἐξουσίαν προαγόμενος, ὡς ἔχει τὰ διὰ τοῦ Ἡσαΐου προφητευθέντα· ἀλλ' ὁ μακαρισμὸς εἰς ἐκείνους περιστήσεται τοὺς ἀποδιδόν

 ταῖς εὐεργεσίαις, τουτέστιν ἐπὶ τοὺς ἐλπίδα μὴ ἔχοντας καὶ ἀθέους ἐν τῷ κόσμῳ οὓς μηδὲ ὄντας ὁ ἀπόστολος κέκληκεν. 282 Ps 137,7.8a ∆εύτερον ἐπιφέρει τ

 291 Ps 140,2 Εἰ πρωῒ τὸν ἐπιόντα βίον συνίεμεν τὸν ἐν ἀναπαύσει καὶ δόξῃ

 300 Ps 143,4.5 Πάντα δὲ ὅμοια τὰ μὲν ἀνθρώπινα, θείας δὲ ἐνεργείας φοβερᾶς τε καὶ ἰσχυρᾶς καὶ ὀλοθρευτικῆς ἀνθρώπων ἐνδείγματα. 301 Ps 144,1 Κατὰ μὲν

 πληροῦσαν αὐτὸν δύναμιν καὶ σοφίαν ἔχων ἀλλὰ πλήρη προελθοῦσαν ἐξ ἑαυτοῦ, καθὰ καὶ Σολομὼν γέννημα τὴν σοφίαν λέγει καὶ ἐκ θεοῦ προσεληλυθυῖαν τὴν αὐτ

φάσκων καὶ εὐφραίνεσθαι τὰς πολλὰς νήσους τουτέστι τὰ ἔθνη, εἶτα ἑξῆς ὠδίνειν τὴν γῆν καὶ τὰ ὄρη τήκεσθαι· πῇ μὲν τοὺς ἁγίους λέγει, πῇ δὲ τοὺς ἐναντίους ὧν καὶ τὸ ὑψηλὸν δι' ὑπερηφανίας ὄρεσι ἀπεικάζει καὶ τὴν κατάλυσιν τῆς ὑπερηφανίας αὐτῶν ὀρέων τήξει ὁμοιοῖ. Καὶ τοῖς μὲν ἀλλοτρίοις νεφέλην καὶ γνόφον πρὸ τῆς τοῦ κυρίου θέας ἀπαντῶντα δείκνυσι τὸν φόβον καὶ τὴν συνοχὴν ὑποσημαίνων, τοῖς δὲ φωτὸς δεκτικοῖς ἀστραπὰς αὐτοῦ λέγει ἐμφαινούσας καὶ δόξαν θεωρουμένην, ἔτι δὲ καὶ πῦρ τὸ δικαστικὸν καταφλέξειν τοὺς ἀσεβεῖς, ἀποκαλυπτομένης τῆς τοῦ κυρίου δικαιοσύνης ἀπ' οὐρανοῦ καθά φησιν ὁ ἀπόστολος· ὁ δὲ ψαλμῳδὸς τὸ ἀποκαλύπτεσθαι ἀπ' οὐρανοῦ ἀναγγέλλεσθαί φησιν ὑπὸ τῶν οὐρανῶν τὴν ἐκφάνειαν ἀγγελίαν ὀνομάζων, ἱδρύεσθαι δὲ αὐτὸν τὸν οὐρανὸν ὑπὸ δικαιοσύνης καὶ κρίματος οἷον ἐπί τινος ἐρείσματος λέγων. σαφὲς ποιεῖ μὴ σωματικὸν εἶναι τὸν θρόνον ἀλλὰ θρόνον τὴν βασιλείαν καλεῖσθαι. 165 Ps 96,7ab Τοὺς διὰ πολλὴν ἀναισθησίαν καὶ ἠλιθιότητα προσκυνοῦντας οἷς αὐτοὶ ἔγλυψαν ἀγάλμασιν αἰσχυνθῆναι εὔχεται αἴσθησιν εἰληφότας. πρὸς καλοῦ γὰρ αὐτοῖς ἔσται τὸ τοιοῦτον. ἀποστήσονται γὰρ αἰσχυνθέντες τῆς μωρᾶς ταύτης ὑπολήψεως ἧς ὡσπερεὶ θεῶν εἶχον. 166 Ps 96,10a Ἐναντίον καὶ ἐχθρὸν τῷ θεῷ τὸ πονηρόν, οὐκ ἐναντιστάσει φύσεως ὄν. οὐ γὰρ ἀντιδιαιρεῖται τῇ ἀγαθῇ φύσει πονηρὸν τὸ παρὰ φύσιν, οὐδὲ φύσιν τινὰ δεικνυμένην ὑπολαβεῖν ἔστιν ἣν καλεῖ πονηρόν· οὐδὲ γὰρ ἔχομέν τινα τοιαύτην ἐν γνώσει, ἵν' εἰδότες μισήσαιμεν, ἀλλὰ πονηρὸν ἅπαν τὸ κατὰ κακίαν ἔργον ἐπιστάμεθα καὶ τὸ τούτου μῖσος, ἐάνπερ εὖ φρονῶμεν, ἐπιτηδεύομεν ἴσον τοῦτο νομίζοντες ἐκείνῳ τῷ Παύσασθε ἀπὸ τῶν πονηριῶν ὑμῶν.

