Fragmenta in epistulam ad Romanos
περὶ ἡμᾶς αὐτοῦ σχέσεως, ἣν διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ποιησάμενος ἐνεδείξατο.
τῆς δόξης αὐτοῦ ἐπὶ σκεύη ἐλέους, ἃ προητοί μασεν εἰς δόξαν, τοῦτο κατηγορεῖς; πληρώσας μέντοι τὰ πρὸς τὴν παροῦσαν ἀντίθεσιν ἄχρι τούτου, πρὸς τὴν τοῦ ζητήματος ἐντεῦθεν ἐπανέρχεται λύσιν, ἀκόλουθον καὶ συνεχῆ τοῖς προκειμένοις, ὡς πολλάκις ἔφην, τὴν ἀπὸ τῆς παρενθέσεως ἐπάνοδον πρὸς τὰ πρότερα ποιησά μενος· εἰπὼν γὰρ ἃ προητοίμασεν εἰς δόξαν, εἰρημένον περὶ τῶν ἐξ Αἰγύπτου, εὐθὺς ἐπισυνῆψεν· οὓς καὶ ἐκάλεσεν ἡμᾶς οὐ μόνον ἐξ Ἰουδαίων ἀλλὰ καὶ ἐξ ἐθνῶν, ὥστε καὶ νῦν παραπλησίως, φησί, τῇ αὐτοῦ κρίσει τε καὶ προγνώσει δικαίᾳ τοὺς ἐξ Ἰουδαίων τε ἡμᾶς προσδραμόντας αὐτῷ κέκληκεν ὁ θεός, καταλελοιπὼς τοὺς οὐ βουληθέντας. καὶ καινὸν οὐδὲν παρὰ τὰ πρόσθεν οὐδὲ ἀλλοιότε ρόν ἐστι τὸ συμβὰν ἐφ' ἡμῶν. καὶ τῶν αὐτῶν ἐχόμενος ἔτι δείκνυσι καὶ ἐκ προφητῶν τὸ αὐτὸ τοῦτο πολλάκις προμηνυθέν, καὶ πρῶτον μὲν τίθησι τὴν τοῦ Ὠσηὲ περὶ τούτου φωνὴν δι' ἧς Ἰσραηλιτῶν τε τῶν μὲν εἰς αἰχμαλωσίαν ἀποβολή, τῶν δὲ πάλιν ἐξ αἰχμαλωσίας οἰκείωσις καὶ ἐθνῶν ὁμοῦ κλῆσις προεσημαίνετο. εἶτα μετὰ ταύτην Ἡσαΐου διαρρήδην βοῶντος τὸ πᾶν σχεδὸν τοῦ Ἰσραὴλ πλὴν ὀλίγων ἔσεσθαι τὴν ἀπόπτωσιν· φησὶν δὲ ὁ ἀπόστολος οὕτως ὡς καὶ ἐν τῷ Ὠσηὲ λέγει καὶ τὰ ἑξῆς. {Rom 9,29-31} Τίς ἄρα, φησί, τῆς τοιαύτης ἐναλλαγῆς τῶν πραγμάτων ὁ λόγος; καὶ πῶς οἷς μὲν ἔμελλε δικαιοσύνης οὐδὲ οὗτοι τετυχήκασι ταύτης, οὐδὲ 395 νόμῳ βιοῦντες καὶ δι' αὐτοῦ περὶ αὐτῆς παιδευόμενοι εἰς αὐτὴν οὐκ ἐφθάκασιν; {Rom 9,32-33} Λίθον προσκόμματος τὸν δεσπότην λέγει Χριστόν, ὡς τοῖς οὐ προσιεμένοις τὴν κατ' αὐτὸν οἰκονομίαν προσκεκοφόσιν αὐτῷ καὶ τῆς ἐκ χάριτος δι' αὐτοῦ τοῖς ἀνθρώποις δοθείσης δικαιώσεως ἐκπεσοῦσι δι' ἀπιστίαν.
