τῶν δημοσίων θεάτρων 9.1.6 εἰς μίμησιν, ἀλλὰ ἔλαττον καὶ ὅσον πρέπειν οἰκίᾳ. τοσαύτη γὰρ ἦν Ἀθήνησιν ἡ στάσις τῶν τότε ἀνθρώπων καὶ νέων, καθάπερ τῆς πόλεως, ἐκ τῶν παλαιῶν ἐκείνων πολέμων, τὸν ἐντὸς τείχους ἀσκούσης κίνδυνον, ὥστε οὐδεὶς ἐτόλμα τῶν σοφιστῶν δημοσίᾳ καταβὰς διαλέγεσθαι, ἀλλ' ἐν τοῖς ἰδιωτικοῖς θεάτροις ἀπολαβόντες τὰς φωνὰς αὑτῶν μειράκια <προσ>ελέγοντο, οὐ τὸν περὶ ψυχῆς θέοντες, ἀλλὰ τὸν περὶ κρότου καὶ φωνῆς ἀγωνιζόμενοι. 9.2.1 Πολλῶν δὲ σιωπωμένων, τοῦτο ἀνάγκη περὶ αὐτοῦ καταβαλεῖν καὶ συνεισενεγκεῖν ἐς τὸν λόγον, δεῖγμα τῆς 9.2.2 ὅλης τοῦ ἀνδρὸς παιδείας καὶ συνέσεως. ἔτυχον μὲν γὰρ οἱ θρασύτατοι τῶν Ἀψίνου μαθητῶν ταῖς χερσὶ κρατήσαντες τῶν Ἰουλιανοῦ κατὰ τὸν ἐμφύλιον ἐκεῖνον πόλεμον· χερσὶ δὲ βαρείαις καὶ Λακωνικαῖς χρησάμενοι, τῶν πεπονθότων περὶ τοῦ σώματος κινδυνευόντων, ὥσπερ ἀδικηθέντες, κατη9.2.3 γόρουν. ἀνεφέρετο δὲ ἐπὶ τὸν ἀνθύπατον ἡ δίκη, καὶ ὃς βαρύς τις εἶναι καὶ φοβερὸς ἐνδεικνύμενος, καὶ τὸν διδάσκαλον συναρπασθῆναι κελεύει καὶ τοὺς κατηγορηθέντας ἅπαντας 9.2.4 δεσμώτας, ὥσπερ τοὺς ἐπὶ φόνῳ κατακεκλεισμένους. ἐῴκει δὲ ὡς Ῥωμαῖός τις οὐκ εἶναι τῶν ἀπαιδεύτων, οὐδὲ τῶν 9.2.5 ὑπ' ἀγροίκῳ καὶ ἀμούσῳ τύχῃ τεθραμμένων. ὅ τε γοῦν Ἰουλιανὸς παρῆν, οὕτως ἐπιταχθέν, καὶ ὁ Ἀψίνης συμπαρῆν, οὐκ ἐπιταχθέν, ἀλλ' ὡς συνηγορήσων τοῖς κατηγορηκόσιν. καὶ ἡ μὲν ἐξέτασις προὔκειτο, καὶ τοῖς διώκουσιν εἴσοδος 9.2.6 ἐδόθη. προειστήκει δὲ τῆς ἀτάκτου Σπάρτης Θεμιστοκλῆς τις Ἀθηναῖος, ὃς ἦν καὶ τῶν κακῶν αἴτιος· προπετέστερος δὲ ὢν καὶ θρασύτερος, ἐς τὴν ἐπωνυμίαν ὕβριζεν. εὐθὺς μὲν οὖν ὁ ἀνθύπατος ταυρηδὸν ὑπιδὼν τὸν Ἀψίνην, "σὲ δὲ τίς" 9.2.7 εἶπεν "ἐλθεῖν ἐκέλευσεν;" ὁ δὲ ἀπεκρίνατο "περὶ τοῖς ἑαυτοῦ τέκνοις ἀγωνιῶν ἐληλύθειν." καὶ τῇ σιωπῇ κρύψαντος τὴν ἔννοιαν τοῦ ἄρχοντος, εἰσῄεσαν πάλιν οἱ δεσμῶται καὶ ἠδικημένοι, καὶ ὁ διδάσκαλος μετ' αὐτῶν, κόμας ἔχοντες καὶ τὰ σώματα κεκακωμένοι λίαν, ὥστε οἰκτροὺς αὐτοὺς φανῆναι 9.2.8 καὶ τῷ κρίνοντι. δοθέντος δὲ τοῦ λόγου τοῖς κατηγοροῦσιν, ἤρξατο μὲν ὁ Ἀψίνης τοῦ λόγου, ἀλλ' ὁ ἀνθύπατος ὑπολαβών, "ἀλλ' οὐ τοῦτό γε" εἶπεν "Ῥωμαῖοι δοκιμάζουσιν· ἀλλ' ὁ τὴν πρώτην εἰπὼν κατηγορίαν κινδυνευέτω περὶ τῆς δευτέρας." ἐνταῦθα παρασκευὴ μὲν οὐκ ἦν πρὸς τὴν τῆς 9.2.9 κρίσεως ὀξύτητα· ἦν δὲ ὁ Θεμιστοκλῆς κατηγορηκώς, καὶ λέγειν ἀναγκαζόμενος, χροιάν τε ἤλλαξε καὶ τὰ χείλη διέδακνεν ἀπορούμενος, καὶ πρὸς τοὺς ἑταίρους ὑπέβλεπεν καὶ παρεφθέγγετο τί πρακτέον· εἰσεληλύθεσαν γὰρ ὡς ἐπὶ τῇ συνηγορίᾳ τοῦ διδασκάλου μόνον κεκραξόμενοι καὶ βοη9.2.10 σόμενοι. πολλῆς οὖν σιωπῆς καὶ ταραχῆς οὔσης, σιωπῆς μὲν καθ' ὅλον τὸ δικαστήριον, ταραχῆς δὲ περὶ τὸ τῶν διωκόντων μέρος, ἐλεεινόν τι παραφθεγξάμενος ὁ Ἰουλιανός, "ἀλ9.2.11 λ' ἐμέ γε εἰπεῖν" ἔφη "κέλευσον·" ὁ δὲ ἀνθύπατος ἀναβοήσας· "ἀλλ' οὐδεὶς ὑμῶν γ' ἐρεῖ τῶν ἐσκεμμένων διδασκάλων, οὐδὲ κροτήσει τις τῶν μαθητῶν τὸν λέγοντα, ἀλλ' εἴσεσθέ γε αὐτίκα ἡλίκον ἐστὶ καὶ οἷον τὸ παρὰ Ῥωμαίοις δίκαιον. 9.2.12 ἀλλὰ Θεμιστοκλῆς μὲν περαινέτω τὴν κατηγορίαν, ἀπολογείσθω δὲ ὃν ἂν σὺ ἀποκρίνῃς ἄριστον." ἐνταῦθα κατηγόρει 9.2.13 μὲν οὐδείς, ἀλλὰ Θεμιστοκλῆς ὀνόματος ἦν ὕβρις. ἀπολογεῖσθαι δὲ πρὸς τὴν προτέραν κατηγορίαν ὡς ἐκέλευσε τὸν δυνάμενον, ὁ σοφιστὴς Ἰουλιανός "σὺ μέν," εἶπεν "ἀνθύ πατε, διὰ τὴν ὑπεροχὴν τοῦ δικαίου πεποίηκας Πυθαγόραν Ἀψίνην, βραδέως τὸ σιωπᾶν, ἀλλ' ὅμως δικαίως, μαθόντα· 9.2.14 ὁ δὲ πάλαι (τοῦτο γὰρ αὐτὸς καταμανθάνεις) καὶ τοὺς ἑταίρους πυθαγορίζειν [καὶ σιωπᾶν] ἐδίδαξεν. εἰ δὲ ἀπολογεῖσθαι κελεύεις τῶν ἐμῶν ἑταίρων τινά, κέλευσον ἀπολυθῆναι τῶν δεσμῶν Προαιρέσιον, καὶ δοκιμάσεις αὐτὸς πότε9.2.15 ρον ἀττικίζειν ἢ πυθαγορίζειν πεπαίδευται." ὡς δὲ ταῦτα ἐπέτρεψε καὶ ἅμα εὐκόλως