1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

24

εἶναι πατρικῶν προσευχῶν. Ὥστε οὐχ ἡμᾶς δεῖ περὶ τούτων πείθεσθαι, ἀρκοῦσα γὰρ ἡ ἐξ αὐτῶν τῶν γινο μένων ἐστὶ μαρτυρία. Ἐκεῖνό γε μὴν οὐκ ἄκαιρον προσ θεῖναι τῆς ἀληθείας ἕνεκεν, ὅτι οὐχ ὁ ἀδελφὸς Τιμόθεός ἐστιν, ὁ χωρεπίσκοπος, ὁ ἀνενεγκὼν ἡμῖν τὰ θρυληθέντα. Οὔτε γὰρ ἐν συντυχίᾳ, οὔτε διὰ γράμματος φαίνεται μικρόν τι ἢ μεῖζον διαβολῆς ἐχόμενον περὶ σοῦ φθεγξά μενος. Ὥστε ἀκηκοέναι μέν τι οὐκ ἀρνούμεθα· οὐ μὴν Τιμό θεον εἶναι τὸν τὰς διαβολάς σοι κατασκευάζοντα. Ἀκούον τες δὲ πάντως, εἰ μή τι ἄλλο, τὸ γοῦν τοῦ Ἀλεξάνδρου ποιήσομεν, τὴν ἑτέραν τῶν ἀκοῶν ἀκεραίαν ταμιευσόμεθα τῷ διαβαλλομένῳ.

