οὗ τῷ Πα τρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κρά τος εἰς τοὺς αἰῶνας. Ἀμήν.
τὸ μέτωπόν σου χαλκοῦν." Τῆς δὲ σῆς ἀπειθείας τὸ μέγεθος, καὶ αὐτὸς ὁ Σωτὴρ καταιτιᾶται, λέγων· "Ὅλην τὴν ἡμέραν ἐξεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα, καὶ ἀντιλέγοντα." Καὶ τίς, εἰπέ μοι, τῆς οὕτω μακρᾶς ἀπειθείας ὁ λόγος; Οὐκ ᾔδεις, ἀπὸ τῆς θείας δεδιδαγμένος Γραφῆς, τὸν ἐξ ἐπαγγε λείας σοι χρεωστούμενον; Ἠγνόεις ἐπιδημήσειν μέλλοντα τὸν τοῦ Θεοῦ Λόγον; Οὐκ ἤκουες λέγοντος οὐδὲ προφήτου Ζαχαρίου· "Τέρπου καὶ εὐφραίνου, 77.469 θύγατερ Σιὼν, ὅτι ἰδοὺ ἔρχομαι, καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει Κύριος;" Πῶς οὐκ ἔδει χαίρων ὑμᾶς, καὶ πάσης εἴσω γίνεσθαι θυμηδίας, τῆς οὕτω λαμπρᾶς ἀφίξεως τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ διὰ τῶν ἁγίων κηρυττομένης; Ἐπειδὴ γὰρ ἅπασαν, ἵν' οὕτως εἴπω, τὴν ἀνθρώπου φύσιν, πρηστῆρος δίκην ἐπισκήπτων ὁ διάβολος, κατεδουλώσατο, καὶ λοιπὸν ἦν οὐδεὶς τῆς ἐκείνου πλεονεξίας ἀπείραστος, πάν τες δὲ ἦσαν ἐν ἁμαρτίαις, αἰσχύνης μὲν οὐδένα ποιού μενοι λόγον, ἐφ' ἅπασι δὲ τοῖς δεινοῖς, ὡς ἐπὶ μεγά λαις εὐκλείαις φιλοτιμούμενοι (ἑκάστῳ γὰρ ἦν ὁ σκοπὸς πλεονεκτεῖν ἐν φαυλότητι, καὶ τὸν ἤδη προ γεγονότα, καὶ τὸν ἔσεσθαι προσδοκώμενον, καὶ ἦν ἡμῖν ἐν αἰσχύναις ἡ δόξα, καθάπερ ὁ Παῦλός φησι), ἀναγκαίως ὁ πάντων δημιουργὸς, πολλοὺς θεραπείας τρόπους διερευνώμενος, πανταχόθεν ἐζήτει διασώζειν τὸ γένος τῶν ἀνθρώπων. Καὶ προφῆται μὲν κατὰ καιρὸν ἀπεδεικνύοντο, τὰ εἰς σωτηρίαν πᾶσιν εἰσ ηγούμενοι. Ἐπειδὴ δὲ οὐδεὶς ἦν ὁ τούτοις πειθόμενος, αὐτὸν ἐκάλουν ἐξ οὐρανοῦ τὸν πάντων βασιλέα τοῦ Θεοῦ Λόγον, πῆ μὲν λέγοντες· "Κύριε, κλῖνον τὸ οὖς σου, καὶ κατάβηθι·" πῆ δὲ βοῶντες· "Ἐξ απόστειλον τὸ φῶς σου, καὶ τὴν ἀλήθειάν σου." Ἐπεδήμησε τοίνυν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, ὁ τῆς τοῦ Πατρὸς οὐσίας ἀκριβέστατος χαρακτὴρ, τὴν πρὸς ἡμᾶς ὁμοίωσιν ὑποδὺς, καὶ γενόμενος ἄνθρω πος, ἐπὶ γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συναν εστράφη, καθάπερ ἔλεγέ τις τῶν σοφῶν. Ὁρῶν δὲ τὴν ἀνθρώπου φύσιν εἰς ὁλοτελῆ δραμοῦσαν ἀπώλειαν, καὶ τῶν ἀγαθῶν οὐδὲν ἐργάζεσθαι δυναμένην, οὐ τοῖς ἔργοις ἐδίδου τῆς δικαιοσύνης τὴν χάριν, ἀλλὰ τῷ πιστεύοντι τοῦτο δωρούμενος, πάντας ἐκάλει πρὸς σωτηρίαν· εἶτα δέον, ἀπό τε τῆς τοσαύτης φιλανθρω πίας καὶ τῶν ἄλλων ἁπάντων, ἐπιγινώσκειν αὐτὸν, καὶ προσκυνεῖν τὸν δι' ἡμᾶς ἐνανθρωπήσαντα τοῦ Θεοῦ Λόγον, ἐκ τῶν ἐναντίων σταυρῷ προσηλώκασιν οἱ πάντολμοι τῶν Ἰουδαίων λαοὶ, καὶ πᾶν εἶδος ἐπ ενεγκόντες κακίας τε ὁμοῦ, καὶ ἀτιμίας, θανάτῳ πα ραδεδώκασιν. Ἐπειδὴ δὲ, καθά φησιν ἡ θεία Γραφὴ, οὐκ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπὸ τοῦ θανάτου, πάλιν ἀνέστη τριήμερος, εἰρηκὼς καὶ τοῖς ἐν ᾅδου πνεύμασιν· "Ἐξέλθετε·" καὶ πάντα τοῦ διαβόλου σκυλεύσας τὸν πλοῦτον. Ἔλυσε καὶ τοῦ θανάτου τὸ κράτος, ἀῤῥαβῶνα μὲν τῆς μελλούσης ἐλπίδος θεὶς ἐν ἡμῖν τὸ Πνεῦμα τὸ ἅγιον, ἐνέχυρόν τε τῶν προσ δοκωμένων ἀγαθῶν, αὐτὸς δὲ ὥσπερ ἐκ παραδείσου καρπῶν ἀπαρχὴν προσάγων ἑαυτὸν ὑπὲρ ἡμῶν τῷ Πατρὶ, ἐν ἀνθρώπου φαινόμενος σχήματι. Ἐπεδήμησε γὰρ, ἵνα καὶ τὸν ἄνθρωπον οὐρανοῦ πολίτην ἐργάσηται, καὶ τοῖς ἐκεῖσε συνάψῃ χοροῖς. Ἐφ' ἅπασι τούτοις, ἀγαπητοὶ, κἂν Ἰουδαῖοι μὴ βούλωνται, πῶς οὐκ ἀναγκαῖον ἡμᾶς μεγάλα μὲν ποιεῖσθαι τὰ εὐχα ριστήρια, προσάγειν δὲ τῷ τετιμηκότι Θεῷ, καὶ 77.472 οὕτως ἡμᾶς ἀγαπήσαντι, καθάπερ τινὰ δικαίαν ἀμοιβὴν, τὴν ἐν ἔργοις σεμνότητα, τὴν φιλαλληλίαν, τὴν φιλοξενίαν, τὴν ἀγάπην, τὴν φιλαδελφίαν, καὶ τὸ μέγιστον ἐν τούτοις τῶν ἁμαρτημάτων φάρμακον, τὸν εἰς τοὺς δεσμίους ἔλεον; Χρὴ γὰρ μεμνῆσθαι τῶν δεδεμένων, ὡς συνδεδεμένους· τῶν κακουχουμένων, ὡς καὶ αὐτοὺς ὄντας ἐν σώματι. Τότε δὴ, τότε καθαρῶς ἑορτάσομεν, καὶ τὴν πάντων τῶν ἀγαθῶν μητέρα νηστείαν καθ' ὃν δεῖ τρόπον ἐπιτελέσομεν, ἀρχόμενοι τῆς μὲν ἁγίας Τεσσαρακοστῆς ἀπὸ ἕκτης καὶ εἰκάδος τοῦ Μεχὶρ μηνός· τῆς δὲ ἑβδομάδος τοῦ σωτηριώδους Πάσχα ἀπὸ νεομηνίας τοῦ Φαρμουθὶ μηνός· περιλύοντες μὲν τὰς νηστείας, κατὰ τὰς εὐαγγελικὰς διατάξεις, ἑσπέρᾳ Σαββάτῳ, τῇ ἕκτῃ τοῦ αὐτοῦ Φαρμουθὶ μηνὸς,