{Rom 10,13} Ταῦτα γοῦν, φησίν, ἔφην περὶ αὐτῶν οὐκ ὀνειδίζειν ἢ
ἐπεμβαίνειν βουλόμενος, ἀλλ' ὑπ' αὐτῆς ἠναγκασμένος τῆς ἀληθείας, ἐπεὶ τό γε ἐμὸν οὕτως ἔχω εὐνοίας περὶ αὐτοὺς ὡς συνεύχεσθαι τὴν σωτηρίαν αὐτοῖς. καὶ δεικνὺς τὸ εὔλογον τῆς τοιαύτης αὐτοῦ διαθέσεως ἐπήγαγεν· μαρ τυρῶ γὰρ αὐτοῖς ὅτι ζῆλον θεοῦ ἔχουσιν. σύνοιδα, φησί, καὶ μαρτυρῶ ζήλῳ θείῳ τὴν πρὸς τὸ εὐαγγέλιον ἀνειληφέναι μάχην αὐτούςεἷς γὰρ ἦν τούτων ποτὲ καὶ αὐτός, ζήλῳ μέντοι γνώσεως ἀληθινῆς ἀπεστερημένῳ· οὐ γὰρ συνιέντες τῆς δικαιοσύνης τὸ μέγεθος, ὅτι θείᾳ χάριτι μόνως ἂν αὐτῆς ἄνθρωποι τεύξωνται, φιλονεικοῦσιν εὐήθως τὰ αὐτοῖς δοκοῦντα κυρῶσαι καὶ τῆς δικαιώσεως δι' οἰκείων ἔργων ἐπιτυχεῖν, ἀντιλέγοντες τῇ ὑπὸ θεοῦ νῦν ἐν Χριστῷ δοθείσῃ ἡμῖν. {Rom 10,4} Τὸν γὰρ τοῦ νόμου σκοπὸν Χριστὸς τελειοῖ διὰ τῆς ἐπ' αὐτὸν πίστεως τὴν δικαίωσιν τοῖς προσιοῦσιν αὐτῷ πᾶσι δωρούμενος. {Rom 10,5} Ἐκ συγκρίσεως δὲ τῆς πρὸς τὸν νόμον δεικνὺς τῆς χάριτος τὸ φιλότιμον, λέγει, φησίν, ὁ Μωϋσῆς μὴ πρότερον ἐν νόμῳ δικαιοῦσθαί τινα, ἕως ἂν πληρώσῃ τὰ τοῦ νόμου ἅπαντα παραγγέλματα. 396 {Rom 10,6-10} Ἡ δὲ ἐκ πίστεως δικαιοσύνη, φησίν, οὕτως λέγει, τοῦτ' ἔστι περὶ δὲ τῆς ἐκ πίστεως δικαιοσύνης οὕτως φησίν· ἐκ γὰρ τοῦ Μωϋσέως, φησίν, ἐστὶ καὶ τὰ ἐφ' ἑξῆς, τὸ δὲ μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου· τίς ἀναβήσεται εἰς τὸν οὐρανόν; ἢ τίς καταβήσεται εἰς τὴν ἄβυσσον; ἐγγὺς γάρ σου τὸ ῥῆμά ἐστιν, ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου, πρὸς τὸν λαὸν εἴρητο. τῷ Μωϋσεῖ διδάσκοντι τοῦτο αὐτὸν ὅτι μηδ' ὁτιοῦν αὐτῶν συνεισενεγκαμένων ἰδίᾳ φιλοτιμίᾳ θεὸς τῆς τῶν νομίμων αὐτοὺς ἠξίωσε λήψεως, καὶ οὐ δέοι διὰ τοῦτο τῷ μεγέθει τῆς δωρεᾶς αὐτοὺς ἀπιστεῖν, ἀλλ' ἀντιποιεῖσθαι μᾶλλον διὰ τοῦτο πλέον τῆς ἀρετῆς· τὸ γὰρ μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου, ἀντὶ τοῦ οὐκ ἔνεστιν οὔτε λογίσασθαι τί σοι τοιοῦτον, οὔτε εἰπεῖν, προλαβόντος σε τοῦ θεοῦ τῇ δόσει τοῦ νόμου. ὅπερ τοίνυν ἐκείνοις ἐλέγετο περὶ τῆς τοῦ νόμου δόσεως τότε, φησί, τοῦτο καὶ ἡμῖν νῦν ἐπὶ τῆς διὰ Χριστοῦ χάριτος ἐφαρμόττει· τὸ γὰρ τοῦτ' ἔστιν ταῖς Μωϋσαϊκαῖς αὐτὸς τρίτον παρέθηκε ῥήσεσιν, τοιοῦτόν τι διὰ