25.τ ΑΘΑΝΑΣΙΩ ΕΠΙΣΚΟΠΩ ΑΓΚΥΡΑΣ

25.1 Ἀπήγγειλάν μοί τινες τῶν ἐκ τῆς Ἀγκύρας πρὸς ἡμᾶς ἀφικομένων,

πολλοὶ δὲ οὗτοι καὶ οὓς οὐδὲ ἀριθμῆσαι ῥᾴδιον, σύμφωνα δὲ πάντες φθεγγόμενοι, σέ, τὴν φίλην κεφαλὴν (πῶς ἂν εὐφήμως εἴποιμι;), οὐχ ὡς ἥδιστα μεμνῆσθαι ἡμῶν, οὐδὲ κατὰ τὸν σεαυτοῦ τρόπον. Ἐμὲ δὲ οὐδὲν ἐκπλήσσει τῶν ἀνθρωπίνων, εὖ ἴσθι, οὐδὲ ἀπροσ δόκητός ἐστιν οὐδενὸς τῶν πάντων μεταβολή, πάλαι τὸ τῆς φύσεως ἀσθενὲς καὶ τὸ εὐπερίτρεπτον πρὸς τὰ ἐναν τία καταμαθόντα. Ὅθεν οὔτ' εἴ τι τῶν ἡμετέρων μεταπέ πτωκε καὶ ἐκ τῆς πρότερον τιμῆς λοιδορίαι καὶ ὕβρεις περὶ ἡμᾶς νῦν γίνονται, μέγα τοῦτο ποιοῦμαι. Ἀλλ' ἐκεῖνό μοι τὴν πρώτην παράδοξον ὡς ἀληθῶς καὶ ὑπερ φυὲς ἐφάνη, τὸ σὲ εἶναι τὸν οὕτω πρὸς ἡμᾶς ἔχοντα ὥστε ὀργίζεσθαι ἡμῖν καὶ χαλεπαίνειν, ἤδη δέ τι καὶ ἀπειλεῖν, ὡς ὁ τῶν ἀκουσάντων λόγος. Τῶν μὲν οὖν ἀπει λῶν καὶ πάνυ (εἰρήσεται γὰρ τὸ ἀληθὲς) κατεγέλασα. Ἦ κομιδῇ γ' ἂν παῖς εἴην, τὰ τοιαῦτα μορμολύκεια δεδοικώς. Ἐκεῖνο δέ μοι φοβερὸν καὶ πολλῆς ἄξιον φροντίδος ἔδοξε, τὸ τὴν σὴν ἀκρίβειαν, ἣν ἐν ὀλίγοις ἔρεισμά τε ὀρθότητος καὶ τῆς ἀρχαίας καὶ ἀληθινῆς ἀγάπης σπέρμα εἰς παρα μυθίαν ταῖς Ἐκκλησίαις σώζεσθαι πεπιστεύκαμεν, ἐπὶ τοσοῦτον τῆς παρούσης καταστάσεως μετασχεῖν ὥστε τὰς παρὰ τῶν τυχόντων βλασφημίας κυριωτέρας ποιήσασθαι τῆς μακρᾶς ἡμῶν πείρας, καὶ πρὸς τὴν τῶν ἀτόπων ὑπό νοιαν χωρὶς ἀποδείξεων ὑπαχθῆναι. Καίτοι τί λέγω ὑπό νοιαν; Ὁ γὰρ ἀγανακτήσας καὶ διαπειληθείς, ὥς φασιν, οὐχ ὑπονοοῦντος, ἀλλὰ τοῦ ἤδη σαφῶς καὶ ἀναντιρρήτως πεισθέντος δοκεῖ πως ὀργὴν ἐνδεδεῖχθαι. 25.2 Ἀλλ', ὅπερ ἔφην, ἐπὶ τὸν καιρὸν τούτων ἀναφέρομεν τὴν αἰτίαν. Ἐπεὶ πόσου πόνου ἦν, ὦ θαυμάσιε, ἐν ἐπι στολῇ βραχείᾳ, περὶ ὧν ἐβούλου, οἱονεὶ μόνον μόνῳ διαλεχθῆναι, ἤ, εἰ μὴ ἐπίστευες γραφῇ τὰ τοιαῦτα, πρὸς σεαυτὸν μεταπέμψασθαι; Εἰ δὲ πάντως ἐξειπεῖν ἔδει καὶ ἀναβολῇ καιρὸν οὐκ ἐδίδου τὸ δυσκάθεκτον τῆς ὀργῆς, ἀλλ' ἑνί γέ τινι τῶν ἐπιτηδείων καὶ στέγειν ἀπόρρητα πεφυκό των ἐξῆν δή που τῶν πρὸς ἡμᾶς λόγων χρήσασθαι διακόνῳ. Νυνὶ δὲ τίνος οὐχὶ περιτεθρύληται τὰ ὦτα τῶν καθ' ὁποιανδήποτε χρείαν ὑμῖν ἐπιφοιτώντων, ὡς ἡμῶν ἄτας τινὰς γραφόντων καὶ συγγραφόντων; Τούτῳ γάρ σε κεχρῆ σθαί φασι τῷ ῥήματι, οἱ ἐπὶ λέξεως τὰ σὰ διηγούμενοι. Ἐμὲ δὲ ἐπὶ πολλὰ τὴν διάνοιαν ἀναγαγόντα τὴν ἐμαυτοῦ οὐδέν τι μᾶλλον τῆς ἀμηχανίας ἀφίησιν. Ὥστε με καὶ τοιοῦτόν τι εἰσῆλθε· μή τις τῶν αἱρετικῶν, κακούργως τοῖς ἑαυτοῦ συγγράμμασι τὸ ἐμὸν ὄνομα παραγράψας, ἐλύπησέ σου τὴν ὀρθότητα καὶ ἐκείνην ἀφεῖναι τὴν φωνὴν προ ηγάγετο. Οὐ γὰρ δὴ τοῖς γεγραμμένοις ὑφ' ἡμῶν πρὸς τοὺς ἀνόμοιον κατ' οὐσίαν τολμήσαντας εἰπεῖν τὸν Υἱὸν καὶ Θεὸν τῷ Θεῷ καὶ Πατρί, ἢ πρὸς τοὺς κτίσμα καὶ ποίημα εἶναι τὸ Πνεῦμα τὸ Ἅγιον βλασφημήσαντας, ταύτην ἂν ἐπενεγκεῖν τὴν λοιδορίαν ἠνέσχου, ὁ τοὺς μεγάλους ἄθλους ἐκείνους καὶ περιβοήτους ὑπὲρ τῆς ὀρθο δοξίας διενεγκών. Λύσαις δ' ἂν ἡμῖν τὴν ἀμηχανίαν αὐτός, εἰ ἐθελήσειας τὰ κινήσαντά σε πρὸς τὴν καθ' ἡμῶν λύπην φανερῶς ἐξαγγεῖλαι.