167 Ps 98,5bc Τὸ ὑποπόδιόν φησι προσκυνεῖν τὴν παγκόσμιον ἐξουσίαν τὴν

τότε φανησομένην ἣ μὴ μόνου τοῦ ἡγιασμένου γένους ἀλλὰ καὶ πάντων κρατεῖ, ὑποπόδιον ἀλληγορουμένη θεοῦ τὴν πᾶσαν ἐπέχον γῆν οἰκουμένην ὁμωνύμως καὶ αὐτὴν ὑποπόδιον καλουμένην, ὥσπερ καὶ ὁ Ἰσραὴλ ἐξουσία κέκληται. ὁ ὑπὲρ τὴν ἐξουσίαν ὢν θρόνος δ' ἂν ἀλληγοροῖτο ἡ πρὸς τὰ ἡγιασμένα οἰκειότης τοῦ θεοῦ, μάλιστα μὲν πρὸς τὰ οὐράνια, ἤδη δὲ καὶ πρὸς τὰ ἐν γῇ. ὁμωνύμως δὲ ταύτῃ κατὰ τὸν Ἡσαΐαν ἀλληγορεῖται θρόνος ὁ οὐρανός, θρόνος δὲ καὶ ἡ Ἱερουσαλὴμ διὰ τοὺς ἐν αὐτῇ ἁγίους ἐν τῷ οὐρανοῦ τρόπῳ· ὃ δὴ τεκμήριον τοῦ μὴ σωματικῶς καλεῖσθαι θρόνον τὸν οὐρανὸν μηδὲ σωματικῶς ὑποπόδιον τὴν γῆν, ὁπότε θρόνον καὶ Ἱερουσαλὴμ τὸ βραχὺ γῆς μέρος, ὑποπόδιον δὲ τὴν ἐποῦσαν τοῖς ἐξουσιαζομένοις ἐξουσίαν φαμέν. ὥσπερ καὶ θρόνος θεοῦ ἐν οὐρανῷ εἶναι λέγεται ἡ οἰκειότης ἡ τοῖς οὐρανίοις ὡς ἁγίοις ἐποῦσα, ὁμωνύμως καὶ τοῦ οὐρανοῦ θρόνου θεοῦ καλουμένου, οὕτω δὲ καὶ ὁ κύριος τοὺς δεξαμένους τὸ καλὸν σπέρμα τὸ τῆς βασιλείας καλεῖ σπέρμα καλῶν ὁμωνύμως, ὥστε οὐ τὴν ὑπεξούσιον γῆν ἀλλὰ τὴν ἐξουσίαν τὴν ἐπ' αὐτῇ κελεύει προσκυνεῖν αἰσθανομένοις αὐτῆς ἐν τοῖς ἔργοις. Καὶ τὸ Ἅγιός ἐστιν ἐπιφέρων τῶν οὐχ ἁγίων κατατρέχει ψευδωνύμων θεῶν· καὶ τὸ εἰκότως ἀναιρεῖν ἐκ τῆς βασιλείας τοὺς ἀνάγνους ἐνδείκνυται, ἵνα τῆς ἁγιότητος δεκτικὴ γένηται. 168 Ps 98,9 Οὐ μόνον τὸ ἐξουσιαστικὸν τοῦ θεοῦ προσκυνεῖν ἀλλὰ καὶ τὸ ἁγιαστικὸν οἰκειοτέρως ἤδη παρακελεύεται, σύμβολον τούτου διδοὺς τὴν ἐν τῷ ἡγιασμένῳ ὄρει προσκύνησιν.

169 Ps 100,8 Ἡ πρωΐα δηλοῖ τὸν σπουδαῖον ὥσπερ θεὸς τῇ σπουδῇ πέμπειν

τοὺς προφήτας δηλῶν Ὀρθρίζων φησὶν ἀποστέλλων. νόμιμος δὲ ἡ τῶν πονηρῶν ἐξαίρεσις· Ἐξαιρεῖτε τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν. καὶ τοῦτο οὐδ' ἐφ' ἡμῶν πέπαυται, εἰ καὶ κολαστικῶς γίνεται. χωρίζονται γὰρ οἱ φαῦλοι, καὶ εἰ μὴ θανάτῳ, μέχρι τῆς μετανοίας